1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

27

ἐπὶ τὸ νότιον, κέκριται, διὰ τὸ ψυχρὸν καὶ θερμὸν τοῦ κατὰ τοὺς χώρους ἐκείνους καταστήματος. ἐπὶ δὲ τῆς Ἰταλίας ὡς μάλιστα· εὔκρατος γὰρ σχεδὸν παρὰ πᾶν χωρίον ὁ κατ' ἐκείνην ἀήρ, ἀπὸ μὲν ἄρκτου πλευρᾶς ἑκατέρας τῷ βορρᾷ ἰάπυγί τε κώρῳ τε ἐξ Ἄλπεων καταπνεομένης πάσης τῆς ὑποκειμένης τῷ Ἀπεννίνῳ βαθείας, ἀπὸ δὲ τοῦ πρὸς λίβα νεύματος τῷ νότῳ, καὶ νότῳ οὐ τῷ ξηρῷ καὶ βαρεῖ ἀλλὰ τῷ γονιμωτάτῳ πάντων, οἷον εἶναι τοῦτον ἡ παρήκουσα πρὸς Γάδειρα ἐπὶ τὸ Ἀτλαντικὸν μεγάλη παρασκευάζει θάλασσα, κιρνῶσα ταῖς ψυχραῖς ἀναθυμιάσεσι τὴν ἀτμώδη καὶ λοιμικὴν τοῦ μεσημβρινοῦ νότου θερμότητα. καὶ τὸ δὴ πάντων τῇ χώρᾳ τῆς εὐκρασίας αἰτιώτατον, ἄνωθεν τῷ Ἰονίῳ, κάτωθεν δὲ τῷ Τυρσηνικῷ παρακλύζεται πελάγει. ὅθεν δίς τε τὰ θρέμματα τοῦ ἔτους ἀπογεννᾶν πέφυκε, τυρός τε οὐ λείπει "1οὔτ' ἐν θέρει οὔτ' ἐν ὀπώρῃ."2 τοιαῦτα μὲν ἄν τις περὶ Ἰταλίας εἴποι. 44 ∆ιάφορος δὲ καὶ οὐ μονοειδὴς ἡ τῶν κεραυνῶν φύσις. τοὺς μὲν γὰρ ψολόεντας ἡ παλαιότης καλεῖ, τοὺς δὲ ἀργῆτας, σκηπτούς τε καὶ πρηστῆρας. οὐδὲ γὰρ πάντες ταὐτὸ πράττουσιν. εἰσὶ δὲ οἳ καὶ ἀναστρέφουσι πρὸς τὰς ῥήξεις τῶν νεφῶν, ὅθεν καὶ ἐξεθλίβησαν. καὶ οἱ μὲν διάπυροι πρηστῆρες, οἱ δὲ μὴ πυρώδεις τυφῶνες, οἱ δ' ἔτι μᾶλλον ἀνειμένοι ἐκνεφίαι. αἰγίδες γε μὴν λέγονται οἱ ἐν συστροφῇ ἀέρος φερόμενοι. ταύτῃ αἰγίδα ∆ιὶ περιτίθησιν ὁ λόγος, οἱονεὶ τὸν ἀέρα καταιγίδος καὶ συσσεισμοῦ αἴτιον παραινιττόμενος. εἰσὶ δὲ καὶ ἕτερα σχήματα κεραυνῶν· ἑλικίας αὐτοὺς τὰ βιβλία καλεῖ, ὅτι ἑλικοειδῆ γραμμὴν ἐν τῷ καταφέρεσθαι παραδεικνῦσιν. Ἔστι δὲ θαυμάσαι κἀν τούτῳ τὴν φύσιν καὶ τὸ ἄβατον τῶν ἐν αὐτῇ θεωρημάτων. οὐδὲ γὰρ πάντες καίτοι πάντες ἐξ ἀέρος καὶ συστροφῆς νεφῶν φερόμενοι τὰ αὐτὰ ἀλλήλοις δρῶσιν. ὁ γὰρ ἐν αὐτοῖς λεγόμενος ἀργής, ὃν καὶ λαμπρὸν ἐξαιρέτως καλοῦσιν οἱ ἀρχαῖοι, πολλάκις ἐμπεσὼν ἐπὶ πίθον ἢ ἄγγος ἁπλῶς ἢ οἴνου ἢ ὕδατος, τὸ μὲν περιέχον ἀπήμαντον τὸ δὲ ἐμπεριεχόμενον ἄφαντον ἐποίησεν. οὐχ ἥκιστα δὲ καὶ ἐν σκεύεσι χρυσίον ἢ ἀργύριον φέρουσιν ἐμπεσὼν τῷ ἴσῳ τρόπῳ τὰ μὲν ἔνδον ἔτηξε, τὰ δὲ ἔξωθεν ἔσωσε. καὶ τὸ δὴ πάντων θαυμασιώτατον ἐπὶ γυναικὸς ἐγκύμονος συμβῆναί φησιν ὁ μέγας Ἀπουλήιος, καὶ γυναικὸς οὐκ ἠγνοημένης, Μαρκίας δὴ ἐκείνης τῆς Κάτωνι τῷ τελευταίῳ συνοικησάσης. ἐμπεσὼν γὰρ αὐτῇ κεραυνὸς ὁ λεγόμενος ἀργὴς ἤτοι λαμπρὸς αὐτὴν μὲν παντελῶς ἐφύλαξεν ἀβλαβῆ, τὸ δὲ ἐν αὐτῇ διεφόρησεν οὕτως ἀνεπαισθήτως, ὡς μηδὲ αὐτὴν συνιδεῖν ὅ τι γέγονε τὸ ἐν αὐτῇ, καίτοι πρὸς ἔξοδον ἔχον. τοιαύτην μὲν κατ' ἐξαίρετον ἐνέργειαν ἡ τοῦ ἀργῆτος εἴληχε φύσις. 45 Γενικῶς δ' εἰπεῖν, ἀβλαβῶς φυλάττεται ἀπὸ κεραυνῶν καὶ οὐδὲ βάλλεται τὴν ἀρχὴν ἐν μὲν φυτοῖς δάφνη καὶ συκῆ· καὶ γὰρ ἡλίου ταῦτα. ὅθεν καὶ δάφνην φιλεῖν Ἀπόλλων μυθεύεται, οἷον ὁ ἥλιος· καὶ εἰς λέοντα μεταβαλλόμενος, ἀντὶ τοῦ εἰς πῦρ, οὐ φθείρει τὴν δάφνην. ἐν δὲ πτηνοῖς ἀετός, ἐν δὲ ὑγροῖς φώκη· ὅθεν καὶ κεραυνοφόρος ὁ ἀετὸς καὶ ∆ιὸς εἶναι νενόμισται. ἡ δὲ φώκη ὡς ἀπήμαντος ἐπιβολῇ κεραυνοῦ, μάρτυς ἡ πεῖρα ἀποδέδωκε· τῶν γὰρ νεῶν τὰ ἱστία, ἐν αἷς οἱ βασιλεῖς πλέουσι, φωκείοις εἴθισται ἀποδιφθεροῦσθαι δέρμασιν. οὐ πλέον δὲ πέντε ποδῶν κατακρύπτεσθαι κεραυνὸς πέφυκεν εἰς γῆν, ἐξωθούμενος ἄνωθεν· ὁ γὰρ ἀριθμὸς γηϊνώτατος. Ἔστι δ' ὅτε καὶ ὑπ' αἰθρίῳ τῷ ἀέρι πίπτουσι κεραυνοί· ὅπερ εἰ συμβαίη, οὐκέτι τὸν ἐπὶ τοῖς ζῳδίοις ἥλιον ἢ ἑτέραν γοῦν τῶν ἐγνωσμένων δέοι ἑρμηνείαν τοῦ ἐσομένου θηρᾶσθαι, ἀλλ' αὐτόθεν ἀποφήνασθαι ἀνατροπὴν μὲν τοῖς κοινοῖς, ἀπώλειαν δὲ τῷ παντελεῖ χωρίῳ, ἐν ᾧ τοιοῦτό τι συμβήσεται. Ἄλλην δὲ ἐκ τοῦ ἐναντίου ὁ Νιγίδιος ἐν τῇ τῶν Ὀνείρων ἐπισκέψει παραδίδωσιν ἐπὶ τοῖς κεραυνοῖς ἑρμηνείαν. φησὶ γὰρ πᾶσι μὲν καθόλου ἀπευκταίαν εἶναι τὴν τῶν σκηπτῶν φοράν, κἂν εἰ μὴ τυχὸν βλάπτοιεν, τοῖς δ' ὄναρ