1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

30

δένδρου κατενεχθείη κεραυνός, πλοῦτον μὲν τοῖς κυρίοις τοῦ δένδρου ἐπαγγέλλεται, τὸ δὲ γεωργικὸν ἐλαττωθήσεται. ἐπικίνδυνος δὲ καὶ ὁ πλοῦς ἔσται, καὶ συχνοὶ ἐπὶ τῆς θαλάσσης ἐκπεσοῦνται κεραυνοί, ναυάγιά τε πολλὰ συμβήσεται. εἰ δὲ κατὰ δημοσίου τόπου ἐνσκήψει κεραυνός, νεανίας ἀναιδὴς τῆς βασιλείας ἐπιλάβηται, ἀσώτων καὶ διεφθορότων συντρεχόντων αὐτῷ. εἰ δὲ κατὰ τειχῶν κατενεχθείη κεραυνός, πολέμους ἐκ τῶν πλησιοχώρων καὶ φθορὰν τῇ νεολαίᾳ δεδιέναι χρῆ. οἱ δὲ πολέμιοι μυρίοις εἰσπεσοῦνται κακοῖς, ὡς εὐκταῖον αὐτοῖς νομισθῆναι τὸν θάνατον. Ἥλιος ἐν τοξότῃ. ὅταν δὲ ἥλιος ἐπὶ τοξότην γένηται, εἰ κατενεχθείη κεραυνὸς ἐπὶ ὕλην, ἐμπρησμοὺς ταῖς ναυσὶν ἀπειλεῖ. εἰ δὲ ἐπὶ ποταμοῦ κατενεχθείη, πολέμους καὶ ναυμαχίας σημαίνει, ὡς ἐρήμους πολλοὺς ἐκ τῆς τοιαύτης ἐφόδου γενέσθαι. κίνησιν δὲ οὐχ ἥκιστα ἀπειλεῖ Περσῶν, καὶ ἔνδειαν ταῖς πολιοκρουμέναις ὑπὸ πολεμίων πόλεσιν. εἰ δὲ πρὸς ταῖς ἡλίου δυσμαῖς σκηπτὸς κατενεχθείη, ἐμφυλίους σημαίνει μάχας· ἀλλ' οὐκ εἰς χρόνον ἐκταθήσεται τὰ τῆς διχονοίας, κρείττονα δὲ ἔσται τὰ πράγματα, αὐτῶν τῶν αἰτίων τῆς στάσεως ἀπολλυμένων, ὥστε τὸ πολίτευμα εἰρήνης ἀπολαῦσαι. 52 Ἥλιος ἐν αἰγόκερῳ. κατὰ τόδε καιροῦ κεραυνὸς καταφερόμενος, ἐφ' ὃν ἂν κατενεχθείη τόπον, γενικὴν ἱλαρίαν σημαίνει, εἰρήνην τε ταῖς πόλεσι καὶ εὐκαρπίαν τοῖς ἀγροῖς ἔπαινόν τε τοῖς βασιλεῦσι τῆς πολιτείας. Ἥλιος ἐν ὑδροχόῳ. κατὰ δὲ τὸν καιρὸν τοῦτον εἰ κεραυνὸς κατενεχθείη, ἐκδρομὰς τῶν ποταμῶν ἀπειλεῖ καὶ ἀφανισμοὺς τῶν χωρίων. τὸ δὲ θέρος καυσῶδες ἔσται, καὶ ἐλάττωσις οἴνου καὶ ἐλαίου, ὡς πολλοὺς ἐκ τῆς ἐνδείας μετανάστας γενέσθαι. Ἥλιος ἐν ἰχθύσιν. ὅταν δὲ ἐν ἰχθύσιν ἥλιος γένηται, εἰ κεραυνὸς κατενεχθείη, ζάλην τῇ θαλάσσῃ ἀπειλεῖ, ναυαγία δὲ ἔσται βαρεῖα, καὶ ἀνατροπὴ μὲν