1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

33

πόλεμοι γὰρ βαρεῖς ἐπιπεσοῦνται ταῖς χώραις. τῇ δὲ Μακεδόνων χώρᾳ τὰ χείριστα συμβήσεται, ὡς ἐγγὺς ἀφανισμοῦ γενέσθαι. Ἥλιος ἐν ἰχθύσιν. ὅταν δὲ ἐν ἰχθύσι γένηται ἥλιος, ἐὰν συμβῇ σάλος, ἐπὶ μὲν τῆς κάτω Ἀσίας ἡ καθ' ἡμᾶς Λυδία Κιλικία τε καὶ Παμφυλία, ἐπὶ δὲ Λιβύης Νασαμωνῖτις καὶ Γαραμαντικὴ ὑπὸ πολεμίων ξένων τε καὶ ἐμφυλίων δῃωθήσονται. αἱ δὲ πρὸς τῷ Πόντῳ κείμεναι πόλεις καὶ τὰ ἐπίνεια πειρατικαῖς ἐφόδοις ταραχθήσονται, οἱ δὲ δῆμοι τῶν εἰρημένων χωρῶν μηδεμιᾶς ὑποκειμένης αἰτίας κατ' ἀλλήλων ἐξενεχθήσονται· κατομβρίαι τε ἔσονται οὐχ ἥττους κατακλυσμοῦ, καὶ εὐχαὶ ἄπρακτοι καὶ ἔνδεια τροφίμων καρπῶν. ἐκ δὲ τῆς περὶ τὴν γῆν ὑγρότητος ὁ σπόρος ἄχρηστος, ἡ δὲ θάλασσα ταραχώδης καὶ ἐγγὺς ἄπλους. ἐκ δὲ παραδόξου μετ' οὐ πολὺ τὰ πράγματα ἐπὶ τὸ βέλτιον ἔσται, καὶ συντόμως εἰπεῖν ἀναλόγως τοῖς κακοῖς εὐφροσύνη. 5970t ΕΦΗΜΕΡΙΣ ΤΟΥ ΠΑΝΤΟΣ ΕΝΙΑΥΤΟΥ ΕΚ ΤΩΝ ΚΛΩ∆ΙΟΥ ΤΟΥ ΘΟΥΣΚΟΥ ΚΑΘ' ΕΡΜΗΝΕΙΑΝ ΠΡΟΣ ΛΕΞΙΝ ΙΑΝΟΥΑΡΙΟΣ αʹ. Καλένδαις μακραὶ ἡμέραι ἄρχονται· ὁ ἥλιος ὑψοῦται, ὁ δ' ἀετὸς σὺν τῷ στεφάνῳ δύεται καὶ ποιεῖ χειμῶνας. βʹ. τῇ πρὸ δʹ νωνῶν Ἰανουαρίων ὁ μὲν ἥλιος πηδᾷ, τὸ δὲ μέσον τοῦ καρκίνου δύεται, καὶ οἱ ἄνεμοι ἐναλλάττονται. γʹ. τῇ πρὸ γʹ νωνῶν τὸ λοιπὸν τοῦ καρκίνου δύεται, καὶ τροπὴ τοῦ ἀέρος ποικίλη. δʹ. τῇ πρὸ αʹ τὸ μέσον τοῦ χειμῶνος καὶ νότος πολύς, εἶτα καὶ βορραῖ συνεχεῖς. καὶ ὁ δελφὶν ἀνίσχει ἅμα τῷ κυνὶ περὶ τὸν ὄρθρον. εʹ. νώναις Ἰανουαρίαις ἡ λύρα ἀνίσχει, καὶ ὁ μὲν ἀετὸς δύεται, ὁ δὲ δελφὶν ὅλος ἐπιτέλλει. καὶ εἰκότως ἀνεμομαχία. ςʹ. τῇ πρὸ ηʹ εἰδῶν Ἰανουαρίων ἐν μὲν ἑσπέρᾳ ὁ ἀετὸς δύεται, νότος δὲ πνεῖ. ζʹ. τῇ πρὸ ζʹ εἰδῶν ἀπαρκτίας καὶ βορέας κατ' ἀλλήλων μάχονται. ηʹ. τῇ πρὸ ςʹ εἰδῶν οἶκος Ἄρεως· νότος ἅμα καὶ ζέφυρος· ὁ δὲ αἰγόκερως