1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

12

ποινὰς ἐπικλώσουσιν αἱ στρατεῖαι. μετ' οὐ πολὺ δὲ αὖθις οἱ νικηταὶ δυστυχήσουσι καὶ διωχθήσονται καὶ ἁπλῶς τοῖς ἁπανταχοῦ κακὰ ἔσται ἐπὶ τοσούτους ἐνιαυτούς, ἐφ' ὅσας ἡμέρας ἡ τοιαύτη διοσημεία φανήσεται. 1616at OBSERVATIONES GENERALES AD LVNAM SPECTANTES Οἱ δεισιδαιμονίαις τισὶν ἀναδεδεμένοι-ταύτῃ γὰρ καὶ ῥελεγιῶνες παρ' Ἰταλοῖς καλοῦνται παρὰ τὸ ἀναδεσμεῖν ἀγκύρας δίκην τοὺς πίπτοντας-οὐ τἀληθὲς σκοπεῖν φιλοῦσι, κἂν εἰ τυχόν παρὰ τοῖς μὴ τὰ αὐτὰ δοξάζουσιν ᾖ αὐτοῖς, ἀλλ' ἔχειν νόμον συνεκτικὸν τῆς ἐκείνων δόξης ὑπολαμβάνουσι τὸ μάχεσθαι πρὸς τοὺς ἐναντίους εἰκῇ, καὶ τόδε σχετλιώτερον, ἴσως καὶ αὐτοὶ συναισθανόμενοι τῆς αὐτῶν πλάνης εὐσεβὲς ὅμως νομίζουσιν, εἰ καὶ ψευδόμενοι ταῖς οἰκείαις συμμαχοῖεν πλάναις. οὐ γὰρ ἐπίστανται τὴν φύσιν τῶν εἰκῇ διαβαλλομένων αὐτοῖς, φάσκοντες ὡς ψευδὴς καὶ διάφωνος τοῖς παλαιοῖς ἡ περὶ διοσημειῶν ἐξερεύνησις· καὶ συγγνώμης αὐτοῖς μεταδοτέον. Desunt plura. ...ίαν τῷ παντὶ παρέχουσα· καὶ ὅσα ἁπλῶς ἐν τῷ περὶ γενέσεως καὶ φθορᾶς ὁ φιλόσοφος ἀναφέρει. ὥστε ἀνάγκη πᾶσα τῶν ὑπὸ σελήνην πάντων μὴ μίαν μηδὲ τὴν αὐτὴν εἶναι φύσιν. εἰ γὰρ ἀρχὴ γενέσεως καὶ φθορᾶς σελήνη, εἰκός ἐστι μὴ ἀεὶ ὡσαύτως θεωρεῖσθαι τὰ ὑπ' αὐτὴν φυόμενα σύμπαντα. εἰ γὰρ ἔκκεντρος παρὰ τοὺς ἄλλους τῶν πλανωμένων αὕτη, λοξῶς καὶ οὐ πρὸς ὀξὺ τὰ τῶν ἀποτελεσμάτων γίνεται. οἱ μὲν γὰρ κατὰ τοὺς διαπλόκους πόλους τὴν ἐπὶ ταῖς διοσημείαις μαντείαν ἀπευθύνουσιν, ἄλλοι δὲ κατὰ τὰς ἐπιτολὰς ἢ κατὰ τὰς φάσεις· καὶ οὗτοι μὲν πρὸς τὰ ζῴδια τὸν ἥλιον ἐπιτηρήσαντες, ἐκεῖνοι δὲ πρὸς τὰς σεληνιακὰς συνόδους καὶ ἀποστάσεις, ἄλλοι κατὰ φυσικάς τινας ἐπιτηρήσεις. κῆρυξ δὲ τῶν ἀπορρήτων ἡ φύσις. ὥστ' οὐκ ἔξω φρενοβλαβείας μέμφονται ταῖς μεθόδοις δι' ὧν τοῦ μέλλοντος στοχάζεσθαι εἰσαγόμεθα· οὐδὲ τὸ περὶ τὴν τῶν ἀστέρων θεωρίαν διασχολεῖν ἔξω θεοσεβείας ποιεῖ· ἀλλ' ἔτι μᾶλλον τὴν πάνσοφον ἔστι διὰ τῶν ἔργων αὐτῶν θεωρῆσαι πρόνοιαν τοῦ πάντων ἀρρήτου πατρός, καὶ θαυμάσαι τὴν ψυχὴν ἀνθρώπου δύνασθαι ἡγουμένου θεοῦ καὶ περὶ τῶν οὐρανίων, ὡς δυνατόν, διαλέγεσθαι. ταῦτα μὲν οὖν Φούλβιός φησιν, ἐκ τῶν τοῦ Νουμᾶ ἱστορήσας. ἡμεῖς δὲ μετὰ τὰς ἐκ διαφόρων συνειλεγμένας δόξας καὶ τὰς ἐξ ὁμαλοῦ τοῖς παλαιοῖς γραφείσας ὑποθήσομεν, ἐκ τῶν περὶ σελήνης σχηματισμῶν κατὰ τὰ ζῴδια τῆς θεωρίας λαμβάνοντες. VETERVM OBSERVATIONES AD LVNAM SPECTANTES SECVNDVM MENSES LVNARES DISCRETAE Σελήνη ἐν αἰγόκερῳ. ἐὰν κατὰ τὴν διχομηνίαν ἡ σελήνη ἀμυδρὰ φανῇ, εὐθηνία ἔσται. ἐὰν δὲ ἐν τῇ δευτέρᾳ φυλακῇ ὁμοίως ἀμυδρὰ φαίνηται, ἔφοδον πολεμίων σημαίνει. εἰ...................ας τεκμήριον. εἰ δὲ ........................... ἀπειλεῖ. εἰ δὲ ἄστρον διαδράμοι, ἀπώλειαν ἀνθρώπων σημαίνει. ἐὰν δὲ ὁμίχλη γένηται, χάλαζα πεσεῖται. ἐὰν δὲ ἄνεμοι βιαιοτέρως πνεύσωσιν, ἐφόδους πολεμίων φράζουσιν. Σελήνη ἐν ὑδροχόῳ. εἰ κατὰ τὴν πρώτην ἢ δευτέραν φυλακὴν ἡ σελήνη ἀμυδρὰ φαίνοιτο, πόλεμος ἔσται· εἰ δὲ κατὰ τὴν ἑωθινήν, εἰρήνην μετὰ ἐλλείψεως τῶν ἐπιτηδείων δηλοῖ. εἰ δὲ σεισμὸς ἢ ἦχος ἐκ τοῦ οὐρανοῦ γένηται, νόσους σημαίνει. εἰ δὲ ὁμίχλη γένηται, σίτου καὶ οἴνου δαψίλειαν δηλοῖ. εἰ δὲ παρ' ὅλον τὸν μῆνα ἐπιτείνουσι πνεύματα, ὑετὸς ἥξει. εἰ ὁ Ἕσπερος ἐν τῇ σελήνῃ εἰσέλθῃ, ἴδιοι ἰδίοις δυνατοὶ ἐπιβουλεύσουσιν. εἰ δὲ δόξῃ