1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

20

ἀπολεῖται, ζημίαις δὲ ἀφορήτοις οἱ δυνατοὶ ὑποστήσονται. κςʹ. εἰ βροντήσῃ, ὁ κακὸς δυνάστης βουλῇ θεοῦ πεσεῖται. κζʹ. εἰ βροντήσῃ, δυνατοὶ πρὸς ἑαυτοὺς διενεχθήσονται καὶ ἀλλήλους διαβαλοῦσιν. κηʹ. εἰ βροντήσῃ, σημεῖα ἔσται πραγμάτων μεγάλων μηνυτικά. εὐλαβητέον δὲ μὴ καὶ πῦρ ἐπομβρήσῃ ἐνιαχοῦ. κθʹ. εἰ βροντήσῃ, αὐχμὸν ἐπιβλαβῆ ἀπειλεῖ. λʹ. εἰ βροντήσῃ, ἀπὸ χειρόνων ἐπὶ τὰ κρείττω τὰ κοινά. 31t ΟΚΤΩΒΡΙΟΣ αʹ. Εἰ βροντήσῃ, κακὸν τύραννον τοῖς πράγμασιν ἀπειλεῖ. βʹ. εἰ βροντήσῃ, εὐθηνία μὲν ἔσται, φθορὰ δὲ τῶν χερσαίων μυῶν. γʹ. εἰ βροντήσῃ, θυέλλας καὶ ταραχὰς δηλοῖ, δι' ὧν τὰ μὲν δένδρα φθαρήσεται· μεγάλων δὲ ζαλῶν ἔσται τοῖς κοινοῖς μήνυμα. δʹ. εἰ βροντήσῃ, οἱ ἐλάττους τὰ τῶν κρειττόνων καθέξουσιν, ὑγιεινὸν δὲ ἔσται τὸ τοῦ ἀέρος κατάστημα. εʹ. εἰ βροντήσῃ, πάντων ἐπιδόσεις τῶν ἀναγκαίων, ἐξῃρημένου σίτου. ςʹ. εἰ βροντήσῃ, ἡ ὄψις μὲν εὐθηνίας, ἀμητὸς δὲ ἐλάττων, καὶ τὸ φθινόπωρον ἐγγὺς ἄκαρπον. ζʹ. εἰ βροντήσῃ, ὄσπρια μὲν ἄφθονα, οἶνος δὲ ἐλάττων ἔσται. ηʹ. εἰ βροντήσῃ, σεισμὸν μετὰ μυκήματος προσδοκητέον. θʹ. εἰ βροντήσῃ, ὄλεθρον θηρίοις ἀπειλεῖ. ιʹ. εἰ βροντήσῃ, ἀνδρὸς ἐπαινουμένου πτῶσιν δηλοῖ. ιαʹ. εἰ βροντήσῃ, ἀλληλανεμίαν ἐπισφαλῆ ταῖς βοτάναις δηλοῖ. ιβʹ. εἰ βροντήσῃ, εὐθηνία μὲν ἔσται, σκηπτοὶ δὲ ἐκθλιβήσονται. ιγʹ. εἰ βροντήσῃ, καλὰ τὰ συναλλάγματα, καὶ εὐθηνία πρὸς αὐτοῖς· ὁ δὲ ἐπὶ τῇ πολιτείᾳ βαρὺς οὐκ ἐπὶ πλέον ἰσχύσει. ιδʹ. εἰ βροντήσῃ, πόλεμον καὶ φθορὰν βοσκημάτων ἀπειλεῖ. ιεʹ. εἰ βροντήσῃ, σπάνις ἔσται πνεύματος ξηροῦ καὶ καυστικοῦ ἐμπίπτοντος τοῖς καρποῖς. ιςʹ. εἰ βροντήσῃ, ἐξασθενήσουσιν οὕτως ἄνθρωποι, ὡς ἄγνωστοι εἶναι δοκεῖν. ιζʹ. εἰ βροντήσῃ, πλουσίου ἀνδρὸς καὶ εὐγενῶν εὐτυχήματα. ιηʹ. εἰ βροντήσῃ, ἐπείσακτον εὐθηνίαν δηλοῖ. ιθʹ. εἰ βροντήσῃ, δυνάστου πτῶσιν ἢ βασιλέως ἐκβολὴν