1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

36

63t ΜΑΙΟΣ αʹ. καλένδαις Μαΐαις ὁ μὲν κύων κρύπτεται, δρόσος δὲ καταφέρεται. βʹ. τῇ πρὸ ςʹ νωνῶν ἡ ὑὰς μετὰ τοῦ ἡλίου ἀνίσχει. γʹ. τῇ πρὸ εʹ νωνῶν ὁ κένταυρος ὅλος φαίνεται καὶ ζέφυρος πνεῖ. δʹ. τῇ πρὸ δʹ νωνῶν ὁ σκορπίος ἕωθεν ἀνίσχει, καὶ βορρᾶς πνεῖ, καὶ δρόσος καταφέρεται. εʹ. τῇ πρὸ γʹ νωνῶν ἡ λύρα ἕωθεν ἀνίσχει. ςʹ. τῇ πρὸ αʹ νωνῶν τὸ μέσον τοῦ σκορπίου δύεται. ζʹ. νώναις Μαΐαις αἱ πλειάδες ἀνίσχουσιν ἕωθεν, ζέφυρος δὲ πνεῖ. ηʹ. τῇ πρὸ ηʹ εἰδῶν Μαΐων προοίμιον θέρους, καὶ ζέφυρος ἐπικρατεῖ. θʹ. τῇ πρὸ ζʹ εἰδῶν Μαΐων ὡσαύτως. ιʹ. τῇ πρὸ ςʹ εἰδῶν ἡ μὲν λύρα ἀνίσχει, ἡ δὲ ὑὰς δύεται, καὶ ἡ κεφαλὴ τοῦ ταύρου ἀναφαίνεται. ιαʹ. τῇ πρὸ εʹ εἰδῶν αἱ πλειάδες ἀναφαίνονται. ιβʹ. τῇ πρὸ δʹ εἰδῶν ἀνίσχουσιν αἱ πλειάδες, καὶ νότος πνεῖ. ιγʹ. τῇ πρὸ γʹ εἰδῶν αἱ ὑάδες ἀνίσχουσιν καὶ νότος πνεῖ. ιδʹ. τῇ πρὸ αʹ εἰδῶν ὁ σκορπίος δύεται, ἡ δὲ λύρα ὄρθρου ἀνίσχει. ιεʹ. εἰδοῖς Μαΐαις ὁ καρκίνος ἀνίσχει καὶ νότος πνεῖ. ιςʹ. τῇ πρὸ ιζʹ καλενδῶν Ἰουνίων· τὸ θέρος ἄρχεται. ιζʹ. τῇ πρὸ ιςʹ καλενδῶν δύεται ὁ κύων. ιηʹ. τῇ πρὸ ιεʹ καλενδῶν ὁ ἥλιος ἐν διδύμοις. ιθʹ. τῇ πρὸ ιδʹ καλενδῶν νότος ἐν ἑσπέρᾳ πνεῖ. κʹ. τῇ πρὸ ιγʹ καλενδῶν αἱ ὑάδες ἀνίσχουσι καὶ βορρᾶς πνεῖ. καʹ. τῇ πρὸ ιβʹ καλενδῶν δύεται ὁ ἀρκτοῦρος καὶ ταράττεται ὁ ἀήρ. κβʹ. τῇ πρὸ ιαʹ καλενδῶν ὁ τοξότης δύεται καὶ νότος πνεῖ. κγʹ. τῇ πρὸ ιʹ καλενδῶν οἱ δίδυμοι ἀνίσχουσιν καὶ ὁ ἀετός. κδʹ. τῇ πρὸ θʹ καλενδῶν ἄρχονται ἀνίσχειν αἱ ὑάδες, καὶ εἰκότως βροχή. κεʹ. τῇ πρὸ ηʹ καλενδῶν ὁ ἔριφος ἀνίσχει ἕωθεν καὶ βορρᾶς πνεῖ. κςʹ. τῇ πρὸ ζʹ καλενδῶν δύεται ὁ ἀρκτοῦρος, καὶ νότος μετὰ βορέου πνεῖ. κζʹ. τῇ πρὸ ςʹ καλενδῶν ἀνίσχει ὁ ἀετός. κηʹ. τῇ πρὸ εʹ καλενδῶν νότος πνεῖ, καὶ ἡ λύρα ἕωθεν ἀνίσχει. κθʹ. τῇ πρὸ δʹ καλενδῶν νότος πολύς. λʹ. τῇ πρὸ γʹ καλενδῶν αἱ πλειάδες ἀνίσχουσι, καὶ βροχὴ μετὰ βροντῶν. λαʹ. τῇ πρὸ αʹ καλενδῶν Ἰουνίων χειμάζει ὁ ἀὴρ καὶ βροντᾷ, περὶ δὲ τὴν ἑσπέραν σφοδρότερον ταράττει. 