1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

37

ζέφυρος. κζʹ. τῇ πρὸ εʹ καλενδῶν βραχεῖα ἡ νύξ, καὶ ὁ μὲν Ὠρίων ἀνίσχει, νότος δὲ ῥεύσει. κηʹ. τῇ πρὸ δʹ καλενδῶν ἐν μὲν ἑσπέρᾳ βρέχει, ὁ δὲ κύων ἀνίσχειν ἄρχεται. κθʹ. τῇ πρὸ γʹ καλενδῶν ἀνεμομαχία. λʹ. τῇ πρὸ αʹ καλενδῶν ἕωθεν μὲν ὁ κύων ἀνίσχει, ἡ δὲ ζώνη τοῦ Ὠρίωνος ἀναφαίνεται. 65t ΙΟΥΛΙΟΣ αʹ. καλένδαις Ἰουλίαις ταράττεται ὁ ἀὴρ ἐκ τοῦ βορρᾶ. βʹ. τῇ πρὸ ςʹ νωνῶν Ἰουλίων κρύφιον ἄστρον καὶ ζέφυρος ἢ νότος. γʹ. τῇ πρὸ εʹ νωνῶν ταραχαὶ τοῦ ἀέρος ἐκ τοῦ νότου. δʹ. τῇ πρὸ δʹ νωνῶν ὁ Ὠρίων ἀνίσχει καὶ στέφανος δύεται, καὶ ζέφυρος πνεῖ. εʹ. τῇ πρὸ γʹ νωνῶν τὸ μέσον τοῦ καρκίνου ἀνίσχει. ςʹ. τῇ πρὸ αʹ νωνῶν οἱ ἐτησίαι καὶ μετὰ νότον βορρᾶς. ζʹ. νώναις Ἰουλίαις δύεται ὄρθρου ὁ στέφανος, καὶ νότος πνεῖ. ηʹ. τῇ πρὸ ηʹ εἰδῶν Ἰουλίων ὁ Κηφεὺς ἀνίσχει, καὶ τροπὴ τοῦ ἀέρος νοτία. θʹ. τῇ πρὸ ζʹ εἰδῶν ὁ Ὠρίων ὅλος ἀνίσχει καὶ νότος πνεῖ. ιʹ. τῇ πρὸ ςʹ εἰδῶν οἱ πρόδρομοι τῶν ἐτησίων πνέουσιν. ιαʹ. τῇ πρὸ εʹ εἰδῶν βροχὴ μετὰ βροντῶν καὶ βορρᾶς βίαιος. ιβʹ. τῇ πρὸ δʹ εἰδῶν ὁ Ὠρίων ὅλος ὄρθρου ἀνίσχει, καὶ ἐπιτείνουσιν οἱ λεγόμενοι πρόδρομοι. ιγʹ. τῇ πρὸ γʹ εἰδῶν λὶψ ταραχώδης. ιδʹ. τῇ πρὸ αʹ εἰδῶν ἀνίσχει * καὶ πνεῖ ὁ βορρᾶς. ιεʹ. εἰδοῖς Ἰουλίαις ὁ προκύων ἀνίσχει. ιςʹ. τῇ πρὸ ιζʹ καλενδῶν Αὐγούστων ὁ Ὠρίων ἀνίσχει, καὶ βορρᾶς βίαιος πνεῖ. ιζʹ. τῇ πρὸ ιςʹ καλενδῶν τὸ μεσαίτατον τοῦ θέρους, καὶ ψυχροτέρα ἡ ἡμέρα ἐκ τοῦ βορρᾶ. ιηʹ. τῇ πρὸ ιεʹ καλενδῶν ζέφυρος, ἴσως δὲ καὶ νότος. καὶ ὁ μὲν κύων ὄρθρου ἀνίσχει, οἱ δὲ ἐτησίαι ἐπιτείνουσιν. ιθʹ. τῇ πρὸ ιδʹ καλενδῶν ὁ Ὠρίων ἀνίσχει, καὶ ἀργεστὴς φυσᾷ, καὶ ὅλος ὁ Ὠρίων φαίνεται. κʹ. τῇ πρὸ ιγʹ καλενδῶν ὁ ἥλιος ἐν λέοντι, ἀργεστής τε φυσᾷ, καὶ οἱ πρόδρομοι τῶν ἐτησίων. καʹ. τῇ πρὸ ιβʹ καλενδῶν ἀπὸ ταύτης τῆς ἡμέρας οἱ ἐτησίαι σὺν