1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

10

διαφερόντως τὴν Μαυρουσίων, οἳ καὶ προσεχεῖς εἰσὶ τῇ πρὸς δυσμὰς Εὐρώπῃ, μόνῳ τῷ λεγομένῳ κατὰ τοὺς ἐπιχωρίους φρέτῳ οἱονεὶ πορθμῷ ἀπ' αὐτῆς διεστῶτες. Πέρας δὲ λοιμώξουσιν οἱ νικήσαντες, ὡς αἱρετὴν αὐτοῖς γενέσθαι καὶ τὴν ἐν πολέμῳ ἀπώλειαν, αὐχμὸς δὲ ἐξ αὐτοῦ καὶ λιμὸς ἔσται καὶ διαφερόντως τῇ Αἰγύπτῳ, ὡς ἐλεεινὴν τὴν ζωὴν τοῖς περιλειφθεῖσι νομισθῆναι· νόσος γὰρ βαρεῖα ἐπιπεσεῖται τῇ νέᾳ ἡλικίᾳ, καὶ ὁ Νεῖλος ἀποστραφήσεται, καὶ ἀνομβρία λοιμώδης ἔσται. Εἰ δὲ ἐπὶ δύσιν ἀπίδοι, ἕως τῶν Ἡρακλέους στηλῶν πόλεμος καὶ ἀπώλεια ἔσται τῶν στρατευμάτων καὶ λιμὸς καὶ πτώσεις τῶν βοσκημάτων. Εἰ δὲ ἐπὶ τὸν Βοώτην νεύοι, κρύος ἀπηνὲς ἄχρι Εὐξείνου καὶ χειμῶνες ἀήθεις ἐπισχεθήσονται, καὶ πολέμιοι καταδραμοῦνται τὴν χώραν. καὶ τὴν μὲν ἀρχὴν ἐλαττωθήσονται οἱ ἐγχώριοι, δυνάμεως δ' ὕστερον συντρεχούσης οὐ μόνον ἡττηθήσονται οἱ πολέμιοι, ἀλλὰ καὶ αἰχμάλωτοι οἱ ἡγεμόνες αὐτῶν ἐν δεσμοῖς ἔσονται· εἶτα ἐκεῖθεν ἐπὶ μεσημβρίαν μετελεύσεται ὁ νικήσας στρατός, καὶ τῶν ἐκεῖ ἀνθέξεται πόλεων, καὶ ἐν ἐπαίνοις ἔσται· καὶ αὐτὰ δὲ τὰ θεῖα καταλείψουσι τοὺς πολεμίους, ὥστε ἐκ περιστάσεως προστεθῆναι τοῖς νικηταῖς. Τοσαῦτα τὰ σημαινόμενα, ὅταν ὠχρὸς φαίνηται ὁ ἱππεὺς μετρίως· ὅταν δὲ καθ' ὁμαλοῦ ὠχρότατος, ἐξωτικὸν μὲν οὐκ ἀπειλεῖ, ἐμφυλίους δὲ φράζει πολέμους, οὐκ ἐλάττους τῶν πρὸς τοὺς ἔξωθεν ἀπειλῶν τὰς συμφοράς, καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ ἐλάττωσιν. ἐκείνῳ δὲ μάλιστα προσεκτέον, ὡς ἐπὶ χρόνον φαινόμενος, ὡς εἴρηται ̣p. 32, 13 ̣, ἐπὶ τὸν γαλαξίαν οὐδὲ γὰρ πρὸς ἀνατολὰς ὑπὲρ τὰς ἑπτὰ φανήσεται ἡμέρας ὁ τοιοῦτος ἀστήρ, χρόνια τὰ κακά, πρὸς βραχὺν δὲ καιρόν, ἐπίκαιρα σημαίνει. 