1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

263

Ἰερουσαλὴμ καταλελειμμένη καὶ γέγονε καὶ κέκληται, αὕτη δὲ περὶ ἧς ὁ πᾶς λόγος ἐπιζητουμένη φησὶν ἔσται καὶ οὐκ ἐγκαταλελειμμένη· «ὁ γὰρ ἐλθὼν» «ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός», οὗτος εὑρὼν αὐτὸ καὶ σώσας οὐκέτ' ἀπολέσθαι αὐτὸ συγχωρεῖ. 2.53 Ὥσπερ τοῖς κατορθώσασιν ἐν θεοσεβείᾳ ὁ σωτὴρ ἐλέγετο ἐληλυθέναι ἔχων τὸν ἑαυτοῦ μισθόν, ὡς ἂν τὰς ἀμοιβὰς ἀποδῷ καὶ τὰ βραβεῖα τῆς ἄνω κλήσεως τοῖς ὑπὲρ εὐσεβείας ἠγωνισμένοις, οὕτω τοῖς ἀσεβέσι καὶ τὴν ἐναντίαν ὁδὸν πορευομένοις ὁ αὐτὸς ἐπίφοβος καὶ τιμωρητικὸς ἥξειν θεσπίζεται, ὅθεν ἀνωτέρω μὲν ἐλέγετο· «καὶ ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται ἐπὶ σοὶ κύριος». καὶ τὰ λοιπὰ πάντα ὅσα ὁ λόγος τοῖς κατορθοῦσιν ὑπισχνεῖτο, τὰ δὲ προκείμενα τὴν κατὰ τῶν ἀσεβῶν κρίσιν ὑπογράφει, ἐν ᾗ κρίσει «πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ θήσει». ὃ δὴ καὶ ὁ θεῖος Ἀπόστολος ἐδίδασκε λέγων· «εἶτα τὸ τέλος, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν· δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος». καὶ τούτων τοιγαροῦν τῶν ἀντικειμένων δυνάμεων καὶ τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν τὴν καθαίρεσιν ἡ παροῦσα προφητεία σημαίνει· προσωποποιεῖ δὲ ὁ λόγος ἐρωτήσεις τινῶν ὁρώντων τὸν Χριστὸν τοῦ θεοῦ πολεμικῷ σχήματι θεωρούμενον καὶ τὴν περιβολὴν ᾑμαγμένον, οἳ καὶ πρὸς ἀλλήλους φασὶ τὸ ξένον τοῦ σχήματος ἐκπληττόμενοι· Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ, οὕτως ὡραῖος ἐν στολῇ αὐτοῦ, βίᾳ μετὰ ἰσχύος; κατὰ δὲ τὸν Σύμμαχον· Τίς οὗτος ἔρχεται ἐξ Ἐδώμ, ἠρυθρωμένος τὸν ἱματισμὸν ἀπὸ Βόσορα, οὕτως εὐπρεπὴς ἐν στολῇ αὐτοῦ, βαίνων πλήθει τῆς ἰσχύος αὐτοῦ; ἐπειδὴ γὰρ ἡ Ἐδὼμ καὶ ἡ Βοσὸρ τῆς τῶν ἀλλοφύλων χώρας καὶ ἀεὶ τῶν πολεμίων τοῦ Ἰσραὴλ ἐτύγχανον οὖσαι, εἰκότως διὰ τούτων τῶν ὀνομάτων τὰς ἀντικειμένας δυνάμεις αἰνίττεται, ὧν ἀνῃρημένων καὶ ὡσπερεὶ κατεσφαγμένων τὸν ἱματισμὸν αὐτοῦ φασιν ᾑμάχθαι. σφόδρα δὲ αὐτὸν ἀλλοῖον ὁρῶντες ἐκ τῆς κατὰ τῶν ἀσεβῶν τιμωρίας οὐδὲ γνωρίζειν ἐοίκασιν αὐτὸν φαιδρὸν καὶ γαληνὸν καὶ ἥμερον αὐτὸν ἐπιστάμενοι. διὸ πυνθάνονται λέγοντες· Τίς οὗτος ὁ παραγενόμενος; ὁ δὲ πρὸς αὐτοὺς ἀποκρίνεται λέγων· ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου, κατὰ δὲ τὸν Σύμμαχον· ἐγὼ λαλῶ ἐν δικαιοσύνῃ ὑπερμαχῶν εἰς τὸ σῶσαι· ὑπερμαχῶν γὰρ τῶν ἀδίκως ὑπὸ τῶν ἀντικειμένων δυνάμεων καταπονουμένων, τοὺς μὲν ὡς ἐχθροὺς μετήρχετο, τοὺς δὲ ἔσῳζεν ἐλευθερῶν τῆς ὑπὸ τῶν ἐχθρῶν δυναστείας. Ἐπὶ ταύτῃ τῇ ἀποκρίσει πυνθάνονται αὐτοῦ δεύτερον λέγοντες· διὰ τί ἐρυθρά σου τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης; κατὰ δὲ τὸν Σύμμαχον· διὰ τί πεπύρρωται τὸ ἔνδυμά σου καὶ τὰ ἱμάτιά σου ὡς πατοῦντος ληνόν; καὶ τοῦτο δὲ πόθεν συνέβη γενέσθαι οὐκ ἀναίνεται διδάξαι. διὸ ἐπιλέγει κατὰ τὸν Σύμμαχον· ληνὸν ἐπάτησα μονώτατος, καὶ ἀπὸ τῶν λαῶν οὐκ ἔστιν οὐδεὶς σὺν ἐμοί, καὶ ἐπάτησα αὐτοὺς ἐν θυμῷ μου καὶ συνεπάτησα αὐτοὺς ἐν τῇ ὀργῇ μου, καὶ ἐρραντίσθη τὸ ἐπινίκιον αὐτῶν ἐπὶ τὰ ἱμάτιά μου, καὶ πάντα τὰ ἐνδύματά μου ἐμόλυνα. ὅρα δὲ ὅπως εἴρηται ληνὸν πεπατηκέναι μονώτατος· μόνῳ γὰρ αὐτῷ «τὴν κρίσιν δέδωκεν ὁ πατήρ», τὴν δὲ τῶν ἁμαρτημάτων ἔκπραξιν ληνὸν εἴωθε καλεῖν, διὸ ἐν Θρήνοις ὁ Ἰερεμίας φησί· «ληνὸν ἐπάτησε κύριος παρθένῳ θυγατρὶ Ἰούδα. ἐπὶ τούτοις ἐγὼ κλαίω». ὥσπερ δὲ ἡ ἐπὶ τὸ αὐτὸ τῶν ἁμαρτημάτων εὔθυνα καὶ ὁ ἔλεγχος ὁ ἐπ' αὐτοῖς, ἥ τε ἔκπραξις καὶ ἡ τιμωρία ληνὸς ὠνόμασται, οὕτω καὶ τῶν ἀγαθῶν καρπῶν τῶν ἐκ τῆς ἀγαθῆς ἀμπέλου τρυγωμένων ληνοὶ θεοφιλεῖς καὶ θεῷ ἀρεσταὶ γίγνονται, ἐφ' αἷς καὶ «ἐπιλήνιοι ὕμνοι» εἴρηνται ἐν τοῖς Ψαλμοῖς. ἀλλὰ γὰρ τῶν εἰρημένων μόνος αὐτὸς καὶ μηδενὸς αὐτῷ συμπράττοντος τὴν ληνὸν ἐπάτησε καὶ πάντας τοὺς ἐχθροὺς κατὰ τὸν ἐκδικήσεως καιρὸν ἐκποδὼν ἐποιήσατο, «καταργῶν