1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

69

πράγμασιν. Ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν. Ἐμοὶ δοκεῖ τὰς μοιχείας λέγειν ἐν αὐτῷ τῷ οἴκῳ, ἀπὸ τοῦ ἀξιώματος ἱερεύς· ἀπὸ τοῦ τόπου, ἐν τῷ οἴκῳ· ἀπὸ τοῦ πράγματος, πονηρίας μοιχείας. Τί τούτου χαλεπώτερον; εἰ καὶ τοῖς ἄλλοις ἠπίστουν, τοῦτο ἱκανὸν ἐλέγξαι αὐτῶν τὴν πονηρίαν· ἀλλοτρίους διώρυττον γάμους, ἐπεμαίνοντο ταῖς γυναιξίν. ∆ιὰ τοῦτο γενέσθω ἡ ὁδὸς αὐτῶν. Ὅρα, πῶς πάλιν οὐ παρὰ πόδας ἐπάγει τὴν κακίαν, ἀλλὰ δίδωσι προθεσμίας· εἶτα ἵνα μὴ ἀναβολὴ εἰς ἀπιστίαν αὐτοὺς καὶ κακίαν ἀγάγῃ, ἀναμιμνήσκει τοὺς τὰ αὐτὰ πλημμελοῦντας αὐτοῖς, καὶ χαλεπώτερα παθόντας. Καὶ ἐν τοῖς προφήταις Σαμαρείας. Ἐκεῖνοι, εἰ καὶ μηδὲν ἕτερον, τὸν Βάαλ προεβάλλοντο· οὗτοι δὲ ἐμέ. *Καὶ ἐν τοῖς ψευδοπροφήταις Ἱερουσαλὴμ ἑώρακα φρικτά. Ὁ Ἑβραῖος, πεφυρμένα, ἵνα εἴπῃ, οὐδὲν ἀληθὲς λέγοντας, ἀλλὰ κατὰ φιλοτιμίαν τοὺς λόγους ποιουμένους· ταῦτα δὲ κατὰ σύγκρισιν τῶν ψευδοπροφητῶν τῶν ἐν Σαμαρείᾳ λέγει, ὅτι ἐκεῖνοι κἂν τάξει τινὶ ἐδόκουν λέγειν ἅπερ ἔλεγον, ὡς βωμὸν ἔχοντες, καὶ δαμάλεσι προσκυνοῦντες, καὶ τὴν λοιπὴν εὐταξίαν δοκοῦντες φυλάττειν, εἰ καὶ παρανόμως· οὗτοι δὲ τὴν ἐκείνων κακίαν ὑπερέβησαν τῇ παρανομίᾳ. Οὐ γὰρ συνεχώρουν τὸν παρὰ τοῦ Θεοῦ φόβον ἐγκαθίσαι τῇ διανοίᾳ τῶν ἀκουόντων· τὴν ὑπόθεσιν πᾶσαν τοῦ γενέσθαι βελτίους ἀνῄρουν, καὶ κατεῖχον ἐν τῇ πονηρίᾳ τοὺς ἀνθρώπους ἅπαντας. Καὶ ἀντιλαμβανομένους. Οὐ μόνον, φησὶν, οὐκ ἐνουθέτουν ἀνθρώπους ἀπὸ γὰρ τοῦ μέρους τὸ πᾶν ἐσήμανεν ἀποστρέφειν ἀπὸ τῶν πονηριῶν, ἀλλὰ καὶ συνηγόρουν αὐτοῖς, ὡς ἐκ τούτου μᾶλλον ἐπιτρίβεσθαι αὐτοὺς εἰς κακίαν. Ἐγενήθησάν μοι. Τίνα οὐχ ἱκανὰ παιδεῦσαι ἐκεῖνα; οὕτως ἀτερπὴς καὶ φοβερὰ ἡ ὄψις τῆς γῆς, καθάπερ σῶμα διὰ παντὸς ἐμπεπρησμένον. ∆ιὰ τοῦτο. Οὐχὶ τῇ φύσει, ἀλλὰ τῇ διαθέσει προϊέμενον. Ὅταν μὲν γὰρ αὐτῇ τῇ φύσει πικρὸν ᾖ, πολλὰς ἔνι παραμυθίας εὑρεῖν, καὶ τόπους ἀμείβομεν, καὶ παρὰ τῶν ἐχόντων