13t Οὗτος ὁ ἀστὴρ ἀναφέρεται μὲν Ἑρμῇ, οὐχ ἥττονας δὲ τοῦ προτέρου, δολιωτέρας μέντοι τὰς ἐνεργείας ποιεῖ. ὅταν μὲν γὰρ ἐπὶ τὴν ἀνατολὴν βλέπῃ, οἱ δυνατοὶ Περσῶν καὶ Αἰθιόπων τοὺς ἑαυτῶν βασιλεῖς φαρμάκῳ διαφθεροῦσι· τὸ αὐτὸ δὲ καὶ ἐπὶ Φοινίκης πρός τινων τοῦ πλήθους κατὰ τῶν ἐν τέλει ἁμαρτηθήσεται. φῆμαι δὲ ἔσονται οὐκ ἀληθεῖς, ἐκδειματοῦσαι τοὺς ἁπανταχοῦ. εἰ δὲ ἐπὶ μεσημβρίας ἀνίσχοι, Αἰγυπτίοις καὶ τοῖς ἄλλοις Λιβυκοῖς ἔθνεσι δόλους ὡσαύτως θανατηφόρους ἐπιφέρει, καὶ Αἰγύπτιοι μὲν ἕξουσι μεταβολὴν τῶν κακῶν, Λίβυες δὲ ἐμφυλίοις πολέμοις δαπανηθήσονται. ὅτε δὲ ἐπὶ τὴν δύσιν ὁρᾷ, τοῖς ἐκεῖσε δυνατοῖς τὰ ὅμοια ἀπειλεῖ, ὡς ἐξ ὑπονοίας κατ' ἀλλήλων ἐξενεχθῆναι εἰς φανερὸν πόλεμον. ὅτε δὲ ἐπὶ τὴν ἄρκτον ὁρᾷ, ἐπιμιξίαν δηλοῖ τῶν ἀρκτῴων καὶ Λιβυκῶν ἐθνῶν, ὥστε θυγατέρα Λίβυος δυνάστου δοθῆναι πρὸς γάμον ἀρκτῴῳ τυράννῳ, καὶ ἐπιβουλεῦσαι τῷ πατρὶ τὴν παῖδα καὶ προδοῦναι αὐτόν, ἔρωτι ἀσεβεῖ περὶ τὸν ἄνδρα κρατουμένην. 14t Λαμπαδίας κομήτης, οὕτω προσαγορευόμενος ἐκ τοῦ σχήματος, ἔστι μὲν Ἑρμοῦ καὶ αὐτός· ὅταν δὲ ἐπὶ ἀνατολὰς ἴδῃ, ἀχλυώδη τὸν ἀέρα καὶ ἐξ αὐτοῦ βλάβην τῇ ἀμπέλῳ μαντεύεται· ἐκ γὰρ τῆς ἀχλύος τίκτονται σκώληκες, οἱ λεγόμενοι ἶπες. καὶ ἡ βλάβη μὲν καθολική, μάλιστα δὲ τοῖς περὶ τὴν ἄνω Ἀρμενίαν, Εὐφρατησίαν τε καὶ Φοινίκην καὶ Ταυροκιλικίαν γενήσεται. καὶ οὐ μόνον ἐν ἡμέρᾳ, ἀλλὰ καὶ ἐν νυκτὶ οὕτως ἡ ἀχλὺς πυκνωθήσεται ὡς καὶ λαμπάδας ἀνημμένας ἀποσβέννυσθαι. τοῖς δὲ καρποῖς ἐμφυήσεται ἡ λεγομένη αἶρα καὶ ὑγρασία τις σηπτικὴ καὶ βλαπτικὴ τοῖς ἀμητοῖς· ἐκτροπαί τε ποταμῶν καὶ ὄμβρων ῥήξεις βιαιοτέρων καὶ κεραυνῶν βολαὶ ἔσονται, καὶ οὐδὲν ἧττον ὁ αὐχμὸς ἐπιτελεῖ, ὡς καὶ τοὺς ἀεννάους τῶν ποταμῶν ἀναφρυγῆναι. εἰ δὲ ἐπὶ νότον, ἔτι μᾶλλον ξηρότερον ἔσται καὶ λοιμωδέστερον τὸ τοῦ ἀέρος κα τάστημα, τοῦ Νείλου ὑποξηρανθέντος, ὥστε ἑρπετῶν πάντα πληρωθῆναι. εἰ δὲ ἐπὶ τὴν ἄρκτον, ὁ μὲν αὐχμὸς τῷ ψυχρῷ τοῦ κέντρου ἡττηθήσεται, πῦρ δὲ ταῖς ὕλαις ἀδοκήτως καὶ τοῖς ὄρεσιν ἐμπεσεῖται, ὡς μηδὲ τοὺς ἐν