64t ΙΟΥΝΙΟΣ αʹ. καλένδαις Ἰουνίαις αἱ ὑάδες ὅλαι ἀνίσχουσι καὶ νότος πνεῖ. βʹ. τῇ πρὸ δʹ νωνῶν Ἰουνίων ὁ ἀετὸς ἀνίσχει, ταραχή τε τοῦ ἀέρος, καὶ ζέφυρος πνεῖ. γʹ. τῇ πρὸ γʹ νωνῶν βρονταὶ νότιοι. δʹ. τῇ πρὸ αʹ νωνῶν νότος πνεῖ, καὶ ὡς εἰκὸς βροχαί. εʹ. νώναις Ἰουνίαις ὁ ἀετὸς ἀνίσχει, καὶ ὕει τε ἅμα καὶ νότος πνεῖ. ςʹ. τῇ πρὸ ηʹ εἰδῶν Ἰουνίων ὁ ὦμος τοῦ Ὠρίωνος ἀνίσχει. ζʹ. τῇ πρὸ ζʹ εἰδῶν βορρᾶς πνεῖ καὶ ὕει. ηʹ. τῇ πρὸ ςʹ εἰδῶν ὁ ἀρκτοῦρος ὄρθρου δύεται καὶ ζέφυρος πνεῖ. θʹ. τῇ πρὸ εʹ εἰδῶν ὁ δελφὶν ἄρχεται ἀνίσχειν, ὁ δὲ ἀρκτοῦρος δύεται. ιʹ. τῇ πρὸ δʹ εἰδῶν ὡσαύτως· βορρᾶς δὲ πνεῖ, καὶ ἠρέμα ὕει. ιαʹ. τῇ πρὸ γʹ εἰδῶν βροντώδης ὁ ἀὴρ καὶ ὑετώδης ἐκ τοῦ νότου. ιβʹ. τῇ πρὸ αʹ εἰδῶν ταραχώδης ὁ ἀὴρ μετὰ βροχῆς. ιγʹ. εἰδοῖς Ἰουνίαις ζέφυρος ἢ ἀργέστης πνεύσει· εἰκότως δὲ καὶ βροντήσει. ιδʹ. τῇ πρὸ ιηʹ καλενδῶν Ἰουλίων ὁ δελφὶν ἀνίσχει, καὶ νότος πνεῖ. ιεʹ. τῇ πρὸ ιζʹ καλενδῶν οἱ ὦμοι τοῦ Ὠρίωνος ἀνίσχουσι, καὶ προοίμια καυμάτων. ιςʹ. τῇ πρὸ ιςʹ καλενδῶν ἄστρον κρύφιον καὶ ζέφυρος σὺν τῷ νότῳ. ιζʹ. τῇ πρὸ ιεʹ καλενδῶν ζάλη μετρία τοῦ ἀέρος καὶ πνοὴ τοῦ βορέου. ιηʹ. τῇ πρὸ ιδʹ καλενδῶν ζέφυρος μετὰ νότου, καὶ οἱ ὦμοι τοῦ Ὠρίωνος φαίνονται. ιθʹ. τῇ πρὸ ιγʹ καλενδῶν ὁ ἥλιος ἐν καρκίνῳ, καὶ ὁ Ὠρίων ἀνίσχει ἕωθεν. κʹ. τῇ πρὸ ιβʹ καλενδῶν νότος ἅμα καὶ ζέφυρος, καὶ βροντώδης ὑετός. καʹ. τῇ πρὸ ιαʹ καλενδῶν ὁ ὀφιοῦχος ὄρθρου δύεται. κβʹ. τῇ πρὸ ιʹ καλενδῶν νότος ἅμα καὶ βορέας. κγʹ. τῇ πρὸ θʹ καλενδῶν ἐπιτολὴ τοῦ Ὠρίωνος. κδʹ. τῇ πρὸ ηʹ καλενδῶν κρυφίου ἄστρου ἐπιτολὴ καὶ ἐπίτασις καυμάτων. κεʹ. τῇ πρὸ ζʹ καλενδῶν ἡ θερινὴ τροπή, αἰφνίδιός τε ταραχὴ τοῦ ἀέρος. κςʹ. τῇ πρὸ ςʹ καλενδῶν λὶψ ἅμα καὶ