1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

21

βροντήσῃ, ἀκρίδες καὶ μυῶν ἀρουραίων γένεσις, τῷ δὲ βασιλεῖ κίνδυνος, καὶ σίτου ἀφθονία ἔσται. ιζʹ. εἰ βροντήσῃ, νομὴν ἄφθονον τοῖς κτήνεσι δηλοῖ. ιηʹ. εἰ βροντήσῃ, πόλεμον δηλοῖ καὶ τοῖς ἀστειοτέροις λύπας. ιθʹ. εἰ βροντήσῃ, γυναικῶν εὐπραγίας. κʹ. εἰ βροντήσῃ, λιμὸν ἀλλ' οὐκ εἰς μακρὰν δηλοῖ. καʹ. εἰ βροντήσῃ, οἱ μύες φθαρήσονται, εὐθηνία δὲ οὐ σίτου μόνον ἀλλὰ καὶ νομῆς, καὶ ἰχθύων πλῆθος. κβʹ. εἰ βροντήσῃ, εὐετηρίαν δηλοῖ. κγʹ. εἰ βροντήσῃ, ἄνεμος νοσώδης πνεύσει. κδʹ. εἰ βροντήσῃ, φρούριον τῇ πολιτείᾳ χρηστὸν ὑπὸ πολεμίοις τελέσει. κεʹ. εἰ βροντήσῃ, πόλεμος ἐπικίνδυνος ἔσται· καὶ ἄνεμος νοσώδης πνεύσει. κςʹ. εἰ βροντήσῃ, πόλεμον ἐμφύλιον καὶ πτῶσιν πολλῶν δηλοῖ· ὄμβροι τε ἔσονται λοιμώδεις. κζʹ. εἰ βροντήσῃ, τὰ αὐτὰ ἀπειλεῖ. κηʹ. εἰ βροντήσῃ, τῆς συγκλήτου πολλοὶ ἀθυμίᾳ φθαρήσονται. κθʹ. εἰ βροντήσῃ, οἱ μὲν χείρους κάλλιον πράξουσιν, αἱ δὲ ἐσόμεναι ὀπῶραι φθαρήσονται. λʹ. εἰ βροντήσῃ, θεοφιλέστερον οἱ ἄνθρωποι ζήσονται· καὶ εἰκότως σύμμετρα τὰ κακά. 33t ∆ΕΚΕΜΒΡΙΟΣ αʹ. Εἰ βροντήσῃ, εὐετηρίαν μεθ' ὁμονοίας δηλοῖ. βʹ. εἰ βροντήσῃ, ἀφθονία ἰχθύων καὶ καρπῶν διαφερόντως. γʹ. εἰ βροντήσῃ, τοῖς θρέμμασιν ἄνθρωποι καταχρήσονται δι' ἔνδειαν ἰχθύων. δʹ. εἰ βροντήσῃ, βαρὺς ἔσται χειμών, εὐθηνία δὲ ὅμως. εʹ. εἰ βροντήσῃ, νόσους ψωρώδεις ἀπειλεῖ. ςʹ. εἰ βροντήσῃ, αἰσίους ὀνείρους οἱ ἄνθρωποι ἐνυπνιασθήσονται, οἳ κακὸν πέρας ἕξουσιν. ζʹ. εἰ βροντήσῃ, τὸ αὐτὸ δηλοῖ πᾶσιν. ηʹ. εἰ βροντήσῃ, νότος ἐπικρατήσει· ἐξ οὗ εὐθηνία μὲν καρπῶν ἔσται, ὄλεθρος δὲ θρεμμάτων. θʹ. εἰ βροντήσῃ, κλεινοῦ ἀνδρὸς πτῶσις ἔσται. ιʹ. εἰ βροντήσῃ, φθορὰν ἀνθρώποις ἐκ νοσημάτων ἀπειλεῖ, οἱ δὲ ἰχθύες ἐπιδώσουσιν. ιαʹ. εἰ βροντήσῃ, καυσώδης ἡ θερινὴ ἔσται