1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

61

εἰκότως παρεβλήθησαν ὡς ἐν παραθέσει τοῦ πάλαι πλημμυροῦντος παρ' αὐτοῖς ποταμοῦ, λέγω δὲ τοῦ βασιλείου, ὃ δὴ πᾶσαν αὐτὴν ἀθρόως τε τὴν Αἴγυπτον καὶ τὰ ἀμφὶ ταύτην ἔθνη ἑνὶ ῥεύματι περιέκλυζε, μιᾷ δυνάμει βασιλικῇ κατακρατούσῃ τῶν ὅλων. οὕτως οὖν ἐπατάσσετο καὶ ὁ Αἰγύπτιος ποταμός, μερικαί τε φάραγγες ὑφίσταντο ἀντ' αὐτοῦ ὡς βατὴν εἶναι τοῦ λοιποῦ τὴν Αἴγυπτον τοῖς τὸ Χριστοῦ εὐαγγέλιον κηρύττουσι, μηδενὸς ἐμποδὼν αὐτοῖς ἱσταμένου μηδ' ἐπιβαίνειν κωλύοντος. ∆ιόπερ ὡς μηκέτι συνεστώσης τῆς Αἰγυπτίων βασιλείας καὶ ὡς τῆς δαιμονικῆς ἐνεργείας τῆς ἐν αὐτοῖς ἀποσβεσθείσης τὸ κήρυγμα τὸ εὐαγγελικὸν ἐπὶ σχολῆς αὐτοῖς κατηγγέλλετο κατὰ τὸ φῆσαν λόγιον· καὶ ἔσται δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ, ἀλλὰ καὶ ἔσται φησὶ τῷ Ἰσραὴλ ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθον ἐκ γῆς Αἰγύπτου· ὡς γὰρ ὁ Μωσέως λαὸς διέβη ποσὶ τὴν ἐρυθρὰν θάλασσαν ὡς «διὰ ξηρᾶς», εἶτα μετὰ τὴν δίοδον «τὴν ᾠδὴν ᾖσαν λέγοντες Ἄισωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται», τὸν αὐτὸν τρόπον καὶ οἱ προφητευόμενοι τοῦ σωτῆρος ἡμῶν εὐαγγελισταί, αὐτοὶ ὄντες οἱ ἐκ τοῦ παντὸς Ἰουδαίων ἔθνους περιλειφθέντες, ἀκώλυτον ποιούμενοι τὸν δρόμον καὶ πᾶσαν διατρέχοντες τὴν Αἰγυπτίων χώραν καὶ Ἰουδαίοις μὲν κηρύσσοντες τὸ εὐαγγέλιον ἐν ταῖς συναγωγαῖς αὐτῶν, ἐκκλησίας δὲ Χριστοῦ συνιστῶντες ἐκ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς, «καινὸν ᾆσμα» ἐμφερῶς τοῖς ἐπὶ Μωϋσέως ἐδίδασκον «ᾄδειν» τοὺς δι' αὐτῶν ὠφελημένους. Τοῦτο δὲ ἦν τὸ προφωνηθὲν ὑπὸ τοῦ φάσκοντος προφητικοῦ λόγου· Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Εὐλογήσω σε, κύριε, διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου ἀπ' ἐμοῦ καὶ ἠλέησάς με. ἰδοὺ ὁ θεός μου σωτήρ μου, πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ καὶ σωθήσομαι. καὶ οὐ φοβηθήσομαι, ὅτι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν. ταῦτα διδάσκονται λέγειν οἱ τῇ Αἰγυπτίων χώρᾳ τὸν Χριστὸν τοῦ θεοῦ καταγγέλλοντες ἢ καὶ αὐτοὶ Αἰγύπτιοι τὸν Χριστὸν τοῦ θεοῦ παραδεδεγμένοι· ὡς γὰρ μηκέτ' ὑφεστῶτος ἐν αὐτοῖς «τοῦ» προλεχθέντος «ποταμοῦ» μηδὲ «τῆς» πάλαι κυματουμένης «θαλάσσης». διό φασιν· ἰδοὺ ὁ θεός μου ὁ σωτήρ, πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ καὶ οὐ φοβηθήσομαι διὰ τὸ μηκέτ' εἶναι τοὺς ἐκφοβοῦντας αὐτοὺς μηδὲ κωλύοντας κατὰ τὸν Χριστοῦ λόγον θεοσεβεῖν, ὅτι ἡ δόξα μου φησὶ καὶ ἡ αἴνεσίς μού ἐστι καὶ ἐγένετό μοι εἰς σωτηρίαν. τὸ δὲ ὠργίσθης μοι ἐξομολόγησιν προτέρων ἁμαρτημάτων παρίστησιν, ὧν ἕνεκα θεοῦ ἦσαν ὀργῆς ἄξιοι πρὸ τῆς σωτηρίου κλήσεως οἱ Αἰγύπτιοι. τὸ δέ· ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με τὴν μετὰ τὴν κλῆσιν δωρηθεῖσαν αὐτοῖς ἄφεσιν ἁμαρτημάτων σημαίνει. «ἡ γὰρ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ γενομένη» καὶ αὐτοῖς Αἰγυπτίοις καὶ πᾶσι τοῖς τὸν υἱὸν τοῦ θεοῦ παραδεδεγμένοις δεσμῶν λύσιν καὶ ἁμαρτιῶν συγχώρησιν ἐδωρήσατο. Ἑξῆς τούτοις ἐπιλέγει· καὶ ἀντλήσετε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. πάλιν δὲ κἀνταῦθα ἀλληγορικῶς παραδεκτέον τὸ ὕδωρ καὶ τὰς πηγὰς τοῦ σωτηρίου· νοήσεις δὲ ταῦτα αὐτοῦ λέγοντος ἀκούων τοῦ σωτῆρος· «εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος». πηγαὶ τοίνυν σωτηρίου λόγοι ἦσαν εὐαγγελικοὶ ἐξ ἁγίου πνεύματος ἀνομβρώμενοι, ὥσπερ οἱ προφητικοὶ λόγοι πηγαὶ ὠνομάζοντο Ἰσραὴλ ὑπὸ τῆς λεγούσης γραφῆς· «ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν, κύριον ἐκ πηγῶν Ἰσραήλ». ἀλλὰ γὰρ ἀπὸ τῶν πηγῶν τοῦ σωτηρίου λόγου προφητεύονται πίεσθαι οἱ Αἰγύπτιοι καὶ οἱ τούτοις τὸ ποτὸν τὸ σωτήριον διακονήσαντες. Ἑξῆς τοῖς προλεχθεῖσιν ἔτι καὶ ταῦτα λέγειν προστάττει· καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ὑμνεῖτε κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ. τὸ δὲ ἐρεῖς προσφωνήσῃς τῷ χορῷ τῶν εὐαγγελιστῶν τοῦ σωτῆρος ἡμῶν· ἐν ἐκείνῃ γάρ φησι τῇ ἡμέρᾳ, δηλαδὴ ἐν τῷ προφητευομένῳ καιρῷ, ἐρεῖς σύ, ὁ κῆρυξ τοῦ σωτηρίου εὐαγγελίου,