1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

97

ῥομφαίας, οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμου. καὶ ἐπιφέρει· πάντες οἱ ἄρχοντές σου πεφεύγασιν ἢ ἀνεστατώθησαν κατὰ τὸν Σύμμαχον, κατὰ δὲ τὸν Θεοδοτίωνα· μετεκινήθησαν. διὸ οὐκέτι κατὰ τὸ παλαιὸν παρ' αὐτοῖς οὐ βασιλεὺς οὐχ ἡγούμενοι οὐκ ἀρχιερεῖς οὐ προφῆται, ἀλλ' οὐδὲ Φαρισαῖοι οὐδὲ Σαδδουκαῖοι οὐδ' ὅσοι τὸ παλαιὸν ταῖς παρ' αὐτοῖς ἀρχαῖς τετίμηντο· πάντες γὰρ μετεκινήθησαν, οἱ δ' εἰσέτι καὶ νῦν ἁλόντες ὑπὸ τούτων ψυχῶν πολιορκητοῦ πικρῶς δεδεμένοι εἰσίν, ἐπειδὴ «σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται». διὸ λέλεκται· καὶ οἱ ἁλόντες πικρῶς δεδεμένοι εἰσί. Ταῦτα συνιδὼν ὁ προφήτης τῷ πνεύματι καὶ τὴν ἐκ τοσούτου ὕψους ἐπὶ τὴν ἐσχάτην κακίαν ὥσπερ τινὰ φάραγγα πτῶσιν τοῦ Ἰουδαίων λαοῦ ἀπολοφύρεται λέγων· διὰ τοῦτο εἶπα Ἄφετέ με πικρῶς κλαύσομαι, μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου, ἢ κατὰ τὸν Σύμμαχον· μὴ παραμυθεῖσθέ με ἐπὶ τῇ ταλαιπωρίᾳ τῆς θυγατρὸς τοῦ λαοῦ μου· οἶδα γάρ φησιν ἀκριβῶς καὶ τῷ πνεύματι προορῶ, ὡς διὰ τὰ προλεχθέντα πάντα καὶ ἡ πόλις ἡ τῷ θεῷ ἀνακειμένη ἁλώσεται, καὶ πάντες οἱ ἐν αὐτῇ εἰς χεῖρας ἐχθρῶν παραδοθήσονται. διόπερ ἐντεῦθεν ἤδη ἀποδύρομαι καὶ ὥσπερ ἐπὶ γνησίοις ἐμαυτοῦ σπλάγχνοις ἀποκλάομαι. καὶ γὰρ πρὸς τοῖς προλεχθεῖσιν· ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος καὶ πλάνησις παρὰ κυρίου σαβαὼθ ἐπῆλθε τῇ φάραγγι Σιών. καὶ ταῦτα δὲ οἶμαι λέγεσθαι περὶ τῶν κατὰ τὸ αὐτὸ συνελθόντων ἐν τῇ κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλῇ, περὶ ὧν ἐπιφέρει· πλανῶνται ἐπὶ τὰ ὄρη ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν τὸν λαὸν ἅμα τοῖς ἄρχουσι σημαίνων. εἶτ' ἐπάγει τὴν κατ' αὐτῶν ἀπειλὴν φάσκων· οἱ δὲ Ἐλαμῖται ἔλαβον φαρέτρας, ἀναβάται ἵππων καὶ συναγωγὴ παρατάξεως. δηλοῖ δὲ δυνάμεις ἀντικειμένας καὶ ἀφανεῖς, ἐχθροὺς καὶ πολεμίους, οἷς ὑπὸ τοῦ θεοῦ παρεδόθησαν. ἐπεὶ δὲ οἱ Ἐλαμῖται ἑρμηνεύονται παραβλέποντες διὰ τὸ παρορᾶν τὴν σωτηρίαν τῶν ἀπολλυμένων καὶ μηδενὸς φείδεσθαι, εἰκὸς οὕτω κεκλῆσθαι τὰ πολιορκήσαντα αὐτοὺς στρατιωτικά, ἃ δὴ μεθ' ἵππων καὶ μετὰ πλείστης δυνάμεως παραταξάμενα τῇ προλεχθείσῃ φάραγγι Σιὼν εἰς ἔσχατον ἐρημίας αὐτὴν ἤγαγον. ∆ιὸ ἐπιλέγεται ἑξῆς· καὶ αἱ ἐκλεκταὶ φάραγγές σου πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας τοῦ Ἰούδα καὶ εἰσελεύσονται, οὐχὶ νῦν οὐδὲ κατὰ τὸν παρόντα καιρόν, ἀλλὰ τῇ ἡμέρᾳ ἐκείνῃ, λέγω δὲ ἐν τῷ προφητευομένῳ καιρῷ, εἰς τοὺς οἴκους τῆς πόλεως, ὅτε καὶ πολιορκοῦντες πάντα τόπον καὶ πᾶσαν γωνίαν τῆς πόλεως περιεργαζόμενοι ἀνακαλύψουσι τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας ∆αυίδ. ταῦτα δὲ ἦν τὰ ἀπόρρητα τῆς βασιλείας σύμβολα ἢ καὶ τὰ ἐν τῷ ἁγιάσματι ἀποκείμενα· ἃ οὐδενὶ ἐξῆν εἰ μὴ «μόνῳ τῷ ἀρχιερεῖ» ἐποπτεύειν, ἃ δὴ καὶ αὐτὰ τοῖς πολεμίοις παραδοθήσεσθαί φησιν. ἀντὶ δὲ τοῦ· καὶ ἴδοσαν ὅτι πλείους εἰσίν, ὁ Σύμμαχος· καὶ τὰ ῥήγματά φησιν οἴκου ∆αυὶδ ὄψεσθε ὅτι ἐπληθύνθη. ἐπὶ τούτοις μέμφεται τοὺς ἐν τῇ φάραγγι Σιών, ὡς ἀποστρέψασι τὰ ὕδατα τῆς ἀρχαίας κολυμβήθρας τὰ ὄντα ἐν τῇ πόλει, ἕτερον δὲ ἑαυτοῖς ὕδωρ ἐπινοήσασι μεταξὺ τῶν δύο τειχῶν. ὕδωρ δὲ ἦν παλαιᾶς κολυμβήθρας ἐν τῇ πόλει ὁ τῆς παλαιᾶς καὶ θεοπνεύστου γραφῆς λόγος, ὃν ἀποστραφέντες ἀλλότριον ὕδωρ ἑαυτοῖς ἐπενόησαν «τὰς παραδόσεις τῶν πρεσβυτέρων», «διδάσκοντες διδασκαλίας καὶ ἐντάλματα ἀνθρώπων». ἐφ' ᾧ καὶ μέμφεται αὐτοὺς ὁ σωτὴρ ἀπελέγχων αὐτῶν τὴν παρανομίαν, ἐν οἷς φησι· «καὶ ἠκυρώσατε τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν, ὑποκριταί». τοῦτο δὲ καὶ αὐτὸ ὁ Ἰερεμίας ᾐνίττετο φάσκων· «ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν». οὕτως οὖν ἀπέστρεψαν τὸ ὕδωρ τῆς παλαιᾶς κολυμβήθρας τὸ ἐν τῇ πόλει καὶ ἐπενόησαν ἑαυτοῖς ξένον ὕδωρ μεταξὺ τῶν δύο τειχῶν, λέγω δὲ τῆς παλαιᾶς καὶ καινῆς