1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

225

τὸν Ἀκύλαν· φωνή φησι τῶν σκοπῶν σου ἐπῆρε φωνήν, ἐπὶ τὸ αὐτὸ ἀγαλλιάσονται· ὅτι ὀφθαλμὸν ἐν ὀφθαλμῷ ὄψονται, κατὰ δὲ τὸν Θεοδοτίωνα· φωνὴ τῶν σκοπῶν σου ἐπῆρε φωνήν, περὶ οὗ αἰνέσουσιν· ὅτι ὀφθαλμὸν ἐν ὀφθαλμῷ ὄψονται, σκοποὺς ἐνταῦθα τοὺς μαθητὰς καὶ ἀποστόλους τοῦ σωτῆρος ἡμῶν ὀνομάζοντος τοῦ λόγου. ὥσπερ γὰρ ἐκαλοῦντο σκοποὶ τοῦ ἐκ περιτομῆς λαοῦ οἱ παρ' αὐτοῖς γενόμενοι προφῆται, οὕτω καὶ νῦν τῆς νέας καὶ καινῆς Σιών, δηλαδὴ τῆς ἐκκλησίας τοῦ θεοῦ καὶ τοῦ θεοσεβοῦς πολιτεύματος οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι γεγόνασι σκοποὶ καὶ φύλακες, οἳ καὶ ὀφθαλμοφανῶς αὐτόπται καὶ αὐτήκοοι τοῦ σωτῆρος γενόμενοι ὕψωσαν τὴν ἑαυτῶν φωνὴν ὡς ἐξάκουστον αὐτὴν γενέσθαι πᾶσι τοῖς ἔθνεσιν. οἱ δ' αὐτοὶ πάσης πνευματικῆς εὐφροσύνης ἐπληροῦντο ἐλεουμένης ὑπὸ τοῦ θεοῦ τῆς ἀποδοθείσης ἡμῖν Σιὼν καὶ τῶν πάλαι ἐρήμων αὐτῆς σῳζομένων διὰ τῆς σωτηρίου ἀπολυτρώσεως. Ἀντὶ δὲ τοῦ· ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἰερουσαλήμ, ὁ Σύμμαχος· ἱλαρύνθητε καὶ ἀγαλλιᾶσθε ὁμοῦ τὰ ἔρημα Ἰερουσαλήμ, Ἰερουσαλὴμ νοουμένης τῆς τοῦ θεοῦ πόλεως, λέγω δὲ τοῦ θεοσεβοῦς πολιτεύματος, οὗ τὰ πάλαι γενόμενα ἔρημα εὐαγγελίζεται, νῦν ὁ λόγος ἀγαλλιάσεως καὶ εὐφροσύνης πληρωθήσεσθαι διὰ τὸ τοῦ θεοῦ ἔλεος. Σφόδρα δὲ ἀκολούθως τίνα ἦν τὰ εἰρημένα τῇ Ἰερουσαλήμ, παρίστησι συνάπτων ἑξῆς καὶ λέγων· ἀποκαλύψει κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ κατὰ τὸν Σύμμαχον δὲ εἴρηται· ἀπεκάλυψε κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν καὶ ὄψεται πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. ὁρᾷς ὅπως καὶ διὰ τούτων τοῖς ἔθνεσι τὸ εὐαγγελικὸν κήρυγμα τὰ ἐπαγγελλόμενα ὑπισχνεῖται· τὸν γὰρ βραχίονα τὸν ἅγιον αὐτοῦ, αὐτὸς δὲ ἦν ὁ θεὸς λόγος, ἀποκαλύψειν τὸν θεόν φησι πᾶσι τοῖς ἔθνεσι καὶ ὄψεσθαι πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν. οὐκοῦν ἐπειδὰν αὐτὸς φωνήσῃ τῇ Σιὼν καὶ τῇ Ἰερουσαλήμ, τὰ λελεγμένα ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν ἀναφέρεται· τὸ γὰρ θεοσεβὲς πολίτευμα, ὅτε μὲν παρ' ἐκείνοις ἦν, ὅτε δὲ παρὰ τοῖς ἔθνεσιν, ὃ δὴ Σιὼν καὶ Ἰερουσαλὴμ ὠνόμασται. διὸ καὶ πάντοτε ἐν ἀνθρώποις συνέστηκεν ἡ τοιαύτη τοῦ θεοῦ πόλις· οὐδὲν οὖν διαφέρει Σιὼν καλεῖσθαι καὶ Ἰερουσαλὴμ ὀνομάζεσθαι τὴν ἐν ἀνθρώποις ἀφωρισμένην τῷ θεῷ ἐκλογήν. Καὶ ὡς πολλάκις ἡμῖν εἴρηται τὸ θεοσεβὲς ἐν ἀνθρώποις πολίτευμα, τούτοις ἑξῆς εἰς πρόσωπον τοῦ χοροῦ τῶν ἀποστόλων τὸ πνεῦμα τὸ προφητικόν φησιν· ἀπόστητε ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν, δῆλον δὲ ὅτι ἐκ τοῦ ἀπίστου λαοῦ, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, ἐξέλθετε ἐκ μέσου αὐτῆς καὶ ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη κυρίου. σκεύη δὲ κυρίου ἦν τὰ ἐκλεχθέντα ὑπὸ τοῦ κυρίου σώματα αὐτῶν «ἐν ἁγιωσύνῃ καὶ τιμῇ» τῷ θεῷ ἀφωρισμένα ἢ καὶ σκεύη κυρίου ἐτύγχανε τὰ τῆς καινῆς διαθήκης εὐαγγέλια, ἅπερ ἐπικομιζομένους ἀπαλλάττεσθαι τῆς ἀπιστίας τοῦ Ἰουδαίων λαοῦ καὶ ἀφορίζεσθαι αὐτῶν προστάττει. Καὶ ἐπιλέγει· ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ φυγῇ πορεύσεσθε· οὐ γὰρ ὡς ἐλαυνόμενοι προῆλθον εἰς τὴν περίοδον τῶν ἐθνῶν, ἀλλὰ προθυμίᾳ πάσῃ καὶ προαιρέσει αὐτεξουσίῳ κελευσθέντες «μαθητεῦσαι πάντα τὰ ἔθνη ἐν τῷ αὐτοῦ ὀνόματι». διὸ ὡς πρὸς αὐτοὺς εἴρηται· ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ φυγῇ πορεύσεσθε· ἐποιοῦντο γοῦν τὴν πορείαν σὺν πάσῃ εἰρήνῃ ἔχοντες σὺν αὐτοῖς τὸν εἰρηκότα αὐτοῖς· «ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος»· ὃ δὴ σημαίνει καὶ ὁ παρὼν λόγος φάσκων· προπορεύσεται γὰρ πρότερος ὑμῶν κύριος καὶ ὁ ἐπισυνάγων ὑμᾶς θεὸς Ἰσραήλ. 2.42 Ἰδοὺ συνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται σφόδρα· ἐπειδὴ γὰρ «ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. διὰ τοῦτο ὁ θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα».