1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

137

καταφυγόντων προφητείᾳ τῆς καθολικῆς κρίσεως τοῦ θεοῦ διὰ μέσου μνημονεύσας ὁ λόγος ἐπαναλαμβάνει τὴν πρὸς τοὺς αὐτοὺς ἀπειλὴν διὰ τῶν προκειμένων καὶ ταλανίζει τοὺς κατιόντας εἰς Αἴγυπτον βοηθείας χάριν· ὡς γὰρ μὴ δυναμένου τοῦ θεοῦ μένοντας αὐτούς, ἐν ᾧ αὐτὸς μένειν ἐκέλευσε τόπῳ ῥύσασθαι τῆς τῶν πολεμίων χειρὸς † κατεφεῦρον σωτῆρας αὐτῶν τοὺς εἰδωλολάτρας. οἱ τὸν θεὸν Ἰσραὴλ αὐχοῦντες ἐπιγραφόμενοι πεποιθότες τε ἦσαν ἐπ' Αἰγυπτίοις ἅρμασί τε καὶ ἵπποις οὐ μεμνημένοι ὡς «ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψέ» ποτε ὁ αὐτῶν θεὸς «εἰς θάλασσαν». διὸ μέμφεται αὐτοὺς ὁ λόγος, ὅτι μὴ πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ τοῦτ' ἔπραττον· διὸ καταλήψεσθαι αὐτοὺς ἃ μὴ προσεδόκησαν κακὰ ἐπ' αὐτῆς τῆς Αἰγύπτου ἀπειλεῖ. διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· Αἰγύπτιοι δὲ ἄνθρωποι καὶ οὐ θεός, καὶ ἵπποι αὐτῶν σὰρξ ἀλλ' οὐ πνεῦμα. κύριος δὲ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ καὶ ἀσθενήσει ὁ βοηθός, καὶ πεσεῖται ὁ βοηθούμενος, καὶ πάντες ὁμοῦ συντελεσθήσονται, βοηθὸν μὲν λέγων τοὺς Αἰγυπτίους, βοηθουμένους δὲ τοὺς πρόσφυγας αὐτῶν. διδάσκει δὲ δι' ὅλης τῆς προκειμένης ἱστορίας ὁ λόγος ἐν τοῖς καιροῖς τῶν διωγμῶν, εἴ ποτε κρίνειεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ ἢ καὶ τὴν ἐκκλησίαν αὐτοῦ παραδοῦναι τοῖς τὴν θεοσέβειαν ἐλαύνουσι, μὴ δεῖν ἀναχωρεῖν τῆς ἐνθέου πίστεως μηδὲ τῆς ἐπὶ τὸν θεὸν πεποιθήσεως ἀφίστασθαι μηδ' ἀπογινώσκειν τὰς τοῦ θεοῦ διαλλαγὰς μηδὲ ἐπὶ τὸν Αἰγυπτιακὸν βίον αὐτομολεῖν, λέγω δὲ τὸν τῶν εἰδωλολατρῶν· πολλοὶ γὰρ ἐν τοῖς τοιούτοις καιροῖς ἀποστατήσαντες τοῦ τῆς θεοσεβείας λόγου τὰς ἐλπίδας ἀνήρτησαν ἑαυτῶν τῆς τῶν εἰδωλολατρῶν βοηθείας. Ἀλλὰ γὰρ μετὰ τὰ προλεχθέντα πάλιν ἐπισυνάπτει τὴν ἐπάνοδον τῶν ἀπὸ τῆς αἰχμαλωσίας ἐπανηξόντων προασπίσοντος αὐτῷ τοῦ θεοῦ καί φησιν ὅτι ὥσπερ λέων τὸ βασιλικὸν καὶ πάντων