ἀπολαβόντες, καὶ ἕτερόν τι προσάγομεν. Ὅταν δὲ αὐτὸ τὸ αἰσθητήριον διεφθαρμένον ᾖ, οὐδεμία λοιπὸν ἴασίς ἐστι. Βέλτιον οὖν τὰς αἰσθήσεις ὑγιαίνειν, ἢ τὰ στοιχεῖα πικρὰ ὅταν ὄντα μεθ' ἑαυτοῦ περιφέρῃ περιφέρειν. Ὅτι ἀπὸ τῶν προφητῶν Ἱερουσαλήμ. Πάλιν τὴν αἰτίαν τίθησιν· οὐκ ἤρκεσεν αὐτοῖς 64.948 μέχρι τῆς πόλεως στῆσαι τὰ δεινὰ, ἀλλὰ καὶ τῶν ἑτέροις συμβάντων αὐτοὶ γεγόνασιν αἴτιοι. Οὕτω λέγει Κύριος. Ταῦτα ἀποφάσεις εἰσί· πόθεν, εἰπέ μοι, δῆλον; ὅτι ψευδῆ λέγουσιν, ὅτι κακὰ ἐπιτείνουσιν, ὅτι ῥᾳθυμίαν αὔξουσιν. *Ὅτι τίς ἔστη ἐν ὑποστήματι Κυρίου, καὶ εἶδε, καὶ ἤκουσε τῶν λόγων αὐτοῦ; Τουτέστι, τίς τούτων τῶν ἐναντιουμένων τοῖς προφήταις ἀνέμεινε θείαν ἐνέργειαν, καὶ ἀξιωθεὶς Πνεύματος ἐλάλησε ταῦτα; ἵνα εἴπῃ, Ἐξ αὐτῶν τῶν πραγμάτων δείκνυνται μαχόμενοι τῷ θείῳ βουλήματι, ὅτι τοῖς ἀληθέσι προφήταις μάχονται συμπράττοντες τῇ τῶν εἰδώλων θεραπείᾳ. Τουτέστι, τίς δύναται τὸν Θεὸν ἰδεῖν; Σύμμαχός φησι· Τίς γὰρ παρῆν ἐν ὁμιλίᾳ, καὶ τίς δὲ ἤκουσε; Πῶς οὖν ὑμεῖς λέγετε ἀκηκοέναι; *Καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει, καὶ ἤκουσαν τῶν λόγων μου, ἐδίδασκον ἂν τὸν λαόν μου, καὶ ἀπέστρεφον ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς. Τουτέστιν, Εἰ ἐνέμενον τοῖς ἐμοῖς νομίμοις, καὶ τὴν παρ' ἐμοῦ χάριν ἀνέμενον, πάντως ἂν εὐσέβειαν τὸν λαὸν ἐδίδασκον. Οὐ μικρὸν τεκμήριον· οὐχ ὁ τυχὼν κανὼν ὅρος προφητείας καὶ ψευδοπροφητείας. *Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Κρυβήσεται ἄνθρωπος ἐν κρυφίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτὸν, φησὶ Κύριος; Τουτέστι, Καθ' ἡδονὴν τῷ πλήθει λαλοῦντες, ἀπατᾷν αὐτοὺς ἐνομίζετε· καὶ τοὺς οὐκ εἰδότας εἰς ὑποψίαν ἄγετε, ὡς παρ' ἐμοῦ ἀποστελλόμενοι. ∆ιατί μὴ λογίζεσθε τὴν ἐμὴν ἀξίαν, ὡς ἑκάστῳ πάρειμι, ὥστε καὶ τὰ βουλεύματα εἰδέναι; καὶ οὐχὶ κατὰ τοὺς ἀνθρώπους πόῤῥωθεν ὢν τῶν ὑμετέρων λογισμῶν, ἀγνοῶ ἃ πράττετε. Τίς γάρ ἐστιν ἐξ ὑμῶν, ὃς κατὰ βουλήν τι σκέπτεται, καὶ