1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

18

ταύτης. ιγʹ. ἐὰν βροντήσῃ, δυνάστου πτῶσιν ἀπειλεῖ. ιδʹ. ἐὰν βροντήσῃ, καυσῶδες μὲν τὸ περιέχον ἔσται, εὐφορία δὲ τῶν καρπῶν καὶ εὔροια τῶν ποταμίων οὐχ ἥκιστα ἰχθύων. τὰ σώματά γε μὴν ἐξασθενήσει. ιεʹ. ἐὰν βροντήσῃ, τὰ μὲν πτηνὰ λυμανθήσεται τῷ θέρει, οἱ δὲ ἰχθύες φθαρήσονται. ιςʹ. ἐὰν βροντήσῃ, οὐκ ἐλάττωσιν μόνον τῶν ἐπιτηδείων ἀλλὰ καὶ πόλεμον ἀπειλεῖ, ἀνὴρ δέ τις εὐτυχὴς ἀφανισθήσεται. ιζʹ. ἐὰν βροντήσῃ, καύματα ἔσται καὶ μυῶν καὶ ἀσφαλάκων καὶ ἀκρίδων φορά· εὐθηνίαν δὲ ὁμῶς καὶ φόνους τῷ δήμῳ φέρει. ιηʹ. ἐὰν βροντήσῃ, φθορὰν τῶν καρπῶν ἀπειλεῖ. ιθʹ. ἐὰν βροντήσῃ, τὰ λυμαινόμενα τοῖς καρποῖς θηρία φθαρήσεται. κʹ. ἐὰν βροντήσῃ, διχόνοιαν ἀπειλεῖ τῷ δήμῳ. καʹ. ἐὰν βροντήσῃ, ἐλάττωσιν μὲν οἴνου, ἐπίδοσιν δὲ τῶν ἄλλων καρπῶν δηλοῖ καὶ ἀφθονίαν ἰχθύων. κβʹ. ἐὰν βροντήσῃ, ἐπίφθορον ἔσται τὸ καῦμα. κγʹ. ἐὰν βροντήσῃ, εὐφροσύνην καὶ κακῶν ἀπαλλαγὴν καὶ νόσων ἀφανισμὸν δηλοῖ. κδʹ. ἐὰν βροντήσῃ, εὐθηνίαν δηλοῖ. κεʹ. ἐὰν βροντήσῃ, πόλεμοι καὶ μυρία ἔσονται κακά. κςʹ. ἐὰν βροντήσῃ, ὁ χειμὼν τοῖς καρποῖς ἐπιβλαβὴς ἔσται. κζʹ. ἐὰν βροντήσῃ, κίνδυνος στρατιωτικὸς τοῖς κρατοῦσιν ἔσται. κηʹ. ἐὰν βροντήσῃ, εὐετηρία ἔσται τῶν καρπῶν. κθʹ. ἐὰν βροντήσῃ, τὰ τῆς βασιλίδος πόλεως ἔσται κρείττονα. λʹ. ἐὰν βροντήσῃ, πρὸς βραχὺ θάνατος ἔσται συχνός. 28t ΙΟΥΛΙΟΣ αʹ. Ἐπὶ τῆς σεληνιακῆς νουμηνίας ἐὰν βροντήσῃ, εὐθηνία μὲν ἔσται, τῶν δὲ θρεμμάτων πτῶσις. βʹ. ἐὰν βροντήσῃ, καλὸν τῷ φθινοπώρῳ. γʹ. ἐὰν βροντήσῃ, χειμῶνα βαρὺν σημαίνει. δʹ. ἐὰν βροντήσῃ, ἀέριοι ἔσονται ταραχαί, ὡς ἐξ αὐτῶν σπάνιν γενέσθαι. εʹ. ἐὰν βροντήσῃ, εὐθηνία μὲν σίτου, ἄρχοντος δὲ ἀγαθοῦ πτῶσις ἔσται. ςʹ. ἐὰν βροντήσῃ, νόσους θανατηφόρους ταῖς δουλικαῖς