1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

29

καιρὸν τοῦτον ἐπὶ ἱερὸν ὁ κεραυνὸς κατενεχθείη, χωρίων δημοσίας ζημίας ἀπειλεῖ· δεῖ δὲ ὅμως τοὺς ἐφόρους τῶν τοιούτων ἱερῶν θεραπεύειν εἰς τὸ ἀποστρέψαι τὰ ἀπειλούμενα. εἰ δὲ κατ' ἰδιωτικῆς ἢ βασιλικῆς οἰκίας κατενεχθείη κεραυνός, συμφορὰς ἀναισίους παραδηλοῖ τοῖς κεκτημένοις. 49 Ἥλιος ἐν διδύμοις. κατὰ τὴν ἐπιτολὴν ταύτην εἰ κεραυνὸς ἐπὶ δένδρου καρπίμου κατενεχθείη, βλάψει τοὺς γεωργικοὺς καὶ τὰ καρποφόρα δένδρα, οὐχ ἥκιστα δὲ ποταμοὺς καὶ πηγάς· λοιμώξει δὲ τὸ ὕδωρ ὡς πᾶσαν καταφθεῖραι ἡλικίαν. εἰ δὲ ἐπὶ θαλάσσης, πολεμίων ἔφοδον ἀπειλεῖ· τὸ δὲ πολὺ μέρος ἢ νόσῳ φθαρήσεται ἢ πολεμίοις παραδοθήσεται, ὡς σφόδρα μετρίους ἀπολειφθῆναι. εἰ δὲ νότου πνέοντος κατὰ δημοσίου χωρίου κατενεχθείη κεραυνός, παντελῆ φθορὰν ἀνθρώποις ἀπειλεῖ· δύο δέ τινες κατὰ τῆς βασιλείας ἐπαναστήσονται, ὡς μερισθῆναι τὴν βουλὴν καθ' ἑαυτήν· μικρὸν δὲ ὕστερον ἑκάτερος αὐτῶν ἀποφθαρήσεται, πολλοὶ δὲ χάριν ἐκείνων κινδυνεύσουσιν. εἰ δὲ ἐπὶ τείχους κατὰ τόδε καιροῦ σκηπτὸς ἐκπέσῃ, τὰ αὐτὰ σημαίνει· πόλεμοι γὰρ ἔσονται, ἀλλ' οὐκ εὐτυχεῖς τοῖς πολεμίοις. ἐπισημήνασθαι δὲ χρεὼν ἐκ ποίου κλίματος τοῦ ἀέρος ἐκπίπτοι ἡ φλόξ· ἐπ' ἐκείνου γὰρ φυλακῆς καὶ ἀσφαλείας δέον· καὶ γὰρ ἐξ αὐτοῦ πολεμίων ἔφοδος ἔσται. Ἥλιος ἐν καρκίνῳ. εἰ κατὰ τὴν ἐπιτολὴν τοῦ καρκίνου κεραυνὸς ἐπὶ ὕλην κατενεχθείη, μετριώτερον ἔσται τὸ καυσῶδες τοῦ καιροῦ, λειψυδρία δὲ ἔσται. εἰ δὲ ἐπὶ θαλάσσης κατενεχθείη, στόλοις πολεμίων καὶ ναυμαχίαις ταραχθήσεται τὸ κλίμα, ἀλλ' οὐκ ἐπι μενεῖ χρόνῳ, ἔσται δὲ κρείττονα τὰ πράγματα, καὶ οἱ πολέμιοι ἡττηθήσονται, καὶ ὁ στόλος αὐτῶν καταβυθισθήσεται. εἰ δὲ κατὰ δημοσίου τόπου κατενεχθείη τὸ πῦρ, θηρία ἑρπετὰ τοῖς κτήνεσιν ἐνοχλήσουσι, καὶ οὐχ ἥκιστα ἀνθρώποις· βιαιοτέρα δὲ ἔσται ἡ ἐξ αὐτῶν βλάβη τῷ τοῦ ἀέρος βαρεῖ καταστήματι θερμαινομένη. εἰ δὲ ἐπὶ τείχους κατενεχθείη, ἐμπρησμοὺς σημαίνει· καὶ πόλεμος δὲ κινηθήσεται οὐκ εὐτυχὴς τοῖς πράγμασιν. εἰ δὲ παντελῶς καταφθαρείη τῷ σκηπτῷ τὸ τεῖχος, ἐμπρησμοὺς κατὰ τῶν ἀναγκαίων τῆς πόλεως μερῶν προσδοκητέον, δόλοις δὲ οὗτοι καὶ ἐπιβουλαῖς γενήσονται, ἕψεται δὲ καὶ πόλεμος οὐ μικρός, καὶ βλάβη γενήσεται τοῖς τόποις. 50 Ἥλιος ἐν λέοντι. κατὰ τοῦτον τὸν καιρὸν εἰ κατενεχθείη κεραυνὸς καθ' οἵου δήποτε τόπου ἢ μέρους ἢ ποταμοῦ ἢ θαλάσσης, ὄλεθρον τοῖς βασιλεῦσι καὶ τοῖς ἐν δυναστείαις σημαίνει· καὶ οὐκ ἔστι τις διαφορὰ περὶ τούτου. εἰκότως τε κοιναὶ συμφοραὶ τοῖς δημοσίοις βλαστήσουσι· συγκινδυνεύσειν γὰρ εἰκὸς αὐτοὺς τοῖς βασιλεῦσι. καὶ οὐκ ἔσται ὁ νικῶν ἐν τοῖς μαχομένοις, ἀλλὰ καθολικὴ φθορὰ αὐτῶν τε τῶν ἐν δυνάμει καὶ οὐχ ἥκιστα τῶν ὑπὲρ αὐτῶν ἐνισταμένων ταῖς μάχαις. καὶ τὸ δὴ πάντων σχετλιώτερον, καταφθαρήσονται καὶ αἱ περιουσίαι τῶν πολλῶν, καὶ αἱ πόλεις πυρίφλεκτοι ἔσονται. Ἥλιος ἐν παρθένῳ. ἡλίου δὲ ἐπὶ τὴν παρθένον ἰόντος εἰ κατενεχθείη κεραυνός, φθορὰν γυναικῶν ἀπειλεῖ σωφρόνων, πτῶσιν δὲ καὶ αὐτῇ τῇ βασιλίδι καὶ τοῖς αὐτῆς τέκνοις. ἐλάττωσις δὲ ἔσται τῶν δήμων, ἀποτεύξεται δὲ καὶ ἡ ἄμπελος· ταῖς δὲ παρθένοις καὶ γυναιξὶ γενήσονται συμφοραὶ ὡς καὶ ὑπὸ πολεμίων ἁλῶναι. Ἥλιος ἐν ζυγῷ. ἐὰν δὲ ἐν ζυγῷ ὁ ἥλιος γένηται, εἰ συμβῇ κεραυνὸν καταβληθῆναι, πᾶσα ἀδικία καὶ ἀπληστία καὶ φιλαρχία κατακρατήσει τῶν πραγμάτων, ὡς καὶ περὶ τὰ θεῖα αὐτὰ τὰ τῆς ὕβρεως ἀνενεχθῆναι. ἀπορριφήσονται δὲ ὑπὸ τῶν βασιλέων οἱ χρηστοὶ τοῦ πολιτεύματος. τὰ δὲ μέτρῳ ἢ σταθμῷ ἀποδιδόμενα οὐχ ἕξει τὸ δίκαιον. πάντων δὲ βαρυτέρα ἔσται ἡ περὶ τὰ δημόσια τελέσματα σπουδή, οἵ τε νόμοι καταφρονηθήσονται, καὶ οἱ δῆμοι ἐξ ἀλογίας ταραχθήσονται, καὶ ἐκ παντὸς τρόπου καὶ ἡ τοῦ θεοῦ δειχθήσεται ὀργή. 51 Ἥλιος ἐν σκορπίῳ. ὅταν δὲ ἐν σκορπίῳ γένηται, εἰ κατὰ