75
κατέστησε τὴν διάνοιαν· κατὰ μὲν γὰρ τὸν Ἀκύλαν εἴρηται· ἐν τρισὶν ἔτεσι μισθωτοῦ, κατὰ δὲ τὸν Σύμμαχον· ἐκ τότε καὶ νῦν ἐλάλησε κύριος λέγων Ἐν τρισὶν ἔτεσιν ὡς ἐπὶ μισθωτοῦ, κατὰ δὲ τὸν Θεοδοτίωνα· ἀπὸ τότε καὶ νῦν ἐλάλησε κύριος λέγων Ἐν τρισὶν ἔτεσιν ὡς ἐνιαυτοῖς μισθωτοῦ. εἶτα ἀπὸ ἑτέρας ἀρχῆς εἴρηται παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς καὶ κατὰ τὴν Ἑβραϊκὴν φωνὴν τό· καὶ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ σὺν παντὶ τῷ πλήθει τῷ πολλῷ· ὁ γὰρ καὶ σύνδεσμος μέσος παραβληθεὶς ἑτέραν διάνοιαν παρέστησε τὴν ἀπὸ τοῦ· καὶ ἀτιμασθήσεται ἡ δόξα Μωάβ. τὰ δὲ ἔμπροσθεν ἐδήλου ὡς ἐν τρισὶν ἔτεσι τὰ προλεχθέντα πάντα περὶ τῆς Μωὰβ κύριος ἐλάλησε διὰ τοῦ προφήτου ὥσπερ μισθωσάμενος αὐτὸν καὶ ἀπασχολήσας ἐπὶ τὴν ὑπηρεσίαν τῆς περὶ τούτων προφητείας, οὐ γὰρ ὥσπερ ἡμεῖς ἀθρόως συνάπτοντες τὸ πᾶν ἀνάγνωσμα διερχόμεθα, οὕτως καὶ ὁ προφήτης κατὰ συνάφειαν τὸν πάντα λόγον τῆς προφητείας ἀποτάδην ἐξηνέγκατο· διῃρημένως δὲ καὶ κατὰ μέρος ἐν διαφόροις χρόνων διαστήμασιν ὡς τὰ πάντα πληρωθῆναι τρία ἔτη, ἐν οἷς λέλεκται αὐτῷ τὰ εἰρημένα. ἐλάλησε τοίνυν ταῦτα ὁ κύριος ἐν τρισὶν ἔτεσι διὰ τοῦ προφήτου, τέλος δὲ τῶν λόγων τοῦ θεοῦ ἦν τό· καὶ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ σὺν παντὶ τῷ πλήθει τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος. ὃ δὴ καὶ αὐτὸ πρὸς λέξιν πεπλήρωται, ὥς ἐστιν ὄψει παραλαβεῖν ῥᾴδιον τοῖς εἰς τοὺς τόπους ἀφικνουμένοις. 1.72 Ὥσπερ τῇ Βαβυλῶνι τὰ ἁρμόζοντα ἐλέγετο καὶ τοῖς ἀλλοφύλοις τοῖς τὴν Παλαιστίνην οἰκοῦσι τὰ κατάλληλα καὶ τῇ Μωὰβ ὡσαύτως ἕτερά τινα ἰδιάζοντα, τὸν αὐτὸν τρόπον καὶ τὸ κατὰ ∆αμασκοῦ προφητικὸν ῥῆμα ἴδιόν τι τέλος ἐπελεύσεσθαι αὐτῇ ἀπειλεῖ· ἀρθήσεσθαι γὰρ αὐτήν φησιν ἀπὸ πόλεων, κατὰ δὲ τὸν Θεοδοτίωνα μεταστήσεσθαί φησιν ἐκ πόλεως. πέπονθε δὲ τοῦτο κατὰ τοὺς Ἀσσυρίων χρόνους, ὡς ἐδήλου διὰ τῶν ἔμπροσθεν ἡ μετὰ χεῖρας γραφὴ τὸν τῶν Ἀσσυρίων βασιλέα παριστῶσα λέγοντα· «καὶ ἔλαβον Ἀραβίαν καὶ ∆αμασκὸν καὶ Σαμάρειαν· ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς ἀρχὰς λήψομαι». τούτῳ δὲ τῷ λόγῳ καὶ ἡ ἱστορία μαρτυρεῖ· γέγραπται γοῦν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· «καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς ∆αμασκὸν καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτὴν εἰς Κυρήνην», ἢ κατὰ τὸν Σύμμαχον· «εἰς Κίρραν», «καὶ τὸν Ῥαασσὼν ἐθανάτωσεν». ἀλλὰ ταῦτα πρὸ τῆς μετὰ χεῖρας προφητείας τετυχήκει τέλους, ὁ δὲ παρὼν λόγος μέλλοντα ἔσεσθαι, πρὸς λέξιν εἰκὸς κατὰ τοὺς χρόνους Ἰερεμίου τοῦ προφήτου, ὁπηνίκα ὁ τῆς Βαβυλῶνος βασιλεὺς ἐπιὼν τῇ Ἰερουσαλὴμ καὶ τὴν ∆αμασκὸν αὖθις εἷλεν ἄρδην ἐκ βάθρων αὐτὴν ἀφείσας. ὃ δὴ παρίστησιν ὁ Ἰερεμίας ὧδέ πη λέγων· «ἐξελύθη ∆αμασκός, ἀπεστράφη εἰς φυγήν, καὶ ἐξερρίφη, τρόμος ἐπελάβετο αὐτῆς, καὶ ὠδῖνες κατέσχον αὐτὴν ὡς τίκτουσαν. πῶς οὐχὶ ἐγκατέλιπε πόλιν ἐμήν; κώμην ἠγάπησεν», ἢ κατὰ τὸν Σύμμαχον· «πόλιν ἐπαινετήν, μητρόπολιν εὐφροσύνης». «διὰ τοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ πεσοῦνται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ κύριος τῶν δυνάμεων. καὶ καύσω πῦρ ἐν τείχει ∆αμασκοῦ, καὶ καταφάγεται ἄμφοδα υἱοῦ Ἄδερ». καὶ ἡ μετὰ χεῖρας τοίνυν προφητεία τὰ ὅμοια τοῖς προλεχθεῖσι θεσπίζει λέγουσα· Ἰδοὺ ∆αμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν καταλελειμμένη. τὰ δὲ ἑξῆς κατὰ μόνην τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν εἴρηται, λέγω δὲ τό· εἰς τὸν αἰῶνα· οὔτε γὰρ ἐν τῷ Ἑβραϊκῷ οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται. διὸ οὐκ ἀνάγκη τὴν πτῶσιν τοῦ ∆αμασκοῦ αἰωνίαν λέγεσθαι νομίζειν, ἐπειδὴ χρονική τις γέγονεν αὐτῆς ἡ πτῶσις κατὰ τὴν Ἀσσυρίων πολιορκίαν, καθ' ἣν καὶ Ἰερουσαλὴμ ἥλω. ἀλλ' ὥσπερ αὖθις ἐπανελθόντες Ἰουδαῖοι ἤγειραν τὴν Ἰερουσαλὴμ καὶ τὴν χώραν ἐπλήρωσαν οἰκητόρων, τὸν αὐτὸν τρόπον καὶ ἡ ∆αμασκὸς παθοῦσα τότε τὰ ὑπὸ τῆς προφητείας θεσπισθέντα, αὖθις ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀνῳκοδομήθη, ὡς καὶ βασίλειον ἐν