1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

35

ἀπὸ τοῦ νότου ἀνίσχειν, ἀπαρκτίας δ' ἢ νότος φυσᾷ. ιγʹ. τῇ πρὸ γʹ εἰδῶν ἡ μὲν Ἀργὼ ἀνίσχει ἐν ἑσπέρᾳ, ζέφυρος δὲ καὶ νότος πνεύσει καὶ ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ λέοντος δύεται· χειμάζει. ιδʹ. τῇ πρὸ αʹ εἰδῶν βορρᾶς δι' ὅλης τῆς ἡμέρας. ιεʹ. εἰδοῖς Μαρτίαις ὁ ἵππος δύεται, βορέας δὲ ψυχρὸς πνεῖ. ιςʹ. τῇ πρὸ ιζʹ καλενδῶν Ἀπριλίων ...... ιζʹ. τῇ πρὸ ιςʹ καλενδῶν ἥλιος ἐν κριῷ γίνεται· ὁ δὲ ζέφυρος κατὰ πλάτος πνεῖ. πέλαργος φαίνεται καὶ μέγα πέλαγος πλέεται. ιηʹ. τῇ πρὸ ιεʹ καλενδῶν ἀνεμομαχία, ὁ δὲ βορρᾶς ἐπικρατεῖ. ιθʹ. τῇ πρὸ ιδʹ καλενδῶν νότος πνεῖ, ὁ δὲ ἰκτῖνος φαίνεται ἕως τῆς ἰσημερίας. κʹ. τῇ πρὸ ιγʹ καλενδῶν βορέας πνεῖ εὔδιος. καʹ. τῇ πρὸ ιβʹ καλενδῶν ὁ μὲν ἵππος ἕωθεν δύεται, βορέας δὲ ἢ ἀπαρκτίας πνεῖ. κβʹ. τῇ πρὸ ιαʹ καλενδῶν ὁ κριὸς εἰς πλάτος ἀνίσχει, ἔστι δ' ὅτε ἢ βρέχει ἢ νίφει. κγʹ. τῇ πρὸ ιʹ καλενδῶν ὡσαύτως. κδʹ. τῇ πρὸ θʹ καλενδῶν ἰσημερία ἐαρινή, καὶ βροχὴ ἢ βροντώδης τροπή. κεʹ. τῇ πρὸ ηʹ καλενδῶν ἀπαρκτίας ἢ βορρᾶς, καὶ ὁ ἵππος ἕωθεν δύεται. κςʹ. τῇ πρὸ ζʹ καλενδῶν οἱ ἰχθύες ἀνίσχουσι, καὶ ἐκ τοῦ νότου βρέχει μετὰ χιόνος· ὁ δὲ κριὸς ἕωθεν ἀνίσχει, κατὰ θάλασσαν ταραχὴ ἀέρος. κζʹ. τῇ πρὸ ςʹ καλενδῶν ἰσημερία ἐαρινή. ἔστι δ' ὅτε βρέχει καὶ βροντᾷ. κηʹ. τῇ πρὸ εʹ καλενδῶν ἐξισοῦται ἡ ἡμέρα τῇ νυκτί. κθʹ. τῇ πρὸ δʹ καλενδῶν ὁ μὲν σκορπίος δύεται, μέγας δὲ ῥέων ἄνεμος βροχὰς βροντώδεις συστρέφει. λʹ. τῇ πρὸ γʹ καλενδῶν ὁ μὲν σκορπίος δύεται, ἀπαρκτίας δὲ φυσᾷ μετὰ βροχῆς. λαʹ. τῇ πρὸ αʹ καλενδῶν βρέχειν πέφυκε, καὶ ἐκ τοῦ νότου βροντᾷ. 