καὶ τοῖς ἄλλοις ἀνέμοις ἐπὶ τεσσαράκοντα ἡμέρας πνέουσιν. κβʹ. τῇ πρὸ ιαʹ καλενδῶν οἱ πρόδρομοι καταφυσῶσιν. κγʹ. τῇ πρὸ ιʹ καλενδῶν ὅλος ὁ καρκίνος μετὰ τοῦ κυνὸς ἀνίσχει, καὶ ὁ ἀετὸς δύεται. κδʹ. τῇ πρὸ θʹ καλενδῶν ὁ λέων σὺν τῷ ἡλίῳ ἀνίσχει μετὰ τοῦ κυνός, ὁ δὲ καρκίνος λήγει. κεʹ. τῇ πρὸ ηʹ καλενδῶν ὁ ὑδροχόος ἄρχεται δύεσθαι, ὁ δὲ κύων περὶ ἀμφιλύκην ἀνίσχει, καὶ νότος φυσᾷ. κςʹ. τῇ πρὸ ζʹ καλενδῶν ἀχλὺς καυσώδης. ὁ δὲ ἀετὸς δύεται, ὁ δὲ λέων ἀνίσχει, καὶ νότος πνεῖ. κζʹ. τῇ πρὸ ςʹ καλενδῶν καῦμα ἐκ τοῦ κυνός· ἡ δὲ σταφυλὴ ἄρχεται περκάζειν. κηʹ. τῇ πρὸ εʹ καλενδῶν καύσων βαρὺς καὶ οἱ ἐτησίαι σφοδρότεροι. κθʹ. τῇ πρὸ δʹ καλενδῶν ἐν τῷ στήθει τοῦ λέοντος ἄστρον λαμπρὸν ἀνατέλλει, καὶ χλιαρὸς ὥσπερ ὁ βορρᾶς ἐκ τοῦ καύματος. λʹ. τῇ πρὸ γʹ καλενδῶν ἄρχονται ὀπῶραι φαίνεσθαι, ὁ δὲ ἀετὸς ἕωθεν δύεται, καὶ ταραχώδης ὁ ἀήρ. λαʹ. τῇ πρὸ αʹ καλενδῶν Αὐγουστῶν νότος μετὰ λιβὸς πνεῖ. 66t ΑΥΓΟΥΣΤΟΣ αʹ. καλένδαις Αὐγούσταις ὁ ἀετὸς δύεται ὄρθρου· λὶψ πνεύσει, καὶ καῦμα ξηρόν. βʹ. τῇ πρὸ δʹ νωνῶν Αὐγούστων ἔτι δύεται ὁ ἀετός, καὶ ὁ ἀὴρ νότιος. γʹ. τῇ πρὸ γʹ νωνῶν τὸ αὐτὸ σημαίνει. δʹ. τῇ πρὸ αʹ νωνῶν τὸ μέσον τοῦ λέοντος ἀνίσχει, φαίνεται δὲ καὶ τὸ δένδρον. ἐν τῷ διημέρῳ τούτῳ ὁ ἥλιος μίαν μοῖραν κρατεῖ· ὁ νότος δὲ ἀχλυώδης κρατεῖ καὶ πνεῖ. εʹ. νώναις Αὐγούσταις δύεται μὲν ὁ στέφανος, τὸ δὲ μέσον τοῦ λέοντος ἀνίσχει καὶ γέρανοι φαίνονται, καὶ νότος πυκνὸς πνεῖ. ςʹ. τῇ πρὸ ηʹ εἰδῶν Αὐγούστων ἡ λύρα συστέλλεται, καὶ ἐκ τοῦ νότου καύσων. ζʹ. τῇ πρὸ ζʹ εἰδῶν τὸ μέσον τοῦ ὑδροχόου δύεται, καὶ ἐκ τοῦ νότου καῦμα ἀχλυῶδες. ηʹ. τῇ πρὸ ςʹ εἰδῶν ὁ λέων ἀνίσχει, καὶ καῦμα βαρύ. ἐπινεφὴς ὁ ἀήρ, καὶ τὸ μέσον τοῦ ὑδροχόου ἀνίσχει. θʹ. τῇ πρὸ εʹ εἰδῶν ἄστρον κρυπτόν, ἀπαρκτίας πρᾶος καὶ μέτριον καῦμα. ιʹ. τῇ πρὸ δʹ εἰδῶν. ἐν ταύτῃ τῇ ἡμέρᾳ