1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

8

ἐκλειπτικῶν ἐστι ἢ διὰ τῶν ἐπιφανειῶν τῶν κομητῶν συμβαίνοντα ὁρᾶται καὶ μάλιστα ὅταν πρὸ τῆς τοῦ ἡλίου ἐπιτολῆς τὰς κόμας ἐπιβάλωσι πρὸς ὁτιοῦν· διαφερόντως δὲ ὅταν ταῖς κόμαις ἐπικαλύπτωσι τινὰς τῶν πλανωμένων ἀστέρων. τῷ μὲν γὰρ τοῦ ∆ιὸς ἐπιφέροντες τὰς κόμας, περὶ τοὺς βασιλικοὺς οἴκους τὰς ταραχὰς ἀποτελοῦσι· τῷ δὲ τοῦ Ἄρεος ὅταν ἐπενέγκωσι τὰς κόμας τῶν ἐν τοῖς ὅπλοις νόσους τε καὶ θανάτους, ἔτι δὲ καὶ πολέμων στάσεις ἀποτελοῦσι· τῷ δὲ τῆς Ἀφροδίτης γυναικῶν φθορὰν σημαίνει καὶ βασιλίδων θανάτους καὶ διαστάσεις ποιοῦνται· τῷ δὲ τοῦ Κρόνου καρπῶν ἐπισχέσεις, ἤτοι σπάνεις· τῷ δὲ τοῦ Ἑρμοῦ ταραχὰς τοῖς συναλλάγμασι παρέξουσι καὶ φήμας ἀηδεῖς τῷ πλήθει. Τὸν γὰρ ἥλιον καὶ τὴν σελήνην ἀδύνατον περιλάμψαι κομήτην. εἰ δὲ φαίνεται, ἢ πρὸ ἀνατολῶν ἢ περὶ δυσμὰς, περὶ τὸ διάφορον τῶν κλιμάτων τὴν κάκωσιν ποιήσει· ἐν μὲν γὰρ ταῖς ἀνατολαῖς τὰ περὶ τὴν Ἀσίαν, πρὸς δὲ τῇ δύσει τὰ περὶ τὴν Εὐρώπην κακώσει. οὐ μέντοι τὸ τέλος οὔτε τὴν σύντομον τῶν χρόνων παρέστησαν ὑπόστασιν οἱ περὶ ταῦτα διατρίψαντες. γίνονται δὲ καὶ ἐκ τῶν κατὰ μῆνας συνόδων καὶ πανσελήνων, ὅταν οἱ λεγόμενοι κακοποιοὶ τούτοις μαρτυρῶσι τῶν ἀγαθῶν μὴ συσχηματιζομένων, ὀλίγαι τινὲς ἐναντιώσεις, αἳ ῥαδίως λύονται διὰ τὸ μὴ κατὰ τὰς ἐκλείψεις τῶν φώτων τὰ τοιαῦτα ἀποτελεῖσθαι. ∆ιάφοροι δὲ αἱ τῶν κομητῶν ὄψεις, ὡς καὶ διάφορα ἄλλα. οὐ τὰ αὐτὰ δὲ ἀποτελοῦσι· κακὰ δὲ πάντες. ὁ μὲν γὰρ κομήτης ἐστὶ πυρώδης καὶ ταῖς κόμαις αἱματώδης· ὁ δὲ πωγωνίας ἐκ τῶν κάτωθεν δίκην πώγωνος ἔχει τὰς κόμας· ὁ δὲ ἀκοντίας ὅμοιός ἐστιν ἀκοντίῳ καὶ ὥσπερ σίδηρος κραδαίνεται οὗ φανέντος ἡ Ἰουδαία ἑάλω, ὡς καὶ Εὐσεβίῳ τῷ Παμφίλου εἴρηται· ὁ δὲ ξιφίας βραχύτερος μὲν, ὠχρὸς δὲ καὶ ξιφήρεις ἔχων τὰς ἀκτῖνας· ὁ δὲ δισκεὺς δίσκῳ παρεμφερὴς καὶ τὸ εἶδος ὡς ἤλεκτρος· ὁ δὲ πίθος