1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

25

κατάστημα, οἱ δὲ ἄρχοντες ἀνωμάλως διακείσονται. εἰ δὲ νυκτὸς ...... 40 Σελήνης οὔσης ἐν κριῷ ἐὰν βροντὴ γένηται ἐν ἡμέρᾳ, φυγὴν μὲν Ἀραβίοις, λοιμὸν δὲ Πέρσαις ἀπειλεῖ. εἰ δὲ νυκτί, Ἀσίαν καὶ Εὐρώπην ταράξουσι πολέμιοι, οἵ τε ναυτιλλόμενοι οὐκ ἔξω κινδύνων ἔσονται. καὶ ἀφθονία μὲν τῶν καρπῶν ἔσται, δυνατοῦ δὲ προσώπου πτῶσις· καὶ τὰ κοινὰ ἐγγὺς εὐθηνίας ἔσται. Σελήνης οὔσης ἐν ταύρῳ εἰ ἐν ἡμέρᾳ βροντήσῃ, ἐπομβρίαν δηλοῖ καὶ χαλαζώδη τὸν ἀέρα, καὶ ποταμῶν προχεύματα. καὶ ὁ μὲν ἰχθὺς ἄφθονος, οἱ δὲ περὶ τοὺς θαλαττίους πόρους ἀγρυπνοῦντες λυπηρότατοι. καὶ ὁ μὲν ἄμητος ἀγαθός, τοῖς δὲ κτήνεσι λοιμός. εἰ δὲ νύκτωρ, καρπῶν μὲν ἔνδειαν, ὑετῶδες δὲ καὶ χαλαζῶδες τὸ θερινὸν κατάστημα. ἄμβλωσίς τε γυναικῶν συμβήσεται, καὶ τὸ νόστιμον ὕδωρ ἐπιλείψει· καὶ κινήσεις μὲν στρατευμάτων λυπηραί, τῇ δὲ ἀνατολῇ τύραννος οὐκ εὐτυχὴς ἐνοχλήσει. Σελήνης οὔσης ἐν διδύμοις εἰ ἐν ἡμέρᾳ βροντήσῃ, θεοσεβέστατα ἔσται τὰ κοινά· εἰ δὲ ἐν νυκτί, τὰ ἐναντία. Σελήνης οὔσης ἐν καρκίνῳ εἰ ἐν ἡμέρᾳ βροντὴ γένηται καὶ νεκρὰ συμβαίη, ταραχαὶ τοῖς κοινοῖς πράγμασιν ἔσονται καινοτομίαι τε τοῖς πράγμασιν ἐπὶ τὸ χεῖρον· οἱ δὲ καρποὶ ψεύσονται. ἀλλὰ μὴν καὶ ἡ θάλασσα τοῖς ναυτιλλομένοις ὀλεθρία ἔσται, καὶ φθορὰ μὲν ἀνθρώπων, ἀφθονία δὲ ἰχθύων. εἰ δὲ ἐν νυκτί, Αἰθίοψι καὶ Πέρσαις ὄλεθρος ἐνσκήψει· τὰ δὲ δυτικὰ οὕτως λιμώξει, ὡς καὶ εἰς Αἴγυπτον δι' ἔνδειαν καταφυγεῖν. Σελήνης οὔσης ἐν λέοντι ἐὰν βροντὴν ἐν ἡμέρᾳ γενέσθαι συμβαίη, δόλον κατὰ τῆς βασιλείας μελετᾶσθαι δηλοῖ. καινισμοί τε νόσων ἔσονται, καὶ θάνατοι τοῦ πλήθους ἐκ τιμωριῶν. καὶ ὁ μὲν ἄμητος ἄφθονος ἔσται, ὑπὸ δὲ πολεμίων διαρπαγήσεται, καὶ διαφερόντως κατὰ τὸ δυτικόν. κατισχύσουσί τε καὶ ἀδικήσουσιν οἱ ὑπερέχοντες τὸ ὑπήκοον. εἰ δὲ νυκτός, καὶ οὕτως ἡ βασιλεία ἐπιβουλευθήσεται, καὶ μέρος τῆς ἀνατολῆς ὑπὸ βαρβάροις τελέσει. κατόμβρισις δὲ τοῖς ὑγροῖς καρποῖς λυμανεῖται. ἐπισυρήσονται δὲ τοῖς κτήνεσιν ἑρπετὰ θανατηφόρα· δυνατοὶ δὲ τῆς πολιτείας πεσοῦνται. 