1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

113

καὶ οὐκ ὄψεται τὴν δόξαν κυρίου. Ταῦτα παραινετικῶς πρὸς ἡμᾶς εἰπὼν πάλιν ἄνω βλέπει καὶ τὴν θεότητα τοῦ σωτῆρος εἰς ὕψος ἠρμένην θεασάμενος ἀναβοᾷ· κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν· ταπεινοὶ γὰρ ὄντες οἱ ἀσεβεῖς καὶ μακρὰν ἀφεστηκότες τῆς γνώσεως τῆς θεότητος αὐτοῦ ἐν σκότῳ τῆς αὐτῶν ἀγνοίας ἐκαλινδοῦντο, ἀλλὰ τῆς καθόλου κρίσεως ἐπιστάσης θεασάμενοι τὸν ὑψηλὸν βραχίονα οἱ πάλαι αὐτὸν ὡς μὴ ὄντα βλασφημοῦντες παύσονται τῆς ἀπονοίας αἰσχύνην καταχεάμενοι. ὁρῶντες δὲ τοὺς μακαρίους τοὺς ἐν οὐρανοῖς ζωῆς ἀπολαύοντας ζηλώσουσι, μάλιστα δὲ καθάψεται ὁ ζῆλος τοῦ λαοῦ τοῦ κατὰ τὸν ἐνεστῶτα βίον μὴ βουληθέντος παραδέξασθαι τὴν τοῦ θεοῦ παιδείαν. διὸ ζῆλος λήψεται λαὸν ἀπαίδευτον, αἰνίττεται δὲ τοὺς ἐκ περιτομῆς μὴ παραδεδεγμένους τὴν τοῦ θεοῦ διὰ Χριστοῦ χάριν. εἶθ' ἑξῆς ἐπιλέγει· καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται, ὡς ἂν ἀποφάσει ὑποβληθησομένους τῇ λεγούσῃ· «πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». Καὶ ταῦτα δὲ περὶ τούτων εἰπὼν πάλιν πρὸς τὸν θεὸν ἐπιστραφεὶς ἱκετηρίαν ἀναπέμπει λέγων· κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν· καλὰ μὲν γὰρ καὶ τὰ ἄλλα παρὰ σοῦ πάντα· τὸ δὲ μέγιστον δῶρον ἡ παρὰ σοῦ καὶ ἡ πρὸς σεαυτὸν εἰρήνη τυγχάνει, ἵν' ἀστασίαστοι ὦμεν πρὸς σὲ καὶ εἰρηνεύουσα πρὸς σὲ διὰ παντὸς φυλάττοιτο ἡμῶν ἡ ψυχή. τοῦτο δ' ἂν γένοιτο, εἰ καταξιώσειας κτῆμα σαυτοῦ ἴδιον ποιήσασθαι ἡμᾶς· ἐπεὶ δὲ ἡμεῖς οὐκ ἄλλον τινὰ οἴδαμεν ἢ σὲ καὶ μόνῳ τῷ ὀνόματί σου τεθαρσήκαμεν. ὅτε τοίνυν οὐδένα ἕτερον κεκτήμεθα ἐν τῷ βίῳ ἢ σέ, εἰκότως ἀντιβολοῦμεν καταξιωθῆναι τῆς σῆς γενέσθαι μερίδος καὶ τοῦ σοῦ κλήρου. Ἡμεῖς μὲν οὖν φασιν σοῦ ἐσμεν, κύριε, καὶ σὺ τὸ ἡμέτερον ὑπάρχεις κτῆμα, οἱ δὲ «ταῖς πρὸς θάνατον ἁμαρτίαις» ἑαυτοὺς ἐκδόντες καὶ διὰ τοῦτο νεκροὶ τὰς ψυχὰς γενόμενοι· «ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται», τὴν ἐπηγγελμένην τοῖς ἁγίοις αἰώνιον ζωὴν οὐκ ὄψονται, οὐδ' ἰατροί ποθεν ἐπιστάντες κατὰ τὸν τῆς κρίσεως καιρὸν δυνήσονται αὐτοῖς ἐπικουρῆσαι τὰ πρὸς σωτηρίαν, οὐδ' ἀναστῆσαι αὐτῶν τὴν πτῶσιν. οὓς γὰρ σὺ ὁ μέγας καὶ φοβερὸς καὶ δίκαιος κριτὴς παρέδωκας ἀπωλείᾳ, τίς ἰατρῶν διασώσασθαι δυνήσεται; ἀντὶ δὲ τοῦ· καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν, ὁ μὲν Σύμμαχος πᾶσαν τὴν μνήμην αὐτῶν, ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων πᾶν τὸ μνημόσυνον αὐτῶν ἡρμήνευσαν· ἔδει γὰρ αὐτῶν πᾶσαν μνήμην κακίας ἀρθῆναι κατὰ τὸν δηλούμενον τῆς κρίσεως καιρόν. εἰ δὲ λέγοιτο· πᾶν ἄρσεν αὐτῶν, πολλὴν εἰσάγει φιλανθρωπίαν ὁ λόγος· ὡς αὐτῶν μὲν τῶν ἡμαρτηκότων μὴ μελλόντων ἀφανίζεσθαι μηδ' εἰς τὸ παντελὲς ἀπόλλυσθαι, τῶν δὲ γεννημάτων αὐτῶν οὕτω δηλουμένων, ὧν ἡ ψυχὴ αὐτῶν γεγέννηκεν λογισμῶν πονηρῶν· τούτων γὰρ ἀφανισμὸν γενήσεσθαί φησι. Πάλιν δ' ἀντὶ τοῦ· πρόσθες κακὰ τοῖς ἐνδόξοις τῆς γῆς, τὰ μὲν κακὰ οὔτε παρὰ τοῖς Λοιποῖς ἑρμηνευταῖς οὔτ' ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει εὕρομεν· κατὰ δὲ πάντας τοὺς ἑρμηνευτὰς προσέθηκας τῷ ἔθνει ἐν ᾧ ἐδοξάσθης εἴρηται. συμφώνως δὲ πάντων τοῦτον ἑρμηνευσάντων τὸν τρόπον ἕπεται νοεῖν ἡμᾶς, ὅ τι προσέθηκε τῷ ἔθνει· ὅπερ νοήσομεν ἀπὸ τοῦ σωτηρίου λόγου τοῦ φήσαντος· «παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται». τοῖς μὲν οὖν ἀγαθὰ κεκτημένοις προσέθηκε τὰ παρ' ἑαυτῷ τεταμιευμένα· «ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη», τοῖς δὲ κακὰ θησαυρίσασιν ἑαυτοῖς πάλιν προσθήσει τὰ κατάλληλα τοῖς ἔργοις αὐτῶν. τούτοις ἑξῆς ἐπιφέρει· ἐμάκρυνας πάντα τὰ πέρατα τῆς γῆς· τοὺς γὰρ ἑαυτοὺς μακρὰν τοῦ θεοῦ καταστήσαντας καὶ αὐτὸς ὁμοίως μακρύνει αὐτούς, διόπερ ἵνα μὴ ταὐτὸν τοῖς ἀσεβέσι πάθωσιν οἱ τοῦ θεοῦ οἰκεῖοι, ἀναγκαίως διὰ τῆς εὐχῆς ἔλεγον· κύριε ὁ θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς. 1.88 Ἐπειδὴ τὸν περὶ τῆς καθόλου κρίσεως τόπον θεωρεῖ ὁ προφήτης ὡσανεὶ παρὼν τῇ κρίσει καὶ «τῷ βήματι τοῦ θεοῦ