1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

24

ὄσπρια φθαρήσεται. ςʹ. εἰ βροντήσῃ, θᾶττον ἀκμάσαι τοὺς καρποὺς καὶ φθαρῆναι δηλοῖ. ζʹ. εἰ βροντήσῃ, ὀρνέων καὶ ἰχθύων ἀφθονία ἔσται. ηʹ. εἰ βροντήσῃ, ἀπαίσιον τῷ δήμῳ. θʹ. εἰ βροντήσῃ, λοιμὸν σημαίνει, ἀλλὰ μετρίως ἐπικίνδυνον. ιʹ. εἰ βροντήσῃ, ταραχὰς κατομβρίας καὶ ὑπερχύσεις ποταμῶν ἐπιβλαβεῖς δηλοῖ, σαυρῶν τε καὶ ἑρπετῶν πλῆθος. ιαʹ. εἰ βροντήσῃ, εὐθηνίαν κατά τε τὴν γῆν κατά τε τὴν θάλασσαν ἐλπιστέον. ιβʹ. εἰ βροντήσῃ, φθορὰ ἰχθύων ἔσται. ιγʹ. εἰ βροντήσῃ, ἐπίδοσιν ποταμίων ὑδάτων δηλοῖ, νόσους δὲ τοῖς ἀνθρώποις. ιδʹ. εἰ βροντήσῃ, ἀνατολικὸς ἔσται πόλεμος καὶ φθορὰ πολλή. ιεʹ. εἰ βροντήσῃ, εὐθηνίαν δηλοῖ. ιςʹ. εἰ βροντήσῃ, εὔχεσθαι δεῖ διὰ τὰ ἀπειλούμενα. ιζʹ. εἰ βροντήσῃ, ὑετὸν σημαίνει. ιηʹ. εἰ βροντήσῃ, στάσιν καὶ ἐξ αὐτῆς πόλεμον καὶ ἔνδειαν τῶν ἐπιτηδείων. ιθʹ. εἰ βροντήσῃ, εὐνοίᾳ τοῦ δήμου ἀνήρ τις εἰς ἄκρον εὐδαιμονίας ἀρθήσεται. κʹ. εἰ βροντήσῃ, τοῖς μὲν περὶ τὴν ἀνατολὴν εὐθηνία, τοῖς δὲ ἐπὶ δύσιν οὐχ οὕτως. καʹ. εἰ βροντήσῃ, εὐχῶν δεῖ διὰ τὰ ἀπειλούμενα. κβʹ. εἰ βροντήσῃ, κατομβρίαν καὶ φθορὰν τῶν θαλαττίων ἰχθύων σημαίνει. κγʹ. εἰ βροντήσῃ, εὐομβρίαν καρποφόρον δηλοῖ. κδʹ. εἰ βροντήσῃ, μεγάλα κακά, ὡς ἐξ ἀθυμίας λειποθυμῆσαι τοὺς ὑπηκόους. κεʹ. εἰ βροντήσῃ, ἀνάπαυλαν καὶ ὕφεσιν τῶν κακῶν ἐλπιστέον. κςʹ. εἰ βροντήσῃ, καλὸν τοῖς περὶ γεωργίαν ἔχουσιν. κζʹ. εἰ βροντήσῃ, διοσημεία ἔσται καὶ κομήτης ἐξαφθήσεται. κηʹ. εἰ βροντήσῃ, ὡσαύτως ἔσται. κθʹ. εἰ βροντήσῃ, πόλεμον ἀρκτῷον σημαίνει, ἀλλ' ἀκίνδυνον τοῖς πράγμασιν. λʹ. εἰ βροντήσῃ, τὰ φυτὰ τῷ ἀνέμῳ συντριβήσεται. Ταύτην τὴν ἐφήμερον βροντοσκοπίαν ὁ Νιγίδιος οὐ καθολικὴν ἀλλὰ μόνης εἶναι τῆς Ῥώμης ἔκρινεν. 3941t ΒΡΟΝΤΟΣΚΟΠΙΑ ΕΚ ΤΩΝ ΦΟΝΤΗΙΟΥ ΤΟΥ ΡΩΜΑΙΟΥ ΚΑΘ' ΕΡΜΗΝΕΙΑΝ ΠΡΟΣ ΛΕΞΙΝ Σελήνης ἐχούσης τὸν αἰγόκερων εἰ ἐν ἡμέρᾳ βροντὴ γένηται, τύραννον ἐπαναστήσεσθαι ἀπειλεῖ τοῖς ἀπὸ τῆς στενῆς θαλάσσης ἄχρι Νείλου χωρίοις, ἐκπεσεῖν δὲ ὅμως αὐτὸν τῆς ἐγχειρήσεως. οὐχ ἥκιστα δὲ καὶ τῶν ἐπιτηδείων ἔσται ἐλάττωσις. ὑπονοστήσει δὲ καὶ ὁ Νεῖλος, καὶ διχόνοια ἔσται τέκνοις πρὸς γονεῖς, καὶ ταραχαὶ τῶν ἀρχόντων ἐνίοις. Πέρ σαι δὲ καὶ οἱ τῆς Εὐρώπης τὸ δυτικὸν ἔχοντες ἠρεμήσουσιν. εἰ δὲ νυκτός, ἔθνη βάρβαρα κατ' ἀλλήλων ἐξενεχθήσεται, καὶ δογμάτων ἕνεκα τὰ τῆς Ῥωμαϊκῆς εἰρήνης σαλευθήσεται, καὶ τόπους δέ τινας τοῦ πολιτεύματος πολέμιοι πρὸς βραχὺ καθέξουσιν. ἄρχοντες ἐκ τῶν δυτικῶν ὁρμώμενοι ἡγήσονται παρανόμως τῶν κοινῶν. δυσδαίμονες δὲ ἔσονται οἱ τῶν ἀνθρώπων πλείους, καὶ χειμῶνες πικροί, καὶ ναυάγια, καὶ σάλοι σφαλεροί. Σελήνης ἐν ὑδροχόῳ οὔσης εἰ ἐν ἡμέρᾳ βροντήσῃ, κλεινῶν ἀνθρώπων καταλύσεις δηλοῖ ἐμπρησμούς τε βαρεῖς. καὶ ὁ μὲν ἄμητος ἱλαρός, ἀκρίσι δὲ καὶ θηρίοις ἐκβρωθήσεται, ἡ δὲ σταφυλὴ σφηξί. καὶ τὸ πάντων σχετλιώτερον, φάσματα τοῖς σώμασιν ἐνοχλήσει μετὰ νόσων, καὶ τῶν ὑδάτων διαμαρτήσει τὸ νόστιμον. καὶ οἱ μὲν ἐλάττονες τὰς τύχας ἐπὶ τὸ βέλτιον ἀνασπασθήσονται, οἱ δὲ μείζους ἐπὶ τὸ χεῖρον ἐκπεσοῦνται. ἀμετρία τε τῶν νόμων τὴν εἰρήνην ταράξει, καὶ ἐθνικῶν ἔσται ἐπὶ τῆς πολιτείας πάροδος. εἰ δὲ νυκτὸς βροντήσῃ, ἀπολεγέτω μὲν τῇ εἰρήνῃ τὸ δυτικόν, ὁ δὲ ἄμητος τῆς Ἀσίας εὐκταιότατος, καὶ οἱ ἄρχοντες παρὰ τὸ κρατοῦν ἐν αὐτοῖς οὐ σφόδρα τοὺς ὑπηκόους λυπήσουσι. Σελήνης ἐν ἰχθύσιν οὔσης ἐὰν βροντὴ ἐν ἡμέρᾳ γένηται, ὑδάτων ἐπίδοσιν δηλοῖ οὐ ποταμίων μόνον ἀλλὰ καὶ θαλαττίων, ἀχλύν τε τῷ ἀέρι, ἀλλὰ καὶ ἀφανισμὸν τοῖς ἰχθύσιν ἀπειλεῖ. τὰ δὲ θηρία πρὸς τὰς παγίδας αὐτομολήσει· φυτεύειν δ' ὅμως φυτὰ ἐπευκταῖον. καὶ νοσῶδες μὲν τὸ