1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

39

δύσεως τῶν πλειάδων. 68t ΟΚΤΩΒΡΙΟΣ αʹ. καλένδαις Ὀκτωβρίαις αἱ πλειάδες ἀπὸ τῆς ἀνατολῆς ἄρχονται φαίνεσθαι, καὶ νότος ὄρθρου πνεῖ. βʹ. τῇ πρὸ ςʹ νωνῶν Ὀκτωβρίων ὡσαύτως ὅ τε ἀὴρ αἵ τε πλειάδες. γʹ. τῇ πρὸ εʹ νωνῶν ὁ ἡνίοχος δύεται, καὶ ἀπὸ βορέου βροντᾷ. δʹ. τῇ πρὸ δʹ νωνῶν οἱ ἔριφοι ἀνίσχουσι καὶ ὕει. εʹ. τῇ πρὸ γʹ νωνῶν ὁ στέφανος ἀνίσχει καὶ τροπὴ βορεινή. ςʹ. τῇ πρὸ αʹ νωνῶν τὸ μέσον τοῦ κριοῦ δύεται, καὶ ὁ σκορπίος σὺν αὐτῷ. ζʹ. νώναις Ὀκτωβρίαις ὡσαύτως. ηʹ. τῇ πρὸ ηʹ εἰδῶν Ὀκτωβρίων ὁ στέφανος σὺν τοῖς ἐρίφοις ἀνίσχων τρέπει τὸν ἀέρα. θʹ. τῇ πρὸ ζʹ εἰδῶν οἱ ἔριφοι σὺν ταῖς πλειάσιν ἀνίσχουσι, καὶ πνεῖ ἄνεμος λίψ. ιʹ. τῇ πρὸ ςʹ εἰδῶν ὁ ζυγὸς ἄρχεται ἀνίσχειν, καὶ ζέφυρος πνεῖ. ιαʹ. τῇ πρὸ εʹ εἰδῶν ὁ στέφανος ὄρθρου ἀνίσχων ἐναλλάττει τοὺς ἀνέμους. ιβʹ. τῇ πρὸ δʹ εἰδῶν αἱ πλειάδες ἀνίσχουσι, καὶ νότος πνεῖ. ιγʹ. τῇ πρὸ γʹ εἰδῶν ὁ στέφανος ἀνίσχων ἐναλλάττει τοὺς ἀνέμους, καὶ θαλάσσης ταραχὴ γίνεται. ιδʹ. τῇ πρὸ αʹ εἰδῶν βορρᾶς πλατὺς πνεῖ. ιεʹ. εἰδοῖς Ὀκτωβρίαις τὸ μέσον τοῦ φθινοπώρου καὶ ἄνεμος νότος. ιςʹ. τῇ πρὸ ιζʹ καλενδῶν Νοεμβρίων ὁ Ὠρίων ἀνίσχει, καὶ δροσώδης ὁ ἀήρ. ιζʹ. τῇ πρὸ ιςʹ καλενδῶν ὡσαύτως. ιηʹ. τῇ πρὸ ιεʹ καλενδῶν ἡ πᾶσα ἡμέρα συννεφής. ιθʹ. τῇ πρὸ ιδʹ καλενδῶν ὁ ἥλιος ἐν σκορπίῳ, καὶ ζέφυρος πνεῖ. κʹ. τῇ πρὸ ιγʹ καλενδῶν δύονται αἱ πλειάδες, καὶ τροπὴ τοῦ ἀέρος. καʹ. τῇ πρὸ ιβʹ καλενδῶν ὡσαύτως· ἀλλὰ καὶ ὕει. κβʹ. τῇ πρὸ ιαʹ καλενδῶν δύεται ἡ οὐρὰ τοῦ ταύρου, καὶ νότος πνεῖ ὑετώδης. κγʹ. τῇ πρὸ ιʹ καλενδῶν δύεται ὁ σκορπίος, καὶ βορρᾶς πνεῖ καὶ χειμὼν κατὰ θάλασσαν. κδʹ. τῇ πρὸ θʹ καλενδῶν δύονται αἱ πλειάδες. κεʹ. τῇ πρὸ ηʹ καλενδῶν ὁ κένταυρος ὄρθρου δύεται. κςʹ. τῇ πρὸ ζʹ καλενδῶν τὸ μέτωπον τοῦ σκορπίου δύεται. κζʹ. τῇ πρὸ ςʹ καλενδῶν αἱ ὑάδες δύονται, καὶ βορρᾶς ψυχρὸς καὶ χειμὼν κατὰ θάλασσαν. κηʹ. τῇ πρὸ εʹ καλενδῶν αἱ πλειάδες καὶ ὁ Ὠρίων παντελῶς δύονται. κθʹ. τῇ πρὸ δʹ καλενδῶν ὁ ἀρκτοῦρος δύεται, καὶ οἱ ἄνεμοι βιαιότεροι. λʹ. τῇ πρὸ γʹ καλενδῶν ἡ Κασσιόπεια ἄρχεται δύεσθαι. λαʹ. τῇ πρὸ αʹ καλενδῶν ὁ Ὠρίων ὅλος ἀποκρύπτεται, καὶ ὁ μὲν ἀετὸς ἐν ἑσπέρᾳ, ἡ δὲ λύρα ὄρθρου ἀνίσχει. 69t ΝΟΕΜΒΡΙΟΣ αʹ. καλένδαις Νοεμβρίαις αἱ πλειάδες δύονται. ἕωθεν πάχνη, καὶ τοῦ ἀρκτούρου δυομένου τροπὴ τοῦ ἀέρος ἐπὶ τὸ ψυχρότερον. βʹ. τῇ πρὸ δʹ νωνῶν Νοεμβρίων ἄνεμοι ψυχροὶ καὶ βροχαί. γʹ. τῇ πρὸ γʹ νωνῶν ἡ λύρα ὄρθρου ἀνίσχει, καὶ πρῶτα βορρᾶς, εἶτα καὶ νότος. δʹ. τῇ πρὸ αʹ νωνῶν νότος σὺν τῷ ζεφύρῳ καὶ ὑετός. εʹ. νώναις Νοεμβρίαις ἡ λύρα ἀνίσχοντος ἡλίου φαίνεται, καὶ ἄνεμος βορέας. ςʹ. τῇ πρὸ ηʹ εἰδῶν Νοεμβρίων ὄρθρου ὁ ἀρκτοῦρος δύεται, καὶ συννέφεια. ζʹ. τῇ πρὸ ζʹ εἰδῶν αἱ πλειάδες καὶ ὁ Ὠρίων δύονται, καὶ πνεῖ ὁ βορρᾶς. ηʹ. τῇ πρὸ ςʹ εἰδῶν στυγνὸς ὁ ἀήρ. θʹ. τῇ πρὸ εʹ εἰδῶν λαμπρὸν ἄστρον τοῦ σκορπίου, καὶ χειμερινὴ τροπή. ιʹ. τῇ πρὸ δʹ εἰδῶν ἄρχεται ὁ χειμών. ιαʹ. τῇ πρὸ γʹ εἰδῶν αἱ πλειάδες ὑποκρύπτονται. ιβʹ. τῇ πρὸ αʹ εἰδῶν τοῦ σκορπίου τὸ μέσον ἄστρον ἀνίσχει. ιγʹ. εἰδοῖς Νοεμβρίαις αἱ πλειάδες καὶ ὁ Ὠρίων ὄρθρου δύονται. ιδʹ. τῇ πρὸ ιηʹ καλενδῶν ∆εκεμβρίων ὄρθρου ὁ σκορπίος δύεται. ιεʹ. τῇ πρὸ ιζʹ καλενδῶν ἡ λύρα ἀνίσχει ἕωθεν, εὖρός τε πνεῖ ἅμα καὶ νότος σὺν τῷ βορρᾷ. ιςʹ. τῇ πρὸ ιςʹ καλενδῶν τὸ αὐτό. ιζʹ. τῇ πρὸ ιεʹ καλενδῶν χειμάζει, καὶ νότος ἕπεται. ιηʹ. τῇ πρὸ ιδʹ καλενδῶν ὁ ἥλιος ἐν τοξότῃ. καὶ ὁ Ὠρίων ἀνίσχει σὺν τῇ λύρᾳ, καὶ ταραχὴ τοῦ ἀέρος. ιθʹ. τῇ πρὸ ιγʹ καλενδῶν τὸ κέρας τοῦ ταύρου σὺν τῷ ἡλίῳ δύεται, καὶ πνεῖ