ἀπειλεῖ, διχόνοιάν τε τῷ δήμῳ καὶ ἀφθονίαν δηλοῖ. κʹ. εἰ βροντήσῃ, ἕλκη ξένα ἀπειλεῖ, τῷ δὲ πλήθει ἐκ διχονοίας ἐσχάτην ἀτυχίαν. καʹ. εἰ βροντήσῃ, νόσοι βηχώδεις ἔσονται καὶ στηθῶν κακώσεις. κβʹ. εἰ βροντήσῃ, μοχθηρίας τῷ δήμῳ καὶ νόσους ποικίλας ἀπειλεῖ. κγʹ. εἰ βροντήσῃ, ὁ δῆμος εὐφρανθήσεται παραδόξως. κδʹ. εἰ βροντήσῃ, ἐκ διχονοίας τῶν κρατούντων ὁ δῆμος περιέσται. κεʹ. εἰ βροντήσῃ, βαρεῖα ἔσται ἀπὸ τῶν κακῶν δειλία. κςʹ. εἰ βροντήσῃ, αὐξηθήσεται μὲν τὰ θηρία, λιμώξει δὲ ὅμως. κζʹ. εἰ βροντήσῃ, ἐπομβρίαν δηλοῖ. κηʹ. εἰ βροντήσῃ, ἔνδεια ἔσται τῶν ἀναγκαίων. κθʹ. εἰ βροντήσῃ, ἐπίνοσος ὁ ἐνιαυτός. λʹ. εἰ βροντήσῃ, οὐκ εὐθηνίαν μόνον ἀλλὰ καὶ ἐλάττωσιν τῶν πολεμίων καὶ εὐφροσύνην τοῖς πράγμασι δηλοῖ. 32t ΝΟΕΜΒΡΙΟΣ αʹ. Εἰ βροντήσῃ, διχόνοιαν δηλοῖ τῇ πόλει. βʹ. εἰ βροντήσῃ, εὐθηνίαν προλέγει. γʹ. εἰ βροντήσῃ, πράγματα ἀναφύεται, δι' ὧν οἱ ἐλάττους περιέσονται τῶν μειζόνων. δʹ. εἰ βροντήσῃ, κρείττων ὁ σῖτος. εʹ. εἰ βροντήσῃ, ζάλην τοῖς πράγμασι δηλοῖ, αἰσθητοῖς τε καὶ ἀλόγοις νόσον. ςʹ. εἰ βροντήσῃ, σκώληκες τῷ σίτῳ λυμανοῦνται. ζʹ. εἰ βροντήσῃ, τοῖς ὑπὸ τὴν δύσιν ἀνθρώποις τε καὶ ἀλόγοις νόσοι. ηʹ. εἰ βροντήσῃ, ἀδδηφαγίας ἔσεσθαι δεῖ διὰ νόσους ἀπειλουμένας. θʹ. εἰ βροντήσῃ, δημοτῶν ἀνασκολοπισμοὶ ἔσονται, ἀλλὰ μὴν καὶ ἀφθονία τῶν ἐπιτηδείων. ιʹ. εἰ βροντήσῃ, πέρας ἔχει τὰ κακῶς βουλευθέντα τοῖς κρατοῦσιν, ἄνεμος δὲ καυσώδης τοῖς δένδροις λυμαίνεται. ιαʹ. εἰ βροντήσῃ, εὐχαριστείτωσαν ἄνθρωποι τῷ θεῷ· ἄνεμος γὰρ ἐξ ἀνατολῶν ῥεύσει. ιβʹ. εἰ βροντήσῃ, ἐνύπνια τοῖς ἀνθρώποις πλείονα δόξει. ιγʹ. εἰ βροντήσῃ, ἐπικερδῆ μὲν τὸν καιρὸν, λοιμικὸν δὲ ἀπειλεῖ, ἕλμισι δὲ ἐντοσθίοις κακοῖ τὰ σώματα. ιδʹ. εἰ βροντήσῃ, ἑρπετὰ τοῖς ἀνθρώποις ἠρέμα πως λυμαίνεται. ιεʹ. εἰ βροντήσῃ, ὁ μὲν ἰχθὺς ἀφθονώτατος, λοιμώξει δὲ τὰ ἔνυδρα θηρία, καὶ τὰ κοινὰ δῆθεν καλλίονα. ιςʹ. εἰ