τύχαις ἀπειλεῖ. ζʹ. ἐὰν βροντήσῃ, κατομβρία ἔσται βλαβερὰ τοῖς σπορίμοις. ηʹ. ἐὰν βροντήσῃ, εἰρήνην μὲν τοῖς κοινοῖς, ὄλεθρον δὲ τοῖς βοσκήμασι καὶ βῆχα ξηρὸν ἐνσκῆψαι δηλοῖ. θʹ. ἐὰν βροντήσῃ, ἐποψίαν θεῶν καὶ ἀγαθῶν πολλῶν πρόσοδον δηλοῖ. ιʹ. ἐὰν βροντήσῃ, σωτηριώδη ἔσται τὰ ποτάμια ὕδατα. ιαʹ. ἐὰν βροντήσῃ, καῦμα σημαίνει καὶ ὄμβρον βίαιον καὶ σπάνιν σίτου. ιβʹ. ἐὰν βροντήσῃ, ψῦχος τῷ θέρει ἔσται ἀδόκητον, δι' οὗ φθαρήσεται τὰ ἐπιτήδεια. ιγʹ. ἐὰν βροντήσῃ, ἑρπετὰ φανεῖται βλαβερώτατα. ιδʹ. ἐὰν βροντήσῃ, εἰς ἕνα τὴν πάντων δύναμιν ἐλθεῖν φράζει· οὗτος δὲ ἔσται τοῖς πράγμασιν ἀδικώτατος. ιεʹ. ἐὰν βροντήσῃ, διχόνοια ἔσται τοῦ δήμου καὶ τοῦ σίτου ἔνδεια. ιςʹ. ἐὰν βροντήσῃ, πόλεμον ὁ τῆς ἀνατολῆς βασιλεὺς ἐκδεχέσθω καὶ νόσον ἀπὸ ξηροῦ καύματος. ιζʹ. ἐὰν βροντήσῃ, διαδοχὴν μεγάλου ἄρχοντος δηλοῖ. ιηʹ. ἐὰν βροντήσῃ, ἔνδειαν καρπῶν ἐξ ἐπομβρίας ἀπειλεῖ. ιθʹ. ἐὰν βροντήσῃ, πόλεμον δηλοῖ καὶ ἀπώλειαν δυνατῶν· ἀφθονία δὲ ἔσται τῶν ξηρῶν καρπῶν. κʹ. ἐὰν βροντήσῃ, αὐχμὸν νοσώδη ἀπειλεῖ. καʹ. ἐὰν βροντήσῃ, διχόνοια ἔσται τοῖς ὑπηκόοις, ἀλλ' οὐκ εἰς μακράν. κβʹ. ἐὰν βροντήσῃ, ἀγαθὰ μὲν τοῖς κοινοῖς πράγμασι, νόσους δὲ τοῖς σώμασι περὶ τὴν κεφαλὴν σημαίνει. κγʹ. ἐὰν βροντήσῃ, ἡ διχόνοια τοῦ δήμου παυθήσεται. κδʹ. ἐὰν βροντήσῃ, δυνατοῦ ἀνθρώπου δηλοῖ δυνατὸν ἀτύχημα. κεʹ. ἐὰν βροντήσῃ, τῇ νεολαίᾳ κάκωσις καὶ τοῖς καρποῖς μετ' αὐτῆς, νοσώδης δὲ ὁ καιρὸς ἔσται. κςʹ. ἐὰν βροντήσῃ, ἀπὸ μεγάλης εὐθηνίας ἔνδεια ἔσται. κζʹ. ἐὰν βροντήσῃ, ἐκβρασμὸν τοῖς σώμασιν ἀπειλεῖ. κηʹ. ἐὰν βροντήσῃ, ἔνδεια ὑδάτων καὶ ὄχλος ἑρπετῶν ἐπιβλαβῶν ἔσται. κθʹ. ἐὰν βροντήσῃ, εὐετηρίαν δηλοῖ. λʹ. ἐὰν βροντήσῃ, οἱ ἄνθρωποι ἐκ ποινηλασίας ἐπὶ τὰ χείριστα τῶν πταισμάτων ὀλισθήσουσιν. 29t ΑΥΓΟΥΣΤΟΣ