1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

64

ἀνοίξαντες δὲ τὰς θύρας, ὑψώσατε τὴν φωνὴν αὐτοῖς, προτρέποντες σπεύδειν τοὺς καλουμένους. ἐγὼ γάρ εἰμι ὁ συντάσσων καὶ ἄγων αὐτούς. τίνες δέ εἰσιν οὗτοι, ἑξῆς παρίστησι διασαφῶν καὶ λέγων· γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες συμφώνως δὲ τοῖς Ἑβδομήκοντα ἡρμήνευσεν ὁ Θεοδοτίων εἰπών· καίγε ἐκάλεσα τοὺς γίγαντάς μου, ὁ δὲ Ἀκύλας καὶ ὁ Σύμμαχος ἀντὶ τοῦ· γίγαντας, δυνατοὺς ἡρμήνευσαν. οὕτως δὲ καλεῖ τὰς τιμωρητικὰς δυνάμεις, δι' ὧν τὰ τῆς κατὰ τῶν ἀσεβῶν ὀργῆς πληροῦται. ἐπιχαιρεσίκακοι δέ τινες ὄντες οὗτοι οἱ λεγόμενοι γίγαντες ὥσπερ τὰ κατ' εὐχὰς πράττοντες· χαίρουσιν ἐπὶ τῷ ὑβρίζειν καὶ κολάζειν τοὺς ἀσεβεῖς, ἅτε δὴ μὴ ἔχοντες σπλάγχνα οἰκτιρμοῦ μηδὲ χρηστότητα μηδὲ φιλανθρωπίαν, ἀλλ' ὠμόθυμοι καὶ ἀπάνθρωποι τυγχάνοντες. δέον γοῦν στένειν ἐπὶ τοῖς ἀπολλυμένοις, οἱ δὲ ἅμα ὑβρίζοντες ἔχαιρον. Ταῦτα μὲν οὖν περὶ τούτων, τὰ δ' ἑξῆς περὶ τῶν κριθησομένων ἐθνῶν ἐπιλέγει· φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων ὁμοία ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων· οἱ γὰρ μέλλοντες τῇ τιμωρίᾳ παραδίδοσθαι οὐδὲν ἕτερον ἢ φωνὰς ἀφήσουσι τὰ ἑαυτῶν ἐξομολογούμενοι κακά, ὁμοῦ δὲ καὶ κατὰ τὸ αὐτὸ τὰ ἔθνη πάντα καὶ οἱ τούτων βασιλεῖς μίαν καὶ τὴν αὐτὴν ἀποδώσουσι φωνήν, ὀλοφυρόμενοι τὰς ἑαυτῶν συμφοράς. εἶτα τὴν αἰτίαν τῆς τῶν ἐθνῶν καὶ τῶν βασιλέων φωνῆς διδάσκει λέγων· κύριος σαβαώθ, ἢ κύριος τῶν δυνάμεων ἢ κύριος τῶν στρατιῶν, ἐντέταλται ἔθνει ὁπλομάχῳ ἔρχεσθαι ἐκ γῆς πόρρωθεν ἀπ' ἄκρου θεμελίου τοῦ οὐρανοῦ, κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ, καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην. τοὺς δ' ἀνωτέρω γίγαντας ὀνομασθέντας ὁπλομάχους ἐνταῦθα καλεῖ, μακρὰν ὄντας πάλαι καὶ ὥσπερ ἐν θεμελίοις τοῦ οὐρανοῦ ἀποκεκλεισμένους, οὓς ὅτε καιρὸς καλεῖ προστάττει ἔρχεσθαι ὁ τῶν ὅλων κριτὴς ἐπὶ τῷ καταφθεῖραι πᾶσαν τὴν τῶν κακῶν οἰκουμένην μετὰ τὸν ἀφορισμὸν τῶν δικαίων. ἐπεὶ καὶ ἐν τοῖς Εὐαγγελίοις «ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐπὶ θρόνου δόξης αὐτοῦ» τοὺς «ἐκ δεξιῶν» πρώτους ἐπὶ «τὴν ἡτοιμασμένην» αὐτοῖς «βασιλείαν πρὸ καταβολῆς κόσμου» καλεῖ· ὧν παραληφθέντων καὶ εἰσαχθέντων εἰς τὴν ἐπαγγελίαν ἐπὶ τὰ λοιπὰ ἔθνη τὰ ἐν τοῖς ἀριστεροῖς εὑρεθησόμενα ἡ ἀπειλὴ «τοῦ πυρὸς» ἐξενήνεκται. Ταῦτα διδάξας ὁ λόγος μέλλοντα ἔσεσθαι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως τοὺς μηδέπω εἰς αὐτὴν ἐφθακότας ἔτι δὲ ἐν τῷ βίῳ τούτῳ τυγχάνοντας ἐπὶ μετάνοιαν προκαλεῖται, ὡς ἔτι καιρός ἐστιν ἐπιστρέφειν καὶ ἐπὶ τοῖς ἑαυτῶν κακοῖς ἀποκλάεσθαι καὶ ὀλολύζειν παραινῶν. διό φησιν· ὀλολύξατε, τὰ γλυπτά· ἐγγὺς γὰρ ἡμέρα κυρίου, καὶ συντριβὴ παρὰ τοῦ θεοῦ ἥξει· οὔπω γάρ φησιν ἐπέστη τὰ ἠπειλημένα, μέλλει δὲ ὅσον οὔπω. διὸ προλαβόντες κλαυθμῷ καὶ θρήνῳ καὶ ὀλολυγῇ ἐξιλάσασθε τὰ ἑαυτῶν κακά· μέλλει γὰρ ἡ προλεχθεῖσα ἡμέρα τῆς ὀργῆς τοῦ θεοῦ ἐφίστασθαι, ἐν ᾗ πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει· καὶ ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης· καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσι. πρέσβεις δὲ ἐνταῦθα καλεῖ τοὺς προϊσταμένους τῶν τῆς ἀθεότητος λόγων καὶ τοὺς πρεσβεύοντας ὑπὲρ τῆς εἰδωλολάτρου πλάνης, τούς τε διδασκάλους τῶν ἀθέων καὶ ἀσεβῶν δογμάτων, οὓς μετελεύσεται τὰ κατηριθμημένα πάντα. ἴδιον τῶν διατρεπομένων καὶ ἀπροσδοκήτων δεινῶν περιπεσόντων τὸ μεταβάλλειν τὸ χρῶμα τοῦ προσώπου. Οἷς ἐπιλέγει· ἰδοὺ γὰρ ἡμέρα κυρίου ἔρχεται μήνιδος θυμοῦ καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. κατ' ἐκεῖνο δὲ καιροῦ φησιν οἱ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσι, καὶ σκοτισθήσονται τοῦ ἡλίου ἀνατέλλοντος· κατὰ γὰρ τὸν τῆς συντελείας καιρὸν οὔθ' ὁ ἥλιος οὔθ' ἡ σελήνη οὔθ'