1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

19

αʹ. Ἐὰν βροντήσῃ, καὶ τὰ τῆς πολιτείας ἠρέμα πως καλλίονα καὶ εὐθηνία ἔσται. βʹ. ἐὰν βροντήσῃ, νόσους ἅμα καὶ ἔνδειαν τῶν ἐπιτηδείων ἀπειλεῖ. γʹ. ἐὰν βροντήσῃ, δίκας καὶ λέσχας τῷ δήμῳ ἀπειλεῖ. δʹ. ἐὰν βροντήσῃ, ἔνδεια τροφῶν λογικοῖς ἅμα καὶ ἀλόγοις ἔσται. εʹ. ἐὰν βροντήσῃ, τὰς γυναῖκας συνετωτέρας δηλοῖ. ςʹ. ἐὰν βροντήσῃ, μέλιτος μὲν ἀφθονία ἔσται, ὕδατος δὲ καὶ τῶν λοιπῶν τροφίμων λεῖψις. ζʹ. ἐὰν βροντήσῃ, ἀνέμους τραχεῖς καὶ νόσους ὁμοῦ σημαίνει. ηʹ. ἐὰν βροντήσῃ, νόσον ἀκίνδυνον τοῖς τετραπόδοις ἀπειλεῖ. θʹ. ἐὰν βροντήσῃ, ὑγίειαν μὲν ἀνθρώποις ὡς ἐκ τοῦ πλείονος ἐπαγγέλλεται. ιʹ. ἐὰν βροντήσῃ, λύπας καὶ μοχθηρίας τῷ πλήθει ἀπειλεῖ. ιαʹ. ἐὰν βροντήσῃ, εὐετηρία μὲν ἔσται, πτῶσις δὲ ἑρπετῶν καὶ βλάβη τοῖς ἀνθρώποις. ιβʹ. ἐὰν βροντήσῃ, χόρτου καὶ βαλάνου ἀφθονία ἔσται, τῇ δὲ πρώτῃ ἡλικίᾳ κάκωσις. ιγʹ. ἐὰν βροντήσῃ, ὄλεθρος ἔσται τοῖς σώμασι λογικῶν τε καὶ ἀλόγων. ιδʹ. ἐὰν βροντήσῃ, πόλεμον μὲν τοῖς κοινοῖς, ἀφθονίαν δὲ τοῖς καρποῖς δηλοῖ. ιεʹ. ἐὰν βροντήσῃ, ἐπὶ τὸ χεῖρον τὰ πράγματα. ιςʹ. ἐὰν βροντήσῃ, εἰρήνην βαθεῖαν ἐπαγγέλλεται. ιζʹ. ἐὰν βροντήσῃ, οἱ χείρους τῶν ἀνθρώπων στυγνάσουσιν. ιηʹ. ἐὰν βροντήσῃ, πόλεμον ἐμφύλιον ἀπειλεῖ. ιθʹ. ἐὰν βροντήσῃ, φόνους αἱ γυναῖκες καὶ τὸ δουλικὸν τολμήσει. κʹ. ἐὰν βροντήσῃ, ὄλεθρον βοῶν καὶ ταραχὰς τοῖς πράγμασιν ἀπειλεῖ. καʹ. ἐὰν βροντήσῃ, εὐθηνίαν ἅμα καὶ διχόνοιαν τῷ δήμῳ δηλοῖ. κβʹ. ἐὰν βροντήσῃ, καλὰ μετρίως τὰ πράγματα ἀνὰ πάντα τὸν ἐνιαυτόν. κγʹ. ἐὰν βροντήσῃ, κεραυνὸν πεσεῖσθαι δηλοῖ καὶ φόνους ἀπειλεῖ. κδʹ. ἐὰν βροντήσῃ, ἀπώλειαν εὐγενῶν νέων ἀπειλεῖ. κεʹ. ἐὰν βροντήσῃ, χειμῶνα καὶ σπάνιν ὀπωρῶν ἔσεσθαι προλέγει. κςʹ. ἐὰν βροντήσῃ, πόλεμον σημαίνει. κζʹ. ἐὰν βροντήσῃ, πολέμους ἅμα καὶ δόλους ἀπειλεῖ. κηʹ. ἐὰν βροντήσῃ, εὐθηνίαν μὲν τῶν καρπῶν, φθορὰν δὲ τῶν βοῶν σημαίνει. κθʹ. ἐὰν βροντήσῃ, οὐδεμίαν ἐναλλαγὴν σημαίνει. λʹ. ἐὰν βροντήσῃ, νόσους τῇ πόλει, ἐφ' ἧς ῥαγήσεται, ἀπειλεῖ. 