1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

23

πράγμασιν. δʹ. εἰ βροντήσῃ, εὐθηνία ἀφθονωτάτη ἔσται. εʹ. εἰ βροντήσῃ, εὐήλιον τὸ ἔαρ καὶ εὔκαρπον τὸ θέρος ἔσται. ςʹ. εἰ βροντήσῃ, ὅμοια τοῖς πρὸ ταύτης. ζʹ. εἰ βροντήσῃ, ἄνεμος βαρὺς ἀναστήσεται, ὁ δὲ κρατῶν τὰ πράγματα κινήσει. ηʹ. εἰ βροντήσῃ, βροχὰς σημαίνει. θʹ. εἰ βροντήσῃ, φθορὰν μὲν ἀνθρώπων, γένεσιν δὲ θηρίων ἀπειλεῖ. ιʹ. εἰ βροντήσῃ, φθορὰ τοῖς τετραπόδοις. ιαʹ. εἰ βροντήσῃ, κατομβρίαν καὶ ἀκρίδων γένεσιν δηλοῖ. ιβʹ. εἰ βροντήσῃ, δυνατὸς τοῦ πολιτεύματος ἢ στρατηγὸς κινδυνεύσει, διὸ μάχαι συρραγήσονται, καὶ τὰ θηρία τοῖς ἀνθρώποις ἐπέλθῃ. ιγʹ. εἰ βροντήσῃ, εὐθηνία ἔσται, τὰ δὲ θηρία φθαρήσεται, καὶ οἱ ἰχθύες ἐπιδώσουσι· καὶ ἑρπετὰ τοῖς οἰκήμασιν ἐνοχλήσει, οὐ μὴν βλάψει. ιδʹ. εἰ βροντήσῃ, εὐθηνίαν μὲν σημαίνει, θάνατον δὲ ἀνθρώπων καὶ γένεσιν θηρίων ἀπειλεῖ. ιεʹ. εἰ βροντήσῃ, καύματα σημαίνει καὶ λειψυδρίαν καὶ μυῶν ὄχλον καὶ ἰχθύων πολύν. ιςʹ. εἰ βροντήσῃ, ὑγιεινὸν μὲν τὸ ἔτος, ἀλλ' ἐνδεὲς τῶν ἐπιτηδείων. ιζʹ. εἰ βροντήσῃ, πρᾶγμα παράδοξον τῷ δήμῳ συμβήσεται, συχνὴ δὲ φθορὰ ἀνθρώποις τε καὶ θηρίοις τετράποσιν. ιηʹ. εἰ βροντήσῃ, κατομβρίαν καὶ νόσον καὶ ἀκρίδων γένεσιν καὶ ἐγγὺς ἀκαρπίαν δηλοῖ. ιθʹ. εἰ βροντήσῃ, αὐχμὸς ξηρότατος καὶ φθοροποιός. κʹ. εἰ βροντήσῃ, εὐπορώτερον οἱ ἄνθρωποι ἅμα καὶ ἀφθονώτερον ζήσονται. καʹ. εἰ βροντήσῃ, εὐθηνίαν μετὰ πολέμους καὶ φθορώδεις αὐχμοὺς δηλοῖ. κβʹ. εἰ βροντήσῃ, φθορὰν μὲν ὀρνέων, ἐπίδοσιν δὲ τῶν ἐπιτηδείων. κγʹ. εἰ βροντήσῃ, στάσεις δηλοῖ. κδʹ. εἰ βροντήσῃ, εὐθηνίαν σημαίνει. κεʹ. εἰ βροντήσῃ, καινὰ πράγματα τῷ δήμῳ ἀναφύεται. κςʹ. εἰ βροντήσῃ, κτῆσιν ἐπεισάκτων ἀνδραπόδων δηλοῖ. κζʹ. εἰ βροντήσῃ, ἐπείσακτον εὐθηνίαν δηλοῖ. κηʹ. εἰ βροντήσῃ, ἀφθονία ἰχθύων θαλαττίων ἔσται. κθʹ. εἰ βροντήσῃ, αἱ γυναῖκες τῆς κρείττονος δόξης ἀνθέξονται. λʹ. εἰ βροντήσῃ, δυνατός τις τῆς βασιλείας ἐγκρατὴς ἔσται, δι' οὗ εὐφροσύνη. 