41 Σελήνης οὔσης ἐν παρθένῳ εἰ ἐν ἡμέρᾳ βροντήσῃ, ὑγρότερον ἔσται τὸ τοῦ ἀέρος κατάστημα, ἀφθονία δὲ τῶν ξηρῶν καρπῶν, ὡς ἠρέμα πως ἐπιρρεπεστέρους γενέσθαι τοὺς ἀνθρώπους ἐπὶ τὰ πταίσματα. ἔσται δὲ καὶ φθορὰ τοῦ γυναικείου ἔθνους. εἰ δὲ νυκτός, λοιμὸς ἐνσκήψει τοῖς δυτικοῖς· τὰ δὲ θηρία οὕτως ἐπελεύσεται τοῖς ἀνθρώποις, ὡς φωλεοῖς αὐτοὺς ἐγκατακρύπτεσθαι· καὶ δυνατῶν δὲ ἀνδρῶν ἔσται πτῶσις, καὶ ἔνδεια ξηρῶν καρπῶν. Σελήνης οὔσης ἐν ζυγῷ εἰ ἐν ἡμέρᾳ βροντήσῃ, ἀγαθὰ ἐκδεχέσθωσαν ἄνθρωποι, ἐξῃρημένων Αἰγυπτίων. εἰ δὲ νυκτός, ἡ μὲν νεολαία ἐν ὅπλοις τελέσει καὶ ἐν πολέμοις φθαρήσεται, ἀφθονία γε μὴν τῶν καρπῶν ἔσται, ὑπὸ δὲ βαρβάρων δαπανηθήσεται. Σελήνης οὔσης ἐν σκορπίῳ ἐὰν ἐν ἡμέρᾳ βροντὴν ἢ ἀστραπὴν γενέσθαι συμβαίη, Ἀράβιοι ταραχθήσονται, ἔνδεια δὲ τῶν καρπῶν ἔσται, καὶ οἱ ἄνθρωποι κατ' ἀλλήλων χωρήσουσιν· Ἀσσυρία γε μὴν πιεσθήσεται λιμῷ. εἰ δὲ νυκτός, πυρκαϊαὶ μὲν ἔσονται, πτώσεις δὲ πόλεων παραλίων καὶ διαφθορὰ καρπῶν καὶ τετραπόδων, θηρίων δὲ παντοίων ἐπιδρομή· ὅθεν εὔχεσθαι δεῖ, ὅπως μὴ καὶ κεραυνῶν ἐνσκήψεσιν ἀναλωθῶσι. Σελήνης οὔσης ἐν τοξότῃ ἐὰν ἐν ἡμέρᾳ βροντήσῃ, Πέρσαις ἀφανισμὸν ἀπειλεῖ, καὶ ὁ βασιλεὺς δὲ αὐτῶν δολοφονηθήσεται, εὐκαρπία δὲ ἔσται καὶ χειμῶνες εὔδιοι ἔσονται, καὶ φθορὰ μὲν ἀνθρώπων, ἀνδραποδισμοὶ δὲ πόλεων. εἰ δὲ ἐν νυκτί, ἐπομβρίαν δηλοῖ, καὶ κάματον δὲ τοῖς ἐγκύμοσι καὶ νόσους καὶ θανάτους αἰφνιδίους, ὡς περιττεύειν μὲν τοὺς καρπούς, ἀπολείπεσθαι δὲ τοὺς δαπανῶντας. ἔσονται δὲ σάλοι καὶ ἄνεμοι βίαιοι, καὶ ἀφανισθήσεται ἀνὴρ δυνατὸς καὶ βαρὺς τοῖς πράγμασιν.