καπνώδους μὲν φωτὸς πλήρης, τὸ δὲ σχῆμα ὅμοιος τῇ προσηγορίᾳ· μεθ' οὗ ὁ κεράστης κερα τοειδεῖς ἔχων τοὺς πλοκάμους· ὁ λαμπαδίας πρὸς τούτοις ὅμοιος λάμπαδι καιομένῃ· ἔστι γε μὴν ὁ ἵππος, ὁ καὶ ἱππεὺς καλούμενος δίκην λοφιᾶς ἵππου διαρραίνων τὰς ἀκτῖνας, ὀξύτατος δὲ παρὰ τοὺς ἄλλους διὸ καὶ τοιαύτης ἔτυχε τῆς προσηγορίας. σάλπιγγος ἔτι μέμνηται ὁ Πτολεμαῖος ἐν τοῖς πρὸς Σύρον, περὶ οὗ εἰπεῖν τι οὐκ ἔχομεν· οὐδὲ γὰρ εὑρίσκομεν παρ' ἑτέρῳ τοιοῦτόν τι κατάστημα. Γίνονται δὲ καὶ ἕτεροι κομῆται οἱ λεγόμενοι τράγοι, δίκην μαλλῶν ἢ πόκων ἐρίων νεφέλας τινὰς περικείμενοι· καὶ τὴν μὲν ἀρχὴν οὕτω φαίνονται, εἰς δοράτων δὲ σχῆμα ἀποτελοῦνται. οὗτοι δὲ πάντες οὐ πλείω ἢ ἐπὶ ἑπτὰ ἡμέρας πεφύκασι φαίνεσθαι· ἀλλ' οὐδὲ εἰκῇ ἐφ' οἱουδήποτε κλίματος τοῦ οὐρανοῦ, περὶ δὲ μόνον τὸν γαλαξίαν κατὰ τὸν Ἀριστοτέλην. Οἵ γε μὴν τυφῶνες κατὰ τὸν νότιον πόλον, σφαῖραι δ' εἰσὶν οὗτοι πυρώδεις καὶ ὡσανεὶ σύνδεσμοι πυρός· οὗτοι δὲ ἐπὶ μὲν τῶν Ῥωμαϊκῶν καιρῶν οὐκ ἐφάνησαν, πρὸ δὲ αὐτῶν φανέντες ἔσεισαν τὴν Αἴγυπτον. ὅθεν αὐτοὺς Ἀριστοτέλης ἐξ ὑποκειμένης ὑγρᾶς οὐσίας ἀποτελεῖσθαι βούλεται· καὶ διὰ τοῦτο ἀραιῶς ἐπὶ τῆς Αἰγύπτου φαίνεσθαι διὰ τὴν ὑποκειμένην ξηρότητα. οἱ δ' ἄλλοι πάντες ἐπὶ τὸν βορέαν, κἂν ἢ πρὸς ἀνατολὰς ἢ δύσεις ὁρῶσι. Περὶ δὲ τὸν στέφανον ἄλλος ἀναδύεται κομήτης, ὅστις ὅταν φαίνηται τὴν τῶν Περσῶν ἀπειλεῖ κίνησιν. ἐφάνη δὲ καὶ ὅτε Νέρων τῆς μανίας ἐνήρχετο. Ἐκλάμπουσι δὲ πρὸς τούτοις καὶ λαμπάδες ἐν τῷ οὐρανῷ ἢ μᾶλλον ἐν τῷ ἀέρι οὐδὲν γὰρ ἄστρον προσπέπηγε τῷ οὐρανῷ καὶ φαίνονται ὅταν ἐκπίπτωσιν· ὁποῖον γέγονε ἐπὶ Γερμανικοῦ Καίσαρος, ὅτε ἀγομένου θεάτρου ἐπὶ τῆς Ῥώμης τοιοῦτόν τι συμβέβηκεν, ὡς μηδένα σχεδὸν ἀγνοῆσαι τῶν τότε. δύο δὲ σχήματα ἔστιν, ὧν τὰ μὲν λαμπάδες καλοῦνται, τὰ δὲ βολίδες. καὶ αἱ μὲν λαμπάδες ἐπὶ τῆς ἀρχῆς διακαίονται, αἱ δὲ βολίδες δι' ὅλου πυρώδεις