1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

31

σύμπτωσιν τῶν δεδονημένων ἐργαζόμενοι, ἱζηματίαι δὲ οἳ τοῖς κοιλώμασι τὴν ὑπερκειμένην ἐγκαθίζουσι γῆν, ῥῆκται δὲ οἱ τὰς καταπόσεις καὶ τὰ χάσματα διαπηδώσης τῆς γῆς ἀποσχίζοντες. ἔτι τῶν ῥηκτῶν οἱ μὲν πνεύματα ἀναβάλλουσιν, οἱ δὲ ὑγρὰ καὶ πηλόν, οἱ δὲ μυκήματα, ἐνίοτε μὲν σὺν σεισμῷ, ἐνίοτε δὲ καὶ ἄνευ τούτου πιλούμενον τὸ πνεῦμα καὶ μετεμπῖπτον βρόμον τε καὶ ψόφον ῥηγνυμένων τινῶν ὡς εἰκὸς ὑπὸ γῆν πετρῶν ποιεῖ. συμβαίνουσι δ' ὡς ἐκ πλείονος ἐν ἔαρι ἢ ἐν μετοπώρῳ, καὶ νηνεμίᾳ μᾶλλον ἢ ἀνέμων φορᾷ, περὶ πλειάδος καὶ ἀρκτούρου ἐπιτολήν. 54 Ταῦτα μὲν ἄν τις πρὸς τὰς φυσικὰς ἐννοίας ἀφορῶν εἰκονίσειε· προνοίᾳ δὲ ὅμως καὶ ἐπισκοπῇ τῆς ∆ίκης πάντα γίνεται. οὐ γὰρ εἰκῇ, ἐπεὶ τόδε τὸ πᾶν νόμοις μὲν φυσικοῖς συγκροτεῖται, προνοίᾳ δὲ θεοῦ καὶ λόγῳ τύχης ἐπέκεινα διοικεῖται. ὅθεν οὐ μόνον αὐτοὶ καθ' ἑαυτοὺς οἱ σεισμοὶ βλάπτουσι τοὺς καθ' ὧν συμβαίνουσιν, ἀλλὰ μὴν καὶ ἄλλων πόρρω που τόπῳ τε καὶ χρόνῳ μεριζομένων γίνονται μηνυταὶ οὐ μετρίων κακῶν. ὅτι δὲ οὕτω καὶ οὐκ ἄλλως τὴν τυχηρὰν ὁ περὶ αὐτῶν λόγος φεύξεται σύμβασιν, ἐκ τῶν ὑποκειμένων γνῶναι δυνατόν. αὐτὸς γὰρ Βικέλλιος ὁ Ῥωμαῖος ἐκ τῶν Τάγητος στίχων περὶ οὗ καὶ Ἀπουλήιος ὕστερον πλατεῖ καὶ ἐλευθέρου ποδὸς ἀφηγήσατο λόγῳ ταῦτα ῥήμασιν αὐτοῖς καθ' ἑρμηνείαν φησίν. 5558t VICELLII SEISMOLOGIVM Ἥλιος ἐν κριῷ. ἐὰν γένηται σεισμὸς ἐπὶ μὲν τῆς Ἀσίας, κακὸν τῇ Συρίᾳ τῇ κοίλῃ καὶ τῇ Παλαιστίνῃ καὶ τῇ Ἰουδαίᾳ ἀπειλεῖ, ἐπὶ δὲ τῆς Εὐρώπης Βρεταννίαις, Γαλατίαις, Γερμανίαις, Βαστάρναις. οἱ δὲ βασιλεῖς στρατεύσονται κατὰ τῶν πολεμίων, ἀλλ' οὐκ εὐτυχῶς· ἐλαττωθέντων γὰρ αὐτοῖς τῶν στρατευμάτων οἱ στρατηγοὶ ἄπρακτοι ἀναζεύξουσι. πλείων δὲ ἔσται ἐπὶ τῆς ἀνατολῆς ἡ τῶν ἀνδρῶν βλάβη παρὰ τὰς γυναῖκας, ὅτι ἄρρεν ζῴδιον ὁ κριός. Ἥλιος ἐν ταύρῳ. εἰ σάλον συμβαίη γενέσθαι, ἐπὶ μὲν τῆς ἄνω Ἀσίας Πέρσαις καὶ Αἰθίοψι τοῖς παρ' Ἰνδὸν ποταμὸν τῇ τε παραλίᾳ τῆς μικρᾶς Κυκλάσι τε καὶ Κύπρῳ ταῖς νήσοις ὄλεθρος ἐπικείσεται λοιμώδης, ὥστε καὶ αὐτὰ τὰ ὑποζύγια τῶν εἰρημένων χωρίων φθαρῆναι· ἐκπύρωσίς τε αὐτοῖς βαρεῖα καὶ λοιμώδης, ἐκτροπαί τε ποταμῶν ἄσχετοι συμβήσονται, καὶ ἐπὶ τοῦ θέρους λεῖψις τῶν ποταμίων ὑδάτων. ταῖς δὲ θήλεσι τῶν ζῴων, λογικῶν τε καὶ ἀλόγων, πλείων ἡ βλάβη, ὅτι θῆλυ ζῴδιον ὁ ταῦρος. Ἥλιος ἐν διδύμοις. εἰ κίνημα γῆς ὁποιδήποτε συμβήσεται, ἐπὶ μὲν τῆς μεγάλης Ἀσίας Ὑρκανίαν, Ἀρμενίαν ἑκατέραν, Ἀμαδιανήν, ἐπὶ δὲ Λιβύης ἢ μᾶλλον Εὐρώπης ὅτι μέρος Εὐρώπης Λιβύη Μαρμαρικὴν καὶ Νασαμωνίτιδα καὶ ἁπλῶς τὴν παρατεταμένην ταῖς μεγάλαις Σύρτεσι ξηρὰν ἔσχατος περιστήσεται λιμός, ὥστ' ἐξ ἀνάγκης τοῖς λογάσι τῶν χωρῶν ἐπαναστήσεται τὸ πλῆθος ἐξωθῆσαι αὐτούς. ἐκ δὲ τῶν συμφορῶν οὐδεὶς οὐδενὶ ἔσται πιστός, οὐδὲ μητέρες τέκνοις. πτώσεις τε καὶ ἀφανισμοὶ οἴκων, ἐμπρησμοί τε βαρεῖς. τύραννος πρὸς τούτοις ὠμότατος ταράξει τοὺς νόμους, ὡς μηδὲ αὐτῶν τῶν ἱερῶν φείσασθαι. τὰ δὲ τῶν συμφορῶν τοῖς ἄρρεσι τῶν ζῴων, καὶ λογικῶν διαφερόντως, πλέον ἐπιπεσεῖται, ὅτι ἄρρεν καὶ ἀνθρωποειδὲς ζῷον οἱ δίδυμοι. 56 Ἥλιος ἐν καρκίνῳ. εἰ σάλον ἐπιγενέσθαι συμβαίη καθ' ὁντιναοῦν τόπον, ἐπὶ μὲν τῆς ἄνω Ἀσίας τὰ προσεχῆ Πέρσαις ταραχθήσεται, νόσοι τε λοιμώδεις ἐμπεσοῦνται τοῖς σώμασι τῶν ἐν αὐτοῖς ἐνδόξων, ὡς ἐρήμους ἀρχόντων γενέσθαι τὰς πόλεις αὐτῶν. οἱ δὲ μετ' αὐτοὺς τῶν πραγμάτων ἀνθεξόμενοι, ψήφῳ τοῦ πλήθους καὶ αὐτῶν τῶν ἀρίστων ἀφελκύσουσι τὰ τέκνα τῶν γονέων, καὶ ἀποδῶνται μακράν. ἐπὶ δὲ τῆς κάτω Ἀσίας Βιθυνία Φρυγία τε πᾶσα, καὶ Εὐρώπης μὲν ἡ Κολχική, ἣν νῦν προσαγορεύουσι Λαζικήν, Λιβύης δὲ ἡ μέχρι Νουμιδίας Ἀφρικὴ τοῖς αὐτοῖς ὁμιλήσει κακοῖς. ἐκλείψεις τε