τῶν ἰχθύων, ὀχληθήσεται δὲ οὐδὲν ἧττον ἡ θάλασσα ὑπὸ πειρατῶν. νέος δέ τις εὐγενὴς στρατευ σάμενος ἀπολέσει τὸ πειρατικὸν καὶ ἔνδοξος ἐπὶ τῇ νίκῃ γενήσεται. Καὶ εἴρηται μὲν πρότερον ̣p. 96, 3 ̣ ὡς οὔτε ἐν Σκυθίᾳ οὔτε ἐν Αἰγύπτῳ κεραυνοὶ καταφέρονται· εἰ δὲ τυχὸν κατενεχθείη κατὰ τόδε καιροῦ ἐπὶ τὰ εἰρημένα κλίματα κεραυνός, ἀγαθὰ τοῖς ἐκεῖ σημαίνει. 5354t ΠΕΡΙ ΣΕΙΣΜΩΝ ∆ήλων οὐσῶν τῶν εἰρημένων τοῖς πάλαι φιλοσοφήσασιν αἰτιῶν ἐπὶ τοῖς περὶ τὴν γῆν πάθεσι, μίαν ἐκ πασῶν, τὴν περὶ τοῦ καταγείου πυρός, τέως ἀποδεχόμενοι, ἐπεὶ κἀν τοῖς τόποις, ἐν οἷς συνεχῶς σάλοι συμβαίνουσιν, οἶδα γενόμενον ἐμαυτόν, ὀλίγα ἄττα περὶ τῶν ὄψεσιν αὐταῖς ὑποπεσόντων ἡμῖν ἀφηγησόμεθα. καὶ γὰρ τὸ πῦρ, διεργαζόμενον καὶ ἐξαραιοῦν τὴν ἐν βάθει γῆν, τουτὶ παρασκευάζει συμβαίνειν. ἀμέλει τὰ πλησιάζοντα τοῖς ἀναφυσήμασι καὶ ταῖς τῶν θερμῶν ἀναβολαῖς ὑδάτων πυκνότερον σείεται, οἷα τὰ περὶ τὴν Φρυγίαν Λαοδίκειαν καὶ τὴν παρ' αὐτῇ Ἱερὰν πόλιν καὶ τὴν καθ' ἡμᾶς Φιλαδέλ φειαν, καὶ καθ' ὅλου τὴν ἐπὶ τάδε Ἀσίαν, καὶ τὰ πλεῖστα δὲ τῆς πρὸς δύνοντα ἥλιον Εὐρώπης, Σικελίαν λέγω καὶ Ἰταλίαν. καὶ γὰρ ἡ τῶν σεισμῶν γένεσις πνευμάτων ἐστὶ ξηρῶν διὰ σηράγγων ἰόντων· τοῦ δὲ πλεονασμοῦ αἰτίαι πλείους. πρώτη μὲν καὶ μεγίστη ἡ τοῦ καταγείου πυρὸς ἐξαραίωσις, δευτέρα δὲ ἡ τῆς θαλάσσης εἰς τοὺς σηραγγώδεις τόπους ἐπιδρομή. συνεργεῖ δὲ καὶ πολυομβρία χειμῶνος, καὶ θέρους ἀνομβρία· ἡ μὲν γὰρ πιλοῦσα τὴν γῆν καὶ εἰς τὸ βάθος ἀπωθουμένη τὸ πνεῦμα ἀρχὴν αὐτῷ θλίψεως παρασκευάζει, ἡ δὲ ἐπισπωμένη καὶ σύρουσα. ̣54 H. ̣ τῶν δὲ σεισμῶν οἱ μέν εἰσιν ἐπικλίνται οἱ δὲ βράσται, καὶ ἐπικλίνται μὲν οἱ κυματηδὸν ἐπὶ τὰ πλάγια σείοντες, βράσται δὲ οἱ τινάσσοντες καὶ σείοντες ἄνω καὶ κάτω. εἰσὶ δ' αὐτῶν οἱ μὲν ῥῆκται, οἱ δὲ σεισταὶ μόνον, οἱ δὲ ἱζηματίαι, καὶ σεισταὶ μὲν οἱ τρόμον τινὰ τῆς γῆς ἢ καὶ