1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

85

συγγενῶν ἀφέλκεται καὶ ἐπάγεται. Τί οὖν γίνεται; συνελθόντες ὅρκους ἔθεντο, καὶ σπονδὰς ἐποιήσαντο ἐπὶ τῶν ἱερέων, ἐπὶ τῶν ἀρχόντων, ἐπὶ τῶν ἄλλων ἁπάντων ἅπαντες, τοῦ Σεδεκίου μεταξὺ τῶν γιγνομένων ὄντος, ὥστε γενήσεσθαι τοῦτο, καὶ ἕκαστον, ἀφεῖναι τὸν δοῦλον καὶ τὴν δούλην. Εἶτα μετενόησαν ἐπὶ τοῖς γιγνομένοις, καὶ εἴασαν αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας. Καὶ ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν. Πρῶτον ὀφειλέτας καταστήσας, οὕτως ἐνομοθέτησα· δουλείας ἀπήλλαξα, καὶ τὰ αὐτὰ ποιεῖν ἐκέ 64.993 λευον· μισθὸν ἀπῄτουν τῶν εὐεργεσιῶν. Μὴ γὰρ δωρεὰν τοῦτο ἔπραξα; Ὅτε καλῶς ἔλαβον τῆς δουλείας τὴν πεῖραν, τότε αὐτοὺς πρὸς τὴν ἄφεσιν ὥρμησα. Τί οὖν εἴποι τις ἄν; φιλοσοφώτεροι Ἰουδαῖοι ἡμῶν. Καὶ μετ' ὀλίγα· Ἐκεῖ μὲν γὰρ ἑπτὰ συνεχώρησεν ἔτη, ἐνταῦθα δὲ καθόλου τὴν δουλείαν ἀνεῖλεν. Οὐκ ἔστι δοῦλος, οὐκ ἔστιν ἐλεύθερος. -Καὶ μετ' ὀλίγα· Ἵνα μὴ ῥᾳθυμοτέρους τοῦτο τοὺς δούλους ἐργάσηται, Μὴ καταφρονεῖτε αὐτῶν, ὅτι ἀδελφοί εἰσιν οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι, φησίν. Καὶ ὑπεστρέψατε. Οὐχὶ τὴν εἰς ἐκείνους ἀδικίαν ἐκδικῶ γενομένην μόνον, ἀλλὰ καὶ τὴν τοῦ νόμου παράβασιν. Ὑμεῖς οὐκ ἠκούσατέ μου. Τὸ πᾶν ἡμῖν περὶ τῆς εὐσεβείας κινδυνεύεται. Τί οὖν, φησί; χαλεπὴ ἡ τιμωρία, θάνατος ἀντὶ δουλείας, καὶ τίνος ἕνεκεν οὕτως ἀμείβεται; ὅρκοι παρεβάθησαν, σπονδαὶ κατεπατήθησαν, αὐτὸ τὸ μέγα καθυβρίσθη ὄνομα τοῦ Θεοῦ, ὥστε ὅταν ἴδῃς αὐτοὺς διασπειρομένους, μὴ τὴν εἰς τοὺς δούλους γενομένην ἀδικίαν ἐννοήσῃς μόνον, ἀλλὰ προστίθει καὶ τὸν ὑβρισμένον Θεὸν δι' ἐκείνων, καὶ οὐδὲ τὴν ἀξίαν ὄψει δίκην ὑπομένοντας. Ἰδοὺ ἐγὼ καλῶ ὑμῖν ἄφεσιν, φησὶ Κύριος. Εἶτα μετὰ βραχέα. Καὶ δώσω τοὺς ἀνθρώπους τοὺς παρεληλυθότας τὴν διαθήκην μου, τοὺς μὴ στήσαντας τοὺς λόγους μου τῆς διαθήκης μου, ἧς ἐποίησαν κατὰ πρόσωπόν μου τὸν μόσχον, ὃν ἐποίησαν εἰς δύο, καὶ διῆλθον διὰ μέσου τῶν διχοτομημάτων αὐτῶν, τοὺς ἄρχοντας Ἰούδα, καὶ τοὺς ἄρχοντας Ἰερουσαλὴμ, καὶ τὰ ἑξῆς. Τῆς συνθήκης τὸ εἶδος τέθεικεν ὁ προφήτης, ἐναργέστερον τὸν ἔλεγχον ποιούμενος· μόσχον γὰρ θύσαντες τῷ Θεῷ καὶ διχῆ διελόντες, διῆλθον διὰ μέσου, καὶ προσκεκομικότες τὰ διχοτομήματα, συνέθεντο ἀπολύσειν κατὰ τὸν νόμον τοὺς παῖδας ἐλευθέρους τῷ Θεῷ, ὑποσχόμενος τοῦτο ποιήσειν, ὡς δὴ ἐξιλευόμενοι τὸ Θεῖον ἐπὶ τῇ προκειμένῃ ὀργῇ. Εἶτα ἐκ τῆς τῶν ψευδοπροφητῶν αἰτίας, ὡς οὐκ ὀργιζομένου Θεοῦ μεταγράφοντες ἀνεκαλέσαντο τοὺς ἀπολυθέντας. Ὀργισθεὶς τοίνυν ὁ Θεὸς τὸν ἔλεγχον ποιησάμενος, ἀπειλεῖ αὐτοῖς τὴν ἅλωσιν. Εἴπῃ δ' ἄν τις δικαίως, ὡς κἀκεῖνα τὰ τῆς ἀνακλήσεως ῥήματα καθ' ὃν καιρὸν ἀμείνους ἔδοξαν γενέσθαι, ὑπέσχετο ὁ Θεός· ὅθεν καὶ ὁ προφήτης ὡς ὁρῶν αὐτοὺς μεταβεβλημένους, εἰς ἀπορίαν κατέστη, πολιορκουμένης τῆς πόλεως. ∆ιὰ τοῦτο ὁ Θεὸς πείθων αὐτὸν, καὶ τὴν ἅλωσιν προεῖπε, καὶ ἤλεγξε τὴν γνώμην τῶν σχηματιζομένων τὴν εὐσέβειαν. Τὴν πόλιν οὐδὲν ἕτερον ἐποίησεν ἐν πολιορκίᾳ εἶναι, ἀλλ' ἢ τὸ μὴ μεῖναι τὰς συνθήκας, καὶ τὰς πρὸς τοὺς Βαρβάρους τῷ Σεδεκίᾳ γεγενημένας. Τί τούτων γένοιτ' ἂν ἀναισθητότερον; Ἐπιορκία τὴν πόλιν εἷλε, καὶ πάλιν τὸ αὐτὸ νόσημα γίνεται, μονονουχὶ φιλονεικοῦντες τῷ Θεῷ ταῦτα ἐποίουν. Ὅσοι κέχρησθε τοῖς ὅρκοις, καὶ παραβαίνετε τούτους, ὁρᾶτε τὰς τιμωρίας. 64.996

ΚΕΦ. ΛΕʹ.

*Ἣν εἰσήγαγον εἰς τὸν οἶκον Κυρίου, εἰς τὸ παστοφόριον υἱῶν Ἀννάν. Τουτέστιν, εἰς τὴν ἐξέδραν τὴν ἀπονενεμημένην τῷ Ἀννάν. Αὐτὸς δέ ἐστιν ἐγγὺς οἴκου τῶν ἀρχόντων ἐπάνω τοῦ παστοφορίου Μαασαίου υἱοῦ Σαλμὼν, τοῦ φυλάσσοντος τὸν