1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

44

κρείττονα τῆς ὑπὲρ ἄνθρωπον φύσιν αὐτοῦ παριστῶσιν. ἔνθεν οἶμαι τοὺς Ἑβδομήκοντα ὑπειδομένους τὸ ἐξαίσιον καὶ ὑπερβάλλον μέγεθος τῆς τῶν τοιούτων προσηγοριῶν ......... ταῦτα μὲν ἀποσιωπῆσαι, οἰκείᾳ δέ τινι διανοίᾳ καὶ ἑτέρῳ τρόπῳ κεφαλαιωδῶς εἰπεῖν· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος. ὅπως δὲ εἴρηται πατὴρ τοῦ μέλλοντος αἰῶνος, νοήσομεν παραθέντες τὸν Ἀδὰμ πατέρα γενόμενον «τοῦ ἐνεστῶτος αἰῶνος» καὶ τοῦ θνητοῦ τῶν ἀνθρώπων γένους. ἀλλ' «ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκομεν» κατὰ τὸν Ἀπόστολον, «οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθησόμεθα». ἐπεὶ τοίνυν τοῦ νέου αἰῶνος «ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος», τούτου χάριν πατὴρ τοῦ μέλλοντος αἰῶνος ἂν εἴρηται καὶ πάλιν εἰρήνης ἄρχων· «αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν», «εἰρηνοποιήσας τὰ περὶ τῆς γῆς καὶ τὰ ἐν τοῖς οὐρανοῖς» «καὶ τὸν κόσμον» τῷ ἑαυτοῦ «καταλλάξας» πατρί. τούτοις ἑξῆς εἴρηται· ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας καὶ ὑγείαν αὐτῶν. ποίους δὲ ἄρχοντας ἢ τοὺς σὺν αὐτῷ ἄρχειν τῆς ἐκκλησίας αὐτοῦ καθισταμένους; λέγω δὲ μαθητὰς αὐτοῦ καὶ ἀποστόλους, τούς τε τὴν τούτων διαδοχὴν καθ' ὅλης ὑποδεξαμένους τῆς οἰκουμένης, οἷς ψυχῆς ὑγείαν καὶ εἰρήνην ἔχειν πρὸς ἀλλήλους ἐδωρεῖτο, ἐν οἷς πρὸς αὐτοὺς ἔλεγεν· «εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν». Καὶ ἐπιλέγει· μεγάλη ἡ ἀρχὴ αὐτοῦ, ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· ἐπλήσθη γὰρ ἡ παιδεία αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἢ οὐκ ἔστιν τέλος κατὰ τὸν Ἀκύλαν, ἢ οὐκ ἔστι πέρας κατὰ τὸν Θεοδοτίωνα. «μεγάλην δὲ ἀρχὴν αὐτοῦ νοήσεις τὴν καθ' ὅλης τῆς οἰκουμένης ἐκκλησίαν αὐτοῦ θεωρῶν. καὶ ἔτι μᾶλλον ἐπιστήσας ταῖς τοῦ ἱεροῦ Ἀποστόλου περὶ αὐτοῦ μαρτυρίαις, δι' ὧν φησι· «κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ καθίσας αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου». οὕτως οὖν μεγάλη ἡ τοῦ σωτῆρος ἡμῶν ἀρχή. καὶ πάλιν καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστι τέλος· ἀτελεύτητος γὰρ καὶ ἀγήρως καὶ ἀπερίγραφος αὕτη τυγχάνει, διὸ λέλεκται· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης». τοσαῦτα εἰπὼν περὶ τοῦ γεννηθέντος παιδίου ἔτι καὶ ταῦτα περὶ αὐτοῦ προστίθησιν· ἐπὶ τὸν θρόνον ∆αυὶδ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν. τήρει δὲ ἀκριβῶς ὅπως οὐκ εἴρηται καθεσθήσεσθαι ἐπὶ τὸν θρόνον ∆αυίδ, ἀλλ' ἁπλῶς ἐπὶ τὸν θρόνον ∆αυὶδ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν, ἡμῶν προσυπακουόντων τὸ ἥξειν αὐτὸν ἐπὶ τῷ κατορθῶσαι τὸν θρόνον ∆αυὶδ καὶ «τὴν σκηνὴν ∆αυὶδ τὴν πεπτωκυῖαν»· ἐπειδὴ γὰρ κατέστραπτο καὶ καθῄρητο ἡ βασιλεία ∆αυὶδ ἀπὸ τῶν χρόνων τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ λαοῦ, ἦσαν δὲ προφητεῖαι θεσπίζουσαι τὸν θρόνον τοῦ ∆αυὶδ διαλάμψειν φωτὸς ἡλιακοῦ δίκην καθ' ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης. ταύτην αὐτὴν ἐλήλυθεν τὴν ἐπαγγελίαν πληρώσας «ἐκ σπέρματος μὲν ∆αυὶδ κατὰ σάρκα» γεννώμενος, καταλάμπων δὲ τὰς τῶν ἀνθρώπων ψυχὰς καὶ τὴν βασιλείαν αὐτοῦ κρατύνων διὰ πάντων τῶν καθ' ὅλης τῆς οἰκουμένης ἐθνῶν· ἐν τούτοις γὰρ τὸν θρόνον ∆αυὶδ διωρθώσατο, οὐχ ὅπλοις καὶ δόρασιν, ἀλλ' ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ. καὶ τοῦτ' ἔπραξεν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα, τοῦ μὲν ἀπὸ τοῦ νῦν χρόνου ἀρχὴν σημαίνοντος ὡρισμένην, δι' ἧς ὁ καιρὸς ἐδηλοῦτο τῆς εἰς ἀνθρώπους ἐπιδημίας αὐτοῦ, τοῦ δὲ εἰς τὸν αἰῶνα τὴν ἄπειρον καὶ διαρκῆ βασιλείαν αὐτοῦ παριστῶντος. τηρητέον δὲ ὡς ἡ μὲν πρώτη περὶ τοῦ προφητευομένου πρόρρησις «ἐκ παρθένου τεχθήσεσθαι» αὐτὸν ἐδήλου, ἡ δὲ δευτέρα ὡσανεὶ ζητουμένου πῶς ἔσται τοῦτο τὸν κύριον εἰσῆγεν λέγοντα· «καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν», ἡ δὲ τρίτη