218
παράδειγμα τοῦ Ἀβραὰμ καὶ τῆς Σάρρας, οἳ δίκην πέτρας ἄγονοι καὶ ἄκαρποι καὶ ἄπαιδες γενόμενοι καὶ μέχρι γήρως ἐστειρωμένοι «ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει» συνέστησαν. διό φησιν· ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν. ὥσπερ οὖν ἐπὶ τοῦ Ἀβραὰμ πεποίηκα, οὕτω μὴ ἀπογινώσκετε, ὡς καὶ ἀπὸ τῆς πέτρας ταύτης, ἣν ὑμεῖς αὐτοὶ ἐλατομήσατε, ἔσται τις ἐλπὶς ἅπασιν ἀνθρώποις σωτηρίας, ὡς μὴ ἀπολειφθῆναι τῆς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας, τὴν δοθησομένην ἅπασι τοῖς ἔθνεσιν ἐξ ἐμοῦ διὰ τῆς εἰρημένης πέτρας χάριν. ἦν μὲν οὖν πέτρα καὶ τὸ σπήλαιον, «ὃ ἐλατόμησεν ὁ Ἰωσὴφ» «εἰς μνημεῖον», ἀλλὰ καὶ τὸν Χριστὸν αὐτὸν οἶδεν ὁ θεῖος Ἀπόστολος πέτραν ὀνομάζειν λέγων· «ἡ δὲ πέτρα ἦν ὁ Χριστός». ἐπεὶ δὲ χεῖρας ἐπιβαλόντες τὸ σῶμα τοῦ Χριστοῦ ἐλωβήσαντο κατὰ τὸ πάθος οἱ τὸν θάνατον αὐτοῦ τυρεύσαντες, εἰκότως πρὸς αὐτοὺς εἴρηται τό· ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. τοῦτο δὲ διδάσκει καὶ αὐτὸς ὁ σωτὴρ ἐν Ψαλμοῖς λέγων· «ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου». μήποτε δὲ βόθυνον λάκκου ᾐνίξατο τὴν τρωθεῖσαν τοῦ σώματος αὐτοῦ «πλευράν, ἐξ ἧς αἷμα καὶ ὕδωρ ἐξῆλθεν». Ἀλλὰ γὰρ ὥσπερ ἐπὶ τοῦ Ἀβραὰμ καὶ τῆς ἀγόνου καὶ ἀτέκνου καὶ τὴν φύσιν ἐστειρωμένης Σάρρας παραδόξῳ καὶ θεϊκῇ δυνάμει «ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει» συνέστη, οὕτω καὶ νῦν γενήσεται διὰ τῆς λατομηθείσης καὶ ὀρυχθείσης ὑφ' ὑμῶν πέτρας. δι' αὐτῆς γὰρ τῆς Σιών, λέγω δὲ τὸ θεοσεβὲς πολίτευμα, τὴν ἀπεγνωσμένην Σιὼν δὲ λέγω· καὶ σὲ νῦν παρακαλέσω, Σιών, τὸ θεοσεβὲς δηλῶν παρακαλέσω, ὅπερ εἰς ἔρημον δι' ὑμᾶς κατέστη. πλὴν αὐτὸς ἐγὼ ἀναλήψομαι τὴν ἐρημίαν αὐτῆς καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον καὶ τὰ πρὸς δυσμὰς αὐτῆς ὡς παράδεισον κυρίου. ὡς ἐν παραθέσει δὲ τῆς πάλαι ἐχούσης τὸν ἄνδρα νῦν ἡ ἐξ ἐθνῶν ἐκκλησία πάλιν ἔρημος ὠνομάσθη· ὥσπερ οὖν καὶ ἐν οἷς ὁ αὐτὸς προφήτης θεσπίζει λέγων· «Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα». τίς δὲ ἦν ἡ τὸν ἄνδρα ἔχουσα ἀλλ' ἢ ἡ «τὸ βιβλίον τοῦ ἀποστασίου» ποιησαμένη; ἐν δέ γε τῇ ἐρήμῳ ἔσται τίς φησι παράδεισος ἐοικότως τῷ παραδείσῳ τοῦ θεοῦ, ὃν ἐν τῇ κοσμοποιΐᾳ «πεφυτεῦσθαι» Μωσῆς συνέγραψε. διὸ λέγεται· ὡς παράδεισος κυρίου, τοῦτον δὲ ἔσεσθαί φησι πρὸς ταῖς δυσμαῖς. «τοῖς γὰρ καθημένοις ἐν σκότῳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλε» τὸ σωτήριον καὶ ὁ τοῦ θεοῦ παράδεισος ὁ τῶν χαρισμάτων τοῦ ἁγίου πνεύματος πεπληρωμένος, ἔνθα φησὶν εὑρήσειν ἀγαλλίαμα καὶ εὐφροσύνην καὶ πρὸς τούτοις ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως, τῶν μὲν κατορθούντων φωνὴν αἰνέσεως ἀφιέναι, τῶν δὲ ἐπιστρεφόντων ἐκ προτέρων ἁμαρτημάτων δι' ἐξομολογήσεως καθαιρομένων. 2.38 Τὴν κατὰ τοῦ Ἰουδαίων λαοῦ κατηγορίαν καὶ τὸν ἔλεγχον τῆς κατὰ τοῦ Χριστοῦ δυσσεβείας αὐτῶν, τά τε διαδεξάμενα αὐτοὺς κακά, ἐφ' οἷς κατ' αὐτοῦ τετολμήκασι, διελθών, εἶτα τῆς πάλαι ἐρήμου ἐκκλησίας τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν θεσπίσας καὶ ὡς ἔσται παράδεισος θεοῦ ἐν αὐτῇ καὶ ὡς ἀγαλλίαμα καὶ εὐφροσύνην εὑρήσουσιν οἱ ἐν αὐτῇ, ἐξομολόγησίν τε καὶ φωνὴν αἰνέσεως. ταῦτα προφήσας σφόδρα ἀκολούθως εἰς ὑπακοὴν τῶν ἑαυτοῦ λόγων ἀνακαλεῖται οὐκέτι τὸ Ἰουδαίων ἔθνος τὸ συνήθως ὀνομαζόμενον Ἰσραήλ, ἀλλὰ σαφῶς τὸν ἐξ ἐθνῶν συστάντα αὐτῷ λαὸν καὶ τοὺς τῶν ἐθνῶν βασιλεῖς αὐτοῖς ῥήμασι λέγων· ἀκούσατέ μου ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε· ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. λαὸν δὲ αὐτοῦ ἐν τούτοις οὐχ οὕτω τις γένοιτ' ἂν ἠλίθιος ὡς νομίσαι δηλοῦσθαι ἐκεῖνον πρὸς ὃν ἐλέγετο· «ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν», ἀλλ' ὁ παρὼν λαὸς ἐξ ἐθνῶν «χάριτι