τροπή, καὶ ἀφθονία ἐπείσακτος. ιβʹ. εἰ βροντήσῃ, ἐκ γαστρορροίας νόσους ἀπειλεῖ. ιγʹ. εἰ βροντήσῃ, εὐθηνίαν, νόσους δὲ ἀπειλεῖ. ιδʹ. εἰ βροντήσῃ, ἐμφύλιον ἅμα πόλεμον καὶ εὐθηνίαν δηλοῖ. ιεʹ. εἰ βροντήσῃ, πολλοὶ ἐπὶ πόλεμον πορεύσονται, ὀλίγοι δὲ ἀναστρέψουσιν. ιςʹ. εἰ βροντήσῃ, καινοπρεπῆ πράγματα ἐπὶ τῆς πολιτείας. ιζʹ. εἰ βροντήσῃ, ἀκρίδας φύσεσθαι λεπτὰς ἀπειλεῖ, εὐθηνίαν δὲ ὅμως. ιηʹ. εἰ βροντήσῃ, πόλεμος ἔσται βαρύς. ιθʹ. εἰ βροντήσῃ, ἐπίτασιν τοῦ πολέμου ἀπειλεῖ. κʹ. εἰ βροντήσῃ, ἔνδειαν τῶν ἀναγκαίων λέγει. καʹ. εἰ βροντήσῃ, ἄνεμον θερμὸν καὶ νοσοποιὸν ῥεῦσαι ἀπειλεῖ. κβʹ. εἰ βροντήσῃ, καυσῶδες ἔσται τὸ θέρος καὶ πολύκαρπον. κγʹ. εἰ βροντήσῃ, ἀνθρώποις νόσον δηλοῖ, ἀλλ' ἀκίνδυνον. κδʹ. εἰ βροντήσῃ, ἐμφυλίους πολέμους τῇ πόλει καὶ ὄλεθρον τοῖς ὑλαίοις θηρίοις ἀπειλεῖ. κεʹ. εἰ βροντήσῃ, ἐκστρατείας κίνησις ἐπὶ πόλεμον, ἀλλ' εὐτυχήσει. κςʹ. εἰ βροντήσῃ, νόσους τοῖς θεράπουσιν ἀπειλεῖ. κζʹ. εἰ βροντήσῃ, ὁ βασιλεὺς πολλοὺς ὠφελήσει. κηʹ. εἰ βροντήσῃ, ἀκρίδων γένεσις. κθʹ. εἰ βροντήσῃ, ἰσχνότητα τοῖς σώμασιν ὑγιεινὴν δηλοῖ. λʹ. εἰ βροντήσῃ, ἀνταρσίαν κατὰ τῆς βασιλείας δηλοῖ καὶ εἰκότως πόλεμον. 34t ΙΑΝΟΥΑΡΙΟΣ αʹ. Εἰ βροντήσῃ, ἐλαφρὸς ἄνεμος ῥεύσει, ἀλλ' ἀκίνδυνος. βʹ. εἰ βροντήσῃ, ἀδόκητος ἔσται πόλεμος. γʹ. εἰ βροντήσῃ, μετὰ νίκην ἧτταν τοῖς ἐν πολέμῳ φράζει· εὐθηνία δὲ ἔσται. δʹ. εἰ βροντήσῃ, ὁμονοήσει ὁ δῆμος πρὸς εἰρήνην. εʹ. εἰ βροντήσῃ, ὑγίειαν τοῖς κτήνεσι σημαίνει. ςʹ. εἰ βροντήσῃ, βηχώδη νόσον ἀπειλεῖ, ἀφθονίαν δὲ ἰχθύων καὶ καρπῶν δηλοῖ. ζʹ. εἰ βροντήσῃ, δουλομαχία ἔσται καὶ νόσος συχνή. ηʹ. εἰ βροντήσῃ, ὁ δυνάστης τῆς πολιτείας πρὸς τοῦ δήμου κινδυνεύσει. θʹ. εἰ βροντήσῃ, ὁ τῆς ἀνατολῆς βασιλεὺς κινδυνεύσει. ιʹ. εἰ βροντήσῃ, ἀνέμου κίνησιν σφοδρὰν καὶ σίτου μὲν