1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

28

τουτὶ πάσχειν φανταζομένοις αἰσιώτατον καὶ λαμπρᾶς τύχης προμάντευμα. 46 Ἄξιον δὲ ζητῆσαι τίνος χάριν ἐπὶ μὲν τῶν ἄλλων διοσημειῶν τὴν σελήνην, ἐπὶ δὲ μόνων τῶν κεραυνῶν τὸν ἥλιον ἡ ἀρχαιότης ἐπετήρησεν. εἴρηται τοίνυν πολλαχοῦ, ὡς πάσης τῆς ὁποιδήποτε τυγχανούσης θερμῆς φύσεως καὶ πυρὸς ταμίας καὶ αἴτιος ἥλιός ἐστι, καὶ διαφερόντως ἐκείνου τοῦ πυρὸς λέγω, τοῦ κατ' ἐνέργειαν δραστικοῦ, καὶ ἐν ᾇ οὐδεμίαν ἡ σελήνη μετουσίαν ἔχειν φαίνεται. τί γὰρ κεραυνοῦ δραστικώτερον ἢ πυρωδέστερον; ἐν ᾧ τοσαύτη τίς ἐστιν ἡ κατὰ φύσιν ὀξύτης, ὡς μηδὲ ἓν σῶμα παντελῶς ὑπομένειν αὐτόν· ὥστε ἐπειδὴ μὴ μόνον ἐστὶν ὑγρότητος ἔξω, ἀλλὰ καὶ πάσης τῆς ὁπωσδήποτε ὑποπιπτούσης αὐτῷ φύσεως σκεδαστής, δῆλον ὅτι ἡ σελήνη ἀλλοτρία κεραυνῶν ἐστί. καὶ γὰρ ὑγρὰ τὴν φύσιν καὶ ἐπὶ τῆς ὑγρᾶς τεταγμένη ζώνης, εἰκότως τε οὐ δυναμένη τὰ διὰ τῶν κεραυνῶν προλεγόμενα δηλῶσαι, ὥστε ἥλιος αἴτιος κεραυνῶν. ταύτῃ Ζεὺς ὁ αὐτὸς καὶ Ἥλιος τοῖς μυθικοῖς λέγεται, καὶ κεραυνὸν ἐπιφέρεται, καὶ ἀετὸς ὑπηρέτης αὐτῷ καὶ ὅσα κατὰ φύσιν θερμά, καὶ ἡλίῳ προσφυῆ. ὀρθῶς οὖν τὸν ἥλιον οἱ ἀρχαῖοι, καὶ οὐ τὴν σελήνην, ἐπὶ τῆς τῶν κεραυνῶν θεωρίας ἐπετήρησαν. ἐκείνοις τοίνυν ἀκολουθοῦντες τὰ εἰρημένα αὐτοῖς καθ' ἑρμηνείαν ἐροῦμεν. 4752t LABEONIS LIBER FVLGVRALIS Ἥλιος ἐν κριῷ. κεραυνὸς ἐνσκήπτων ἐπὶ γῆς εἰ μὲν δένδρῳ ἐμπέσοι, τηρεῖν δεῖ ποίῳ τούτῳ· οὐδὲ γὰρ πλανᾶσθαι πέφυκε καταφερόμενος, ἀλλὰ ῥοιζηδὸν καὶ κατ' εὐθεῖαν καὶ οὕτως ἀπλανῶς καταφέρεται. καὶ εἰ μὲν ἀμπέλου καθάψεται, ἐλάττωσις ἔσται τοῦ οἴνου, εἰ δὲ ἑτέρου τινὸς τῶν δένδρων, τὴν ἐξ ἐκείνου καρπῶν ἔνδειαν παραδηλοῖ. εἰ δὲ ἐπὶ ποταμὸν κατενεχθείη, ἐνδεὴς μὲν ὁ ποταμὸς ὑδάτων ἔσται, ὅσον πρὸς αὐτόν, ὄλεθρος δὲ τοῖς ἐν αὐτῷ νηχομένοις ἐπιγενήσεται. εἰ δὲ ἐπὶ θαλάσσῃ, τὸν τόπον