37t ΑΠΡΙΛΙΟΣ αʹ. Εἰ βροντήσῃ, ἐμφύλιον στάσιν καὶ ἀποπτώσεις οὐσιῶν ἀπειλεῖ. βʹ. εἰ βροντήσῃ, δίκης σημεῖον, ἐσθλοῖς ἐσθλὰ φερούσης καὶ φαύλοις φαῦλα. γʹ. εἰ βροντήσῃ, κέρδη ἐξ ἐπεισάκτου εὐθηνίας δηλοῖ. δʹ. εἰ βροντήσῃ, ὀργὴν τῶν κρειττόνων ἀπειλεῖ τοῖς ἀξίοις. εʹ. εἰ βροντήσῃ, αὐχμὸν μὲν τῷ ἦρι, ὑγιεινὸν δὲ τὸν ἐνιαυτὸν σημαίνει. ςʹ. εἰ βροντήσῃ, πόλεμοι ἐμφύλιοι ἀναστήσονται. ζʹ. εἰ βροντήσῃ, ἀγαθὰ πάντα καὶ ἄφθονον εὐετηρίαν δηλοῖ. ηʹ. εἰ βροντήσῃ, κατομβρίαν δηλοῖ ἐπίνοσον. θʹ. εἰ βροντήσῃ, νίκην τῇ βασιλείᾳ δηλοῖ καὶ τοῖς δυνατοῖς εὐφροσύνην. ιʹ. εἰ βροντήσῃ, ἀνδρῶν ἀγαθῶν προκοπαὶ ἔσονται. ιαʹ. εἰ βροντήσῃ, τὰ αὐτὰ σημαίνει. ιβʹ. εἰ βροντήσῃ, βροχὰς καὶ εὐθηνίας καὶ φθορὰν ἰχθύων δηλοῖ. ιγʹ. εἰ βροντήσῃ, ἀνθρώποις καὶ κτήνεσι φθορὰν ἀπειλεῖ. ιδʹ. εἰ βροντήσῃ, ὑγίειαν καὶ εὐθηνίαν δηλοῖ. ιεʹ. εἰ βροντήσῃ, λοιμὸν σημαίνει. ιςʹ. εἰ βροντήσῃ, εὐθηνίαν μέν, μυῶν δὲ ἀρουραίων γένεσιν δηλοῖ. ιζʹ. εἰ βροντήσῃ, ἀφθονίαν τῶν ἐπιτηδείων σημαίνει. ιηʹ. εἰ βροντήσῃ, διχόνοιαν καὶ ἀνδρῶν ἀστοχίαν σημαίνει. ιθʹ. εἰ βροντήσῃ, δυνατὸς ἀνὴρ τῆς πολιτείας οὐσίας ἅμα καὶ δόξης ἀφαιρεθήσεται. κʹ. εἰ βροντήσῃ, θεοχολωσίαν σημαίνει. καί. εἰ βροντήσῃ, τοῖς μὲν καρποῖς δεξιόν, τῇ δὲ πολιτείᾳ πόλεμον σημαίνει. κβʹ. εἰ βροντήσῃ, φθορὰ τῶν μυῶν ἔσται. κγʹ. εἰ βροντήσῃ, βροχὴν ὠφέλιμον τοῖς σπορίμοις δηλοῖ. κδʹ. εἰ βροντήσῃ, διχόνοια ἔσται τῶν δυνατῶν, τὰ δὲ σκέμματα αὐτῶν ἀναφανήσεται. κεʹ. εἰ βροντήσῃ, εἰρήνη ἀνὰ πάντα τὸν ἐνιαυτόν. κςʹ. εἰ βροντήσῃ, ἐλπίδα καρπῶν μεγάλην καὶ ἀμήτων σπάνιν δηλοῖ. κζʹ. εἰ βροντήσῃ, διοσημεία παράδοξος ὀφθήσεται. κηʹ. εἰ βροντήσῃ, ὅπλοις ὁ δῆμος ἀναζώσεται. κθʹ. εἰ βροντήσῃ, ἐπικρατήσει ὁ ζέφυρος. λʹ. εἰ βροντήσῃ, πραγμάτων καλῶν ἐπομβρία. 38t ΜΑΙΟΣ αʹ. Εἰ βροντήσῃ, φυγὴν τῷ δήμῳ καὶ ἀτιμίαν δηλοῖ. βʹ. εἰ βροντήσῃ, λιμὸν ἀπειλεῖ. γʹ. εἰ βροντήσῃ, ἐπείσακτον εὐθηνίαν δηλοῖ. δʹ. εἰ βροντήσῃ, εὔκρατος ἀήρ, καὶ οἱ καρποὶ εὐθηνοὶ ἔσονται. εʹ. εἰ βροντήσῃ, ἐναλλαγὴ τῶν λυπηρῶν τοῖς πράγμασιν ἔσται, καὶ πλείων ὁ σῖτος ἤπερ ἡ κριθή· τὰ δὲ