1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

22

εὐφορίαν τῶν δ' ἄλλων καρπῶν ἀφορίαν δηλοῖ. ιαʹ. εἰ βροντήσῃ, λιμὸν σημαίνει καὶ μέχρις ἀλόγων. ιβʹ. εἰ βροντήσῃ, οἱ ἄνθρωποι τὰς ὄψεις νοσήσουσιν, ἔσται δὲ πολὺς χόρτος καὶ ἰχθύων ἐπίδοσις. ιγʹ. εἰ βροντήσῃ, νόσους ἀπειλεῖ. ιδʹ. εἰ βροντήσῃ, σπάνιν καὶ μυῶν γένεσιν καὶ ὄλεθρον τετραπόδων ἀπειλεῖ. ιεʹ. εἰ βροντήσῃ, στάσιν δουλικὴν καὶ τιμωρίαν αὐτοῖς καὶ εὐθηνίαν καρπῶν. ιςʹ. εἰ βροντήσῃ, ὁ δῆμος ὑπὸ τοῦ βασιλέως ταραχθήσεται. ιζʹ. εἰ βροντήσῃ, νόσους ἀκινδύνους ἀπειλεῖ. ιηʹ. εἰ βροντήσῃ, πράγματα ἐκδειματοῦντα τὸν δῆμον ἀναστήσεται. ιθʹ. εἰ βροντήσῃ, καὶ ὁ βασιλεὺς νικήσει καὶ ὁ δῆμος τὴν κρείττονα ἕξει τάξιν. κʹ. εἰ βροντήσῃ, εὐθηνία μὲν ἐπείσακτος ἔσται, βηχώδης δὲ νόσος ἐνοχλήσει τοῖς σώμασιν. καʹ. εἰ βροντήσῃ, ὁ βασιλεὺς πολλοῖς ἐπιβουλεύσας τέλος ἐπιβουλεύεται. κβʹ. εἰ βροντήσῃ, εὐθηνία μὲν ἔσται, μυῶν δὲ καὶ ἐλάφων πλῆθος. κγʹ. εἰ βροντήσῃ, εὐταξίαν τῇ πόλει δηλοῖ. κδʹ. εἰ βροντήσῃ, νόσον μετὰ ἐνδείας δηλοῖ. κεʹ. εἰ βροντήσῃ, δουλομαχία ἔσται. κςʹ. εἰ βροντήσῃ, πολλοὶ πρὸς τοῦ κρατοῦντος ἀναιρεθήσονται, τέλος δὲ καὶ αὐτός. κζʹ. εἰ βροντήσῃ, νόσους ἀκινδύνους δηλοῖ. κηʹ. εἰ βροντήσῃ, οἱ μὲν ἐνάλιοι ἰχθύες ἐπιδώσουσι, τὰ δὲ θρέμματα φθαρήσεται. κθʹ. εἰ βροντήσῃ, λοιμικὸν καὶ νοσῶδες ἐπὶ πᾶσι τὸ τοῦ ἀέρος κατάστημα. λʹ. εἰ βροντήσῃ, θάνατον συχνὸν ἀπειλεῖ. 35t ΦΕΒΡΟΥΑΡΙΟΣ αʹ. Εἰ βροντήσῃ, πόλεμον καὶ πτῶσιν ἀνδρῶν εὐπόρων ἀπειλεῖ. βʹ. εἰ βροντήσῃ, ὁ μὲν σῖτος ἐλάττων, ἡ δὲ κριθὴ κρείττων, καὶ θηρίων μὲν αὔξησις, φθίσις δὲ ἀνθρώπων ἔσται. γʹ. εἰ βροντήσῃ, ἐμφύλιος ἔσται στάσις. δʹ. εἰ βροντήσῃ, οἱ ἄνθρωποι οὐ προσώποις μόνον ἀλλὰ καὶ διανοίαις αὐταῖς ταραχθήσονται. εʹ. εἰ βροντήσῃ, ἄμητος πολὺς καὶ ἀνθρώπων ἀπώλεια