1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

11

τοῖς ἄκροις ἢ φρουρίοις διατρίβοντας ἔξω τῆς βλάβης γενέσθαι· θάνατός τε πολὺς ἔσται, καὶ μάλιστα ἐπὶ τῆς Αἰγύπτου. ὅταν δὲ ἀνίσχων πρὸς δυσμὰς ὁρᾷ, κεραυνοὺς μὲν τῇ χώρᾳ, πτῶσιν δὲ τοῖς βοσκήμασι μαντεύεται, ἐμπρησμοί τε ἔσονται βαρεῖς. 15t Οὗτος ὁ ἀστὴρ ∆ιὸς μέν ἐστιν, οὕτω δέ ἐστιν ἐπίσημος, ὡς ἐξ αὐτοῦ πάντας τοὺς ἄλλους διοσημειακοὺς ἀστέρας κομήτας προσαγορεύεσθαι. οὗτος δὲ ἡνίκα λαμπροὺς καὶ ἀργυροειδεῖς τοὺς πλοκάμους ἐπὶ τὴν ἀνατολὴν ἀκοντίσῃ, ∆ιὸς ἐν καρκίνῳ ἢ σκορπίῳ ἢ ἰχθύσιν ὄντος, Πέρσαις ἀγαθὰ μεγάλα μαντεύεται. ἀναστήσονται γὰρ καὶ ἐπὶ τὰ Ῥωμαίων ἐκχυθέντες πόλεις τε καὶ φρούρια καθέξουσιν, αἰχμαλώτων τε ἄπειρον πλῆθος καὶ πλοῦτον πολὺν λαβόντες νικηταὶ εἰς τὴν ἑαυτῶν χώραν ἀναζεύξουσι, μηδὲ συμβαλεῖν ὅλως τινὸς θαρροῦντος αὐτοῖς. ὅταν δὲ ἀποστρόφως ἀνίσχῃ ὁ κομήτης οὗτος, τοῖς καθ' ὧν ἀποστρέφεται, τὰς ἀστοχίας ἐπιφέρει. εἰ δὲ ἐπὶ τὸν νότον ἴδοι, ἐπιδώσει ὁ Νεῖλος ἀφθονώτερον, εἰρήνη τε καὶ εὐετηρία ἔσται ἐπὶ τῆς Αἰγύπτου, ὁμόνοιά τε καὶ εἰλικρινὴς τοῖς πᾶσιν ἡσυχία. εἰ δὲ ἀποστρεφόμενος καὶ κατὰ νῶτα ἔχων τὴν ἀνατολὴν ἐπὶ τὴν δύσιν ὁρᾷ, ἄπειρος ἔσται τοῖς Ῥωμαίοις εὐδαιμονία· Πέρσας τε γὰρ καταπολεμήσουσι καὶ αὐτοῦ ἀναιρουμένου τοῦ Περσῶν βασιλέως· πάντων τε ὁμοῦ τῶν ἀγαθῶν ἀφθονία τῇ Ῥωμαίων πολιτείᾳ ἔσται· θέαι τε ἄφθονοι καὶ δωρεαὶ φιλότιμοι καὶ ἱππικοὶ ἀγῶνες σπουδαιότεροι μετὰ ψυχαγωγίας τοῦ πλήθους ἐπιτελεσθήσονται καὶ ἁπλῶς εἰπεῖν τοῖς πράγμασι καθολικὴ ἔσται ἱλαρία. εἰ δὲ ἐπὶ τὴν ἄρκτον ἴδοι κατὰ νῶτα τὸν νότον ἀφείς, καταδραμοῦνται Λιβύην οἱ ἀπὸ τῆς Εὐρώπης νόμῳ πολέμου καὶ οὐχ ἥκιστα οἱ ἀπὸ τοῦ ἀνατολικοῦ βορείου κατὰ τῶν δυτικῶν νοτίων. τοῖς δὲ ἐπὶ τὴν ἀνατολὴν καὶ Αἴγυπτον νοτίοις οἱ πρὸς βοήθειαν