ἐπιτηρεῖν δεῖ, καθ' οὗ φέρεται ἡ φλόξ· πάντως γὰρ ἐκεῖνος ὁ τόπος, καὶ οὐκ αὐτὸς μόνος ἀλλὰ καὶ τὸ περὶ αὐτὸν κλίμα ἢ πολέμῳ ἢ πειρατῶν δόλοις ταραχθήσεται. εἰ δὲ ἐν πολιτικῷ ἢ δημοσίῳ κατενεχθείη τόπῳ, ἐμφυλίους τε πολέμους καὶ στάσεις καὶ τοῦ πολιτεύματος ἀνατροπὴν δηλοῖ· αὐτὸν δὲ τὸν τόπον, καθ' οὗ ἐξαιρέτως φέρεται, οὐκ ἀλλοιώσει μόνον, ἀλλὰ καὶ τὴν ἐν αὐτῷ τύχην παντελῶς ἀναβάλῃ. εἰ δὲ ἐπὶ τείχους πέσῃ, βλάψῃ δὲ μηδέν, πολεμίων ἔφοδον σημαένει εἰ δὲ διαφθείρῃ τοῦ τείχους μέρος τι, σκοπητέον, κατὰ ποίου τινὸς μέρους καὶ πρὸς ποῖον ἀφορῶντος κέντρον τὸ τῆς διοσημασίας γένοιτο· ἐξ ἐκείνου γὰρ πάντως τοῦ κλίματος πολεμίους ἀναμένειν δεῖ κατὰ τοῦ τείχους. εἰ δὲ καθ' ἱεροῦ πέσῃ κεραυνός, τοῖς ἐνδόξοις τοῦ πολιτεύματος καὶ τοῖς περὶ τὴν βασιλείαν αὐλὴν ὁ κίνδυνος ἐνσκήψει. εἰ δὲ κατ' ἀγαλμάτων κατενεχθῇ, ποικίλας καὶ ἐπαλλήλους τὰς συμφορὰς τοῖς πράγμασιν ἀπειλεῖ· εἰ γὰρ χαρακτῆρες ἰδεῶν τινῶν καὶ κόσμια πόλεων τὰ ἀγάλματα ὑπωπτεύθη τοῖς παλαιοῖς, ἀρὰ τοῖς πράγμασιν ἡ περὶ αὐτὰ ὕβρις. 48 Ἥλιος ἐν ταύρῳ. ἐὰν κεραυνὸς κατενεχθῇ ἐπὶ καρποφόρον δένδρον, εὐκαρπίαν τοῖς κατ' αὐτὸ καρποῖς σημαίνει· τῷ δὲ γένει τῶν βοῶν ἐπιβλαβὲς τὸ σημεῖον τοῦτο. εἰ δὲ ἐπὶ ποταμὸν κατενεχθείη ὁ κεραυνός, λοιμώξει τὸ ὕδωρ καὶ τρόμος ἐπιγενήσεται τοῖς σώμασι τῶν ἀνθρώπων, ἀνατροπὴ δὲ τῶν ποταμίων ἰχθύων γενήσεται. εἰ δὲ εἰς θάλασσαν κατὰ τόδε καιροῦ κατενεχθείη ὁ κεραυνός, ἀγαθὰ σημαίνει τοῖς πλησιοχώροις· οἱ γὰρ πειρατεύοντες χείρω πράξουσιν. εἰ δὲ ἐπὶ τείχους κατενεχθείη, οὐ καλὸν τοῖς βοσκήμασιν· ἢ γὰρ διαφθαρήσονται ἢ ὑπὸ πολεμίων διαρπαγήσονται. εἰ δὲ καὶ μέρος τοῦ τείχους τῇ βολῇ τοῦ κεραυνοῦ καταφθαρείη, ταῖς νομαῖς τῶν χωρίων ἔσται λοιμὸς καὶ ἔφοδος πολεμίων οὐκ εὐχερὴς εἰς ἄμυναν, καὶ ἄλλαι δέ τινες βλάβαι κάρτα σφαλεραὶ προσγενήσονται. εἰ δὲ κατὰ τὸν