ἔσται. ςʹ. εἰ βροντήσῃ, φθορὰ τῶν ξηρῶν καρπῶν, καὶ διαφερόντως τῶν κριθῶν. ζʹ. εἰ βροντήσῃ, φθορὰν οὐκ εἰς μακρὰν ἀνθρώποις ἀπειλεῖ. ηʹ. εἰ βροντήσῃ, πρᾶγμα μέγιστον ἀναφύσεται τῇ πολιτείᾳ, καὶ οἱ μὲν ἰχθύες ἐπιδώσουσι, τὰ δὲ θηρία φθαρήσεται. θʹ. εἰ βροντήσῃ, ἐλάττων ἡ κριθή. ιʹ. εἰ βροντήσῃ, τὰ θηρία τοῖς ἀνθρώποις λυμανεῖται. ιαʹ. εἰ βροντήσῃ, εὐτοκία γυναικῶν. ιβʹ. εἰ βροντήσῃ, θάνατον συχνὸν ἀπειλεῖ καὶ ἀνέμους ἀήθεις. ιγʹ. εἰ βροντήσῃ, εὐθηνία μὲν ἔσται, στάσις δὲ ὅμως πολιτική. ιδʹ. εἰ βροντήσῃ, ἀποβολὴν τέκνων καὶ ἔφοδον ἑρπετῶν ἐπιβλαβῆ ἀπειλεῖ. ιεʹ. εἰ βροντήσῃ, λοιμικὸς ἀὴρ ἔσται, θηρίων τε καὶ μυῶν γένεσις. ιςʹ. εἰ βροντήσῃ, τῷ μὲν δήμῳ αἴσιον, τοῖς δὲ δυνατοῖς ἐκ διχονοίας κακόν. ιζʹ. εἰ βροντήσῃ, θέρος ἔσται ἀφθονώτατον. ιηʹ. εἰ βροντήσῃ, ἄνεμον βαρὺν καὶ φλυκταινῶν ἀνάστημα τοῖς σώμασιν ἀπειλεῖ. ιθʹ. εἰ βροντήσῃ, ἑρπετῶν καὶ ἑλμίνθων πρὸς αὐτοῖς ὄχλος ἔσται. κʹ. εἰ βροντήσῃ, καλοὺς ἀέρας δηλοῖ. καʹ. εἰ βροντήσῃ, εὐθηνίαν δηλοῖ. κβʹ. εἰ βροντήσῃ, ἐπίνοσος ὁ ἀήρ, ἀλλ' οὐ φθαρτικὸς ἔσται. κγʹ. εἰ βροντήσῃ, ἀνθρώποις μὲν δυσμορφίαν, ὀρνέοις δὲ φθορὰν ἀπειλεῖ. κδʹ. εἰ βροντήσῃ, ὑγίειαν μὲν ἀνθρώποις, ἰχθύσι δὲ καὶ ἑρπετοῖς ὄλεθρον ἀπειλεῖ. κεʹ. εἰ βροντήσῃ, τοῖς τρυφῶσιν ἐναντίον· πόλεμοι γὰρ ἔσονται, καὶ ζάλη βαρεῖα. κςʹ. εἰ βροντήσῃ, αὐχμὸν καὶ λειψυδρίαν καὶ ψώρωσιν τοῖς σώμασιν ἀπειλεῖ. κζʹ. εἰ βροντήσῃ, στάσιν τῷ δήμῳ δηλοῖ. κηʹ. εἰ βροντήσῃ, εὐθηνίαν μέν, ἄνεμον δὲ νοσοποιὸν ῥεῦσαι μαντεύεται. κθʹ. εἰ βροντήσῃ, πόλεμον καὶ εὐθηνίαν δηλοῖ. λʹ. εἰ βροντήσῃ, ἀγαθὰ σημαίνει μετὰ μακρᾶς τινος τοῦ δήμου διχοστασίας. 36t ΜΑΡΤΙΟΣ αʹ. Εἰ βροντήσῃ, ἅπαν τὸ ἔτος ἁψιμαχίαι καὶ διχόνοιαι ἔσονται. βʹ. εἰ βροντήσῃ, παύσεται τὰ προαπειλούμενα. γʹ. εἰ βροντήσῃ, κακοδαιμονία μετὰ ἐνδείας τοῖς