ἰσχυρότατον θηρίων κινήσας ἑαυτὸν ἐπὶ τροφῆς θήραν ἐπιπηδᾷ προβάτων ποίμνῃ μηδὲ τὰς κραυγὰς τῶν ποιμένων μηδὲ τὸ πλῆθος τῶν ἐλαυνόντων ἐπιστρεφόμενος, οὕτως αὐτὸς ὁ κύριος ἐπιθήσεται τοῖς πολεμίοις καὶ τὸν ἑαυτοῦ λαὸν ἐξ αὐτῶν ῥύσεται ἀποκαταστήσας τε αὐτὸν εἰς τὸν ἑαυτοῦ τόπον τὸν ἐν Ἰερουσαλήμ. οὕτως αὐτῶν ὑπερασπίσει ὥς ἐστιν ἰδεῖν πολλάκις ἐν τῇ τῶν ὀρνέων φύσει τὰς τῶν νεοττῶν μητέρας περιιπταμένας ἀμφὶ τὴν καλιὰν καὶ τῶν νεοττῶν ὑπερμαχούσας, οὕτως γὰρ καὶ αὐτὸς ὑπερασπίσει τῆς Ἰερουσαλήμ. ἐπαγγειλάμενος τῆς Ἰερουσαλὴμ ὑπερασπίσειν ὁ θεὸς προσφωνεῖ τοῖς εἰς τὴν Αἴγυπτον εἰσεληλυθόσιν ἑξῆς λέγων· ἐπιστράφητε, οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον. ἔξεστι γὰρ εἰσέτι καὶ νῦν μετανοήσαντας ἐπανελθεῖν εἰς τὴν ἑαυτῶν γῆν, μαθόντας ὁποῖα ἐπήγγελται περὶ αὐτῆς ὁ θεός. Εἶτ' ἐπαγγέλλεται ὅτι κατὰ τὸν καιρὸν ἐκεῖνον, καθ' ὃν τὰ τῆς ἐπανόδου γενήσεται τῷ λαῷ, οὐκέτ' εἰδωλολατρίαν ἐν αὐτοῖς συστήσεται. διό φησιν· ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀφελοῦνται οἱ ἄνθρωποι τὰ χειροποίητα. καὶ τοῦτο δὲ παρίστησιν ἡ ἱστορία· μετὰ γὰρ τὸ ἐπανελθεῖν αὐτοὺς ἀπὸ Βαβυλῶνος καὶ ἀνεγεῖραι δεύτερον τὸν ἐν Ἱεροσολύμοις ναὸν οὐκέτι φαίνονται εἰδώλοις χρησάμενοι. Εἶτα ἐπειδήπερ τὸν Ἀσσύριον φοβούμενοι κατέλιπον τὴν ἐν τῇ Ἰουδαίᾳ οἴκησιν καὶ κατέφυγον ἐπὶ τὴν Αἴγυπτον, ἐπαγγέλλεται αὐτοῖς τὴν τοῦ Ἀσσυρίου πτῶσιν λέγων· καὶ πεσεῖται ὁ Ἀσσοὺρ μαχαίρᾳ οὐκ ἀνδρός. σημαίνει δὲ τὴν καθαίρεσιν τῆς τῶν Ἀσσυρίων βασιλείας καὶ τὴν πτῶσιν αὐτῶν, ὥσπερ ἀφ' ὕψους τοῦ προτέρου βασιλικοῦ ἀξιώματος ἐπὶ τὸ ταπεινὸν φερομένου· καὶ τοῦτο αὐτοῖς φησι συμβήσεται οὐκ ἐξ ἀνθρωπίνης ἐφόδου, ἀλλ' ἐκ τῆς τοῦ θεοῦ κατ' αὐτῶν ὀργῆς. εἰ γὰρ καὶ τὰ μάλιστα ἐδόκουν ἄνθρωποι ὑπηρέται γεγονέναι τῆς καθαιρέσεως αὐτῶν, ἀλλ' αὐτὸς ἦν ὁ θεὸς ὁ διὰ τῶν ἀνθρώπων καθαιρῶν αὐτούς. διὸ ἀνωτέρω ἐλέγετο ἐν τῇ περὶ Βαβυλῶνος προφητείᾳ· «ἰδοὺ ἐγὼ ἐπεγερῶ ὑμῖν τοὺς Μήδους». Ἀντὶ δὲ τοῦ· πέτρᾳ γὰρ