1
Commentarius in Isaiam 1.1 Τὸ πνεῦμα τῷ προφήτῃ ἐδείκνυ ποτὲ μὲν σαφῶς τὰ δηλούμενα ὡς μὴ δεῖσθαι τρόπων ἀλληγορίας ἐν τῇ τῶν φωνῶν ἑρμηνείᾳ, μόναις δὲ αὐταῖς κεχρῆσθαι ψιλαῖς ταῖς λέξεσιν, ποτὲ δὲ διὰ συμβόλων ἑτέρων πραγμάτων, ἐμφαντικοῖς ῥήμασί τε καὶ ὀνόμασιν ἑτέραν ὑποβαλλόντων διάνοιαν, ὥσπερ καὶ ἐπὶ τῶν ὀνείρων «τοῦ Ἰωσὴφ προσκυνεῖν» ἐδόκουν «ἀστέρες» τὸν ἀριθμὸν «ἕνδεκα», ὧδέ πη «τῶν ἀδελφῶν αὐτοῦ» δηλουμένων, ἄλλοτε δὲ «στάχυς» ἀναλέγοντας «τοὺς ἀδελφοὺς» ἑώρα τῆς σιτοδείας ὧδέ πως ᾐνιγμένης. οὕτως καὶ τῷ παρόντι προφήτῃ τὰ πλεῖστα τῶν θεσπιζομένων διὰ συμβόλων ἑωρᾶτο, πλεῖστα δὲ καὶ συμπεπλεγμένως εἴρηται κατὰ τὸ αὐτὸ τῶν μὲν πρὸς λέξιν τῶν δὲ πρὸς διάνοιαν ὑφασμένων, ὁποῖα καὶ ἐν ταῖς τοῦ σωτῆρος εὑρίσκεται διδασκαλίαις, δι' ὧν ἀναγέγραπται εἰπεῖν· «οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη»· τούτων γὰρ τὸ μὲν ῥητόν ἐστι, τὸ δὲ διανοίᾳ καὶ ἄλλα ἂν εὕροις μυρία ὥσπερ οὖν καὶ τῷ μετὰ χεῖρας προφήτῃ παρ' ᾧ ῥήματα μὲν αὐτολεξεὶ νοούμενα εὕροις ἂν τοιαῦτα· «τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων» καὶ τὰ ἑξῆς, πρὸς δὲ μόνην διάνοιαν ταῦτα· «ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι» καὶ τὰ ἑξῆς. 1.1 Ὅρασιν δὲ οὐ κοινὴν λέγει οὐδὲ σωματικοῖς ὀφθαλμοῖς ὑποπίπτουσαν, ἀλλὰ προφητικὴν τῶν μακροῖς ὕστερον χρόνοις συμβησομένων ἐποπτικήν· ὥσπερ γὰρ εἴ τις ἐν μεγάλῳ πίνακι θεῷτο πολεμίων ἔφοδον καὶ δῃώσεις χώρας πολιορκίας τε καὶ ἀνδραποδισμοὺς χρώματος ἄνθεσιν ἐξεικονισμένας, τὸν αὐτὸν δοκεῖ τρόπον ὕπαρ ἀλλ' οὐ καθ' ὕπνους τὴν ὅρασιν τεθεᾶσθαι τοῦ θείου πνεύματος καταλάμποντος αὐτοῦ τὴν ψυχήν. 1.2 Ἠσαΐας οὐκ ἐκ διατριβῶν ὥρμητο οὐδ' ἐκ διδασκαλιῶν ὠφελημένος, ἀλλ' ἐξ ἀγροῦ παρελθὼν καὶ βίου ὥς γε δοκεῖ τοῖς πολλοῖς ἀφανοῦς καὶ ἀπεριμμένου τῆς θείας ἐμπνεύσεως καὶ σοφίας μετείληφεν. Ἠσαΐαν καὶ εὐαγγελιστὴν δεῖ λέγειν ὡς τὴν αὐτὴν διακονίαν τοῖς εὐαγγελισταῖς ποιήσαντα· διαφερόντως γὰρ τὸν υἱὸν τοῦ θεοῦ κηρύττει, ποτὲ μὲν θεολογῶν ποτὲ δὲ τὴν εἰς οὐρανοὺς πάροδον αὐτοῦ θεσπίζων καὶ τὴν ἐκ «παρθένου» προαγορεύων τοῦ «Ἐμμανουὴλ» γέννησιν καὶ τὴν ἀνάστασιν, ἀλλὰ καὶ ἀπόστολον· καὶ τοῦτο γὰρ παρίστησιν λέγουσα ἡ αὐτοῦ γραφή· «καὶ εἶπεν κύριος Τίνα ἀποστελῶ, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπον Ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με». 1.3 Τὴν πᾶσαν ὑπόθεσιν κατὰ τοῦ Ἰουδαίων ἔθνους εἶναι διδάσκει· οὐ γὰρ μόνον ἐπὶ τοῦ πρώτου καταλεχθέντος βασιλέως, ἀλλὰ καὶ ἐπὶ τοῦ δευτέρου καὶ τρίτου καὶ τοῦ τετάρτου. καὶ εὕροις αὐτὸν ἐφ' ἑκάστῃ βασιλείᾳ τῶν προλεχθέντων ἐλέγχους τοῦ Ἰουδαίων ἔθνους καὶ προρρήσεις κατ' αὐτῶν ποιούμενον μέχρις αὐτοῦ τέλους τῆς βασιλείας, ἤτοι τοῦ Ἰουδαίων ἔθνους ἢ τῆς χώρας, Ἰερουσαλὴμ δὲ τῆς πόλεως. διὰ τί πρῶτον κατὰ τῆς Ἰουδαίας ἄρχεται καίτοι μέλλων λέγειν καὶ «κατὰ Βαβυλῶνος» καὶ «Αἰγυπτίων»; ἐπειδὴ ἐξ αὐτῶν ἄρχεται τῶν δοκούντων ἀνακεῖσθαι τῷ θεῷ κατὰ τὸ εἰρημένον ἀλλαχόθι· «ἀπὸ τῶν ἁγίων μου ἄρξασθε» καὶ «δυνατοὶ δυνατῶς ἐτασθήσονται». 1.4 Ἐπεσημήνατο δὲ τὸν τῶν βασιλέων χρόνον, ἐπειδὴ ἄλλη τις ἦν κατάστασις παρὰ Ἰουδαίοις πραγμάτων. ἔμελλεν δὲ τὰ μηδ' εἰς νοῦν μηδ' εἰς ὑπόνοιαν ἐπιόντα τῶν τότε μακροῖς ὕστερον χρόνοις ἀποβήσεσθαι. ὅτι κἀκεῖνος τηρητέον ὡς μία μὲν συνημμένη εἶναι δοκεῖ ἡ πᾶσα βίβλος, λέλεκται δὲ τῷ προφήτῃ κατὰ μέρος ἐν διαφόροις καὶ μακρῶν καιρῶν διαστήμασιν ὡς πολλῆς δεῖσθαι καὶ ἀκριβοῦς ἐπιστήμης τῷ μέλλοντι διαιρεῖν καὶ εἰς χρόνους ἀφορίζειν τὴν τῶν