καὶ φυλακὴν τῶν ὅρων ἐνιδρύμενοι στρατιῶται τὰ χείριστα ἐπάξουσιν. ὁ λεγόμενος δισκεὺς, ὡς εἴρηται ̣p. 31, 11 ̣, ἀπὸ τοῦ σχήματος οὕτω προσηγορεύθη, ὥστε κυκλοτερὴς ὢν οὐκ ἔστι δῆλος ἐπὶ ποῖον μέρος τοῦ κόσμου δοκεῖ ἀφορᾶν. ἀνίσχων δὲ κοινὰ πᾶσι μαντεύεται κακά· καὶ οὐδενὶ τῶν πλανητῶν ἀνάκειται, ἀλλ' ἐξ ἀνταυγείας τοῦ ἡλίου γίνεται. ἀπειλεῖ τοίνυν θορύβους καθολικοὺς καὶ πολέμους ἀπὸ τῆς ἄρκτου καὶ μεγάλων προσώπων ἀπώλειαν καὶ εὐτελῶν καὶ ἀγενῶν εὐπραγίαν, κίνδυνον δὲ καὶ αὐταῖς ταῖς πρώταις τύχαις ἐπάγει. ἐλαττωθήσεται δὲ πανταχοῦ τὰ Ῥωμαίων στρατεύματα, ὡς ἐγγὺς παντελοῦς ἀπωλείας ἐλθεῖν. ΚΟΜΗΤΗΣ ΤΥΦΩΝ οὗτος γίνεται μὲν ἐξ ἀντανακλάσεως τοῦ ἀέρος· ἔστι δὲ δρεπανοειδής, ἀργός, καπνώδης, στυγνός. ὅπου δ' ἂν βλέπῃ, καθολικὰ ἔσται κακὰ, πόλεμοί τε ἐξωτικοὶ καὶ ἐμφύλιοι βαρεῖς καὶ στάσεις δημοτικαὶ καὶ ἔνδεια τῶν ἀναγκαίων. ἀναιρεθήσονται δὲ καὶ ἡγεμόνες ἔνδοξοι ἐν πολέμοις καὶ μάλιστα εἰ ἐπὶ τρεῖς ἢ τέσσαρας ἡμέρας φαίνοιτο. Εἰ δὲ πλέον φανῇ, τοῦ παντὸς ἀπώλειαν καὶ ἀνατροπὴν ἀπειλεῖ καὶ πέρας τῶν κακῶν οὐδαμοῦ. ἀπολοῦνται δὲ πλεῖστοι ἐκ τοῦ Ῥωμαϊκοῦ στρατεύματος ἐν πολέμῳ, ληφθήσονται δὲ καὶ παρεμβολαὶ καὶ φρούρια Ῥωμαίοις προσήκοντα· καὶ αὐτοῖς δὲ τοῖς ἄρχουσι στασιάζων ὁ δῆμος ἐπελεύσεται. καὶ λοιμὸς ἔσται καὶ οὐδεὶς εὐχόμενος ἀκουσθήσεται· καὶ διαδοχαὶ κατάλληλοι τῶν ἀρχόντων ἐξ ἀβελτηρίας τῶν κρατούντων ἔσονται. ἔμπρησμοι δὲ διαφερόντως κάρτα βίαιοι καὶ φονικοὶ ὅλας πόλεις ἀποτεφροῦντες συμβήσονται. καὶ καθολικὰ μὲν ἔσται καὶ ἀνυπόστατα πανταχοῦ τὰ δεινά, τοῖς δὲ δυτικοῖς χείρονα. πόλεμος γὰρ αὐτοῖς ἐκ τῆς ἀνατολῆς δυνατὸς ἐπιπεσεῖται, διχονοούντων δὲ τῶν κινουμένων ἐκ τῆς ἀνατολῆς τὸ πλεῖστον τῆς στρατιᾶς ἀποφθαρήσεται· καὶ στάσεις ἐγερθήσονται τοῖς στρατεύμασι καὶ ἀλλήλοις τὰς