ἄρχεται ἀνατέλλειν. βροχή τε ἅμα καὶ ἐν ἑσπέρᾳ νότος πυκνός. θʹ. τῇ πρὸ εʹ εἰδῶν νότος φυσᾷ σύνομβρος. ιʹ. τῇ πρὸ δʹ εἰδῶν ὁμοίως· ὁ δὲ νότος βιαιότερος. ιαʹ. τῇ πρὸ γʹ εἰδῶν ἀπαρκτίας μετὰ βροχῆς καὶ χιόνος. ιβʹ. τῇ πρὸ αʹ εἰδῶν νότος πνεῖ. ιγʹ. εἰδοῖς Ἰανουαρίαις ἄστρον κρυπτόν. καὶ πρῶτον μὲν λόγος τὸν ὀϊστὸν δύεσθαι, ἐν δὲ τῇ νυκτὶ βρέχειν. ιδʹ. τῇ πρὸ ιθʹ καλενδῶν Φεβρουαρίων ἄστρον κρυπτόν, καὶ ποικίλη τροπὴ βορέου ἅμα καὶ ἀπαρκτίου. καὶ ὁ μὲν λέων ἄρχεται δύεσθαι, ἔσθ' ὅτε δὲ βρέχει. ιεʹ. τῇ πρὸ ιηʹ καλενδῶν ἀπαρκτίας καὶ βορρᾶς σφοδρός. ιςʹ. τῇ πρὸ ιζʹ καλενδῶν ὁ μὲν ἥλιος ἐν ὑδροχόῳ, εὖρος δὲ μετὰ βροχῆς. ιζʹ. τῇ πρὸ ιςʹ καλενδῶν ἡ μὲν λύρα ἄρχεται δύεσθαι, περὶ δὲ τὸν ὄρθρον ἀνεμομαχία. ιηʹ. τῇ πρὸ ιεʹ καλενδῶν ἕωθεν μὲν δύεται ὁ λέων. βορέου ἅμα καὶ νότου καὶ ἀπαρκτίου διαφορά, καὶ βροχή. ὁ δὲ δελφὶν μετὰ λέοντα δύεται. ιθʹ. τῇ πρὸ ιδʹ καλενδῶν τροπή, καὶ τὸ μεσαίτατον τοῦ χειμῶνος. κʹ. τῇ πρὸ ιγʹ καλενδῶν βορρᾶς καὶ νότος. καὶ τὸ μέσον μὲν τοῦ καρκίνου δύεται, ὁ δὲ ὑδροχόος ἄρχεται ἀνίσχειν. καʹ. τῇ πρὸ ιβʹ καλενδῶν ὁ ὑδροχόος παντελὴς ἀνίσχει, πνεῖ δὲ ὁ λίψ, καὶ ὕει. κβʹ. τῇ πρὸ ιαʹ καλενδῶν ἡ λύρα δύεται σὺν τῷ καρκίνῳ, καὶ πρὸς ἑσπέραν ὕει. κγʹ. τῇ πρὸ ιʹ καλενδῶν βορρᾶς πνεύσει μετὰ βροχῆς. κδʹ. τῇ πρὸ θʹ καλενδῶν χειμὼν καὶ βορέου ἐπίτασις ἅμα καὶ εὔρου. κεʹ. τῇ πρὸ ηʹ καλενδῶν ὡσαύτως. κςʹ. τῇ πρὸ ζʹ καλενδῶν χειμάζει, πνεῖ δὲ ὁ βορρᾶς σὺν τῷ εὔρῳ, καὶ ἄρχεται δύεσθαι ἡ λύρα. κζʹ. τῇ πρὸ ςʹ καλενδῶν ἄστρον λαμπρὸν ἐν τῷ στήθει τοῦ λέοντος ἄρχεται δύεσθαι, ἡ δὲ λύρα ἐν ἑσπέρᾳ. καὶ βορρᾶς πνεῖ, ἔστι δ' ὅτε καὶ ὕει. κηʹ. τῇ πρὸ εʹ καλενδῶν ἀνεμομαχία μετὰ χιόνος. κθʹ. τῇ πρὸ δʹ καλενδῶν ὁ δελφὶν δύεσθαι μελετᾷ. λʹ. τῇ πρὸ γʹ καλενδῶν ἡ λύρα περὶ τὴν πρώτην φυλακὴν τῆς νυκτὸς ἄρχεται δύεσθαι ἐκ