30τ ΣΕΠΤΕΜΒΡΙΟΣ αʹ. Ἐὰν βροντήσῃ, εὐετηρίαν ἅμα καὶ εὐφροσύνην δηλοῖ. βʹ. ἐὰν βροντήσῃ, διχόνοια τῷ δήμῳ ἔσται. γʹ. ἐὰν βροντήσῃ, κατομβρίαν καὶ πόλεμον δηλοῖ. δʹ. ἐὰν βροντήσῃ, δυνατοῦ πτῶσιν παὶ πολέμου παρασκευὴν δηλοῖ. εʹ. ἐὰν βροντήσῃ, κριθῆς μὲν ἀφθονίαν, σίτου δὲ ἐλάττωσιν δηλοῖ. ςʹ. ἐὰν βροντήσῃ, δύναμις ἔσται ταῖς γυναιξὶ κρείττων ἢ κατ' αὐτάς. ζʹ. ἐὰν βροντήσῃ, νόσον καὶ πτῶσιν τῷ δουλικῷ ἐξ αὐτῆς ἀπειλεῖ. ηʹ. ἐὰν βροντήσῃ, τοὺς μάλιστα δυνατοὺς τοῦ πολιτεύματος σκολιὰ ἐννοεῖν, ἀποτεύξεσθαι δὲ τῶν νοουμένων κατηγορεῖ. θʹ. ἐὰν βροντήσῃ, ἄνεμον πνεῦσαι ἐπίνοσον ἀπειλεῖ. ιʹ. ἐὰν βροντήσῃ, ἔρις ἔσται τῷ τόπῳ ἐφ' οὗ ῥαγήσεται πρὸς ἕτερον οὐκ ἄλογος. ιαʹ. ἐὰν βροντήσῃ, οἱ ὑπεξούσιοι τῶν εὐγενῶν σκέψονταί τι καινὸν ἐν τοῖς κοινοῖς. ιβʹ. ἐὰν βροντήσῃ, ἔπομβρον τὸν τοῦ ἀμητοῦ καιρὸν καὶ λιμὸν ἔσεσθαι λέγει. ιγʹ. ἐὰν βροντήσῃ, λιμὸν βαρὺν ἀπειλεῖ. ιδʹ. ἐὰν βροντήσῃ, νόσους ἀπειλεῖ. ιεʹ. ἐὰν βροντήσῃ, κατομβρίαν μὲν δηλοῖ, εὐθηνίαν δὲ ὅμως. ιςʹ. ἐὰν βροντήσῃ, ὁ σπόρος πολὺς, ἄκαρπος δὲ δηλοῦται. ιζʹ. εἰ βροντήσῃ, ἔνδειαν τῶν ἀναγκαίων ἀπειλεῖ. ιηʹ. εἰ βροντήσῃ, λιμὸν ἅμα καὶ πολέμους σημαίνει. ιθʹ. εἰ βροντήσῃ, ὁ μὲν δενδρώδης καρπὸς ἐπιτεύξεται, νόσοι δὲ καὶ στάσεις δημοτικαὶ ἔσονται. κʹ. εἰ βροντήσῃ, ἀπώλειαν κλεινοῦ ἀνθρώπου καὶ πόλεμον ἀπειλεῖ. καʹ. εἰ βροντήσῃ, λύπας καὶ ζημίας τῷ δήμῳ ἀπειλεῖ. κβʹ. εἰ βροντήσῃ, εὐθηνίαν μέν, χειμῶνα δὲ βαρὺν καὶ ὑγρὸν σημαίνει. κγʹ. εἰ βροντήσῃ, τὸν χειμῶνα τοῦ ἔτους ἐνδεᾶ προλέγει. κδʹ. εἰ βροντήσῃ, λειψυδρίαν ἀπειλεῖ. τῶν δὲ ἀκροδρύων εὐφορία ἔσται, περὶ δὲ τὸ φθινόπωρον θυέλλαις διαφθαρήσεται. κεʹ. εἰ βροντήσῃ, ἐκ διχονοίας τοῦ πολιτεύματος τύραννος ἀναστήσεται, καὶ αὐτὸς μὲν