62t ΑΠΡΙΛΙΟΣ αʹ. καλένδαις Ἀπριλίαις ὁ μὲν σκορπίος δύεται, καὶ ὁ ἥλιος μίαν ἡμέρᾳ προστίθησι μοῖραν, καὶ συννέφεια γίνεται ἐκ τοῦ βορρᾶ, καὶ αἱ πλειάδες ἄρχονται ἐπιτέλλειν καὶ ἐπισημαίνειν. βʹ. τῇ πρὸ δʹ νωνῶν Ἀπριλίων συννέφεια καθ' ὅλην τὴν ἡμέραν. γʹ. τῇ πρὸ γʹ νωνῶν ἐν ἑσπέρᾳ αἱ πλειάδες δύονται. δʹ. τῇ πρὸ αʹ νωνῶν ῥεύσει ὁ λίψ. εʹ. νώναις Ἀπριλίαις καταπνεῖ ὁ ζέφυρος. ςʹ. τῇ πρὸ ηʹ εἰδῶν αἱ ὑάδες ἀνίσχουσι, καὶ βροχαὶ ἐκ τοῦ νότου ἐπιτείνουσιν. ζʹ. τῇ πρὸ ζʹ εἰδῶν νότος φυσᾷ, καὶ τὸ λοιπὸν τῶν ὑάδων δύεται. ηʹ. τῇ πρὸ ςʹ εἰδῶν ὁ ζυγὸς ὄρθρου ἄρχεται δύεσθαι. θʹ. τῇ πρὸ εʹ εἰδῶν ζάλη ἐκ τοῦ νότου. ιʹ. τῇ πρὸ δʹ εἰδῶν βορρᾶς μὲν πᾶσαν καταπνεῖ τὴν ἡμέραν, ἡ δὲ ἑσπέρα ἔσται ἐπίβροχος. ιαʹ. τῇ πρὸ γʹ εἰδῶν ψυχροὶ ἄνεμοι καὶ βροχαί. ιβʹ. τῇ πρὸ αʹ εἰδῶν αἱ ὑάδες κρύπτονται. ιγʹ. εἰδοῖς Ἀπριλίαις βορρᾶς ῥεύσει· μικροῦ παχνήτου ἀνατολή. ιδʹ. τῇ πρὸ ιηʹ καλενδῶν Μαΐων κρύφιον ἄστρον καὶ ἄνεμοι καὶ ὄμβροι. ιεʹ. τῇ πρὸ ιζʹ καλενδῶν ἡ ὑὰς δύεται καὶ ἄνεμοι ψυχροὶ πνέουσιν· ὁ δὲ Περσεὺς ἐπιτέλλει. ιςʹ. τῇ πρὸ ιςʹ καλενδῶν αἱ ὑάδες δύονται καὶ ζέφυρος πνεῖ. ιζʹ. τῇ πρὸ ιεʹ καλενδῶν ὁ μὲν ἥλιος ἐν ταύρῳ, ἡ δὲ ὑὰς δύεται. ιηʹ. τῇ πρὸ ιδʹ καλενδῶν λὶψ καταπνεύσει. ιθʹ. τῇ πρὸ ιγʹ καλενδῶν καθόλου δύονται αἱ ὑάδες, ὁ δὲ λὶψ ἐν ἑσπέρᾳ ἐπέρχεται. κʹ. τῇ πρὸ ιβʹ καλενδῶν ὁ ζέφυρος καταπνεῖ. καʹ. τῇ πρὸ ιαʹ καλενδῶν ἡ κεφαλὴ τοῦ ταύρου δύεται, καὶ οὐχ ἥκιστα ὕει. κβʹ. τῇ πρὸ ιʹ καλενδῶν αἱ πλειάδες ἀνίσχουσι καὶ ζέφυρος πνεῖ. κγʹ. τῇ πρὸ θʹ καλενδῶν ἡ λύρα τῇ πρώτῃ φυλακῇ τῆς νυκτὸς φαίνεται, καὶ ἔσται τροπή. κδʹ. τῇ πρὸ ηʹ καλενδῶν φαίνεται ἡ λύρα, καὶ βροχῶν σημασία· ἀρχὴ παχνήτου καὶ ἔαρος· νότος πνεῖ. κεʹ. τῇ πρὸ ζʹ καλενδῶν ὁ σκορπίος δύεται· καὶ ὁ κύων κρύπτεται καὶ ὁ ἐπὶ τῆς ζώνης τοῦ Ὠρίωνος· νότος τε πνεῖ· ἀρχή τε παχνήτου καὶ ἔαρος. κςʹ. τῇ πρὸ ςʹ καλενδῶν δύεται καθόλου ἡ ὑάς, καὶ ἀέρος ἔσται τροπή. κζʹ. τῇ πρὸ εʹ καλενδῶν νότος καταπνεῖ. κηʹ. τῇ πρὸ δʹ καλενδῶν ὕει ἐκ τοῦ νότου. κθʹ. τῇ πρὸ γʹ καλενδῶν οἱ ἔριφοι ἀνίσχουσι, καὶ ἐξ ἑωθινῆς ὁ νότος πνεῖ. λʹ. τῇ πρὸ αʹ καλενδῶν κρύπτεται ὁ κύων ἐν ἑσπέρᾳ, καὶ τροπὴ ἐκ τοῦ νότου· ἅμα δὲ καὶ βορρᾶς ταράττει.