1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

14

προφήτου ἢ κατὰ τοὺς τῆς Βαβυλωνίων πολιορκίας ταῦτα φάναι γεγονέναι, ψευδῆ δοξάζων ἐλεγχθήσεται· συνῆσαν γὰρ αὐτοῖς τότε πλεῖστοι προφῆται ἐν αὐτῇ τῇ Ἰερουσαλὴμ πρὸ τῆς πολιορκίας καὶ κατὰ τὴν πολιορκίαν, ἐπ' αὐτῆς τε τῆς Βαβυλωνίας καὶ μετὰ τὴν ἐνθένδε ἐπάνοδον ἦσαν δὲ καὶ δικασταὶ παρ' αὐτοῖς οἱ κρίνοντες τὸν λαόν. ἐν αὐτῇ γοῦν τῇ Βαβυλῶνι ∆ανιὴλ ἔκρινεν «τοὺς πρεσβυτέρους», καὶ μετὰ τὴν ἐπάνοδον Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ καθηγήσαντο τοῦ λαοῦ καὶ ἔτι τοῖς χρόνοις μεταγενέστεροι Ἔσδρας καὶ Νεεμίας καὶ πρεσβύτεροι δὲ συνέσει καὶ σοφίᾳ τετιμημένοι ἐκόσμουν τὸ ἔθνος αὐτῶν. τότε εὑρήσεις καὶ πολεμιστὰς διαφανεῖς παρ' αὐτοῖς γενομένους κατὰ τοὺς χρόνους τῶν Μακκαβαίων, ἐν οἷς πάντως ἦσαν καὶ πεντηκόνταρχοι ἐν τῇ στρατιωτικῇ τάξει. εἰκός τε δὲ καὶ θαυμαστοὺς συμβούλους παρ' αὐτοῖς γεγονέναι σοφούς τε λόγων καὶ ἀρχιτέκτονας. ἦσαν δὲ καὶ συνετοὶ ἀκροαταὶ παρ' αὐτοῖς, οἳ τοὺς τῶν προφητῶν λόγους ἐνέκρινον, τοὺς τῶν ψευδοπροφητῶν ἀποδοκιμάζοντες καὶ τοῦτο πράττοντες πνεύματι κριτικῷ. τὸ μὲν οὖν παλαιὸν ταῦτα πάντα παρὰ τῷ Ἰουδαίων ἔθνει ἤκμαζεν, ἀθρόως δὲ ἐξέλιπε καὶ «ἀφῃρέθη» κατὰ τὴν προφητείαν «ἀπὸ τῆς Ἰερουσαλὴμ καὶ ἀπὸ τῆς Ἰουδαίας», ὁμοῦ τὰ πάντα οὐκ ἄλλοτε ἢ κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν. Ἐκπεσόντες δὲ τῶν προλεχθέντων πάντων οἱ ὑπὸ τῆς προφητείας κατηγορούμενοι ἐμπαίκταις κυρίοις καὶ νεανίσκοις ἄρχουσι παρεδόθησαν. τὸ δ' αἴτιον τούτων ἁπάντων ὁ λόγος διδάξει αὖθις οὐκ εἰδωλολατρίαν αὐτῶν κατηγόρων, ἀλλὰ ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ' ἑαυτῶν εἰπόντες ∆ήσομεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν, καὶ ὅτι αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς κύριον ἠπείθουν, ἀνθ' οὗ ὁ Σύμμαχος· αἱ γλῶσσαι αὐτῶν καὶ τὰ ἐπιτηδεύματα αὐτῶν πρὸς κύριον πρὸς τὸ παραπικραίνειν, ὁ δὲ Ἀκύλας· ὅτι γλῶσσα αὐτῶν καὶ ἐπιτηδεύματα αὐτῶν πρὸς κύριον προσερίζοντες, ὁρᾷς τὸ αἴτιον διὸ ἀφῃρέθη αὐτῶν τὰ προλεχθέντα. καὶ γὰρ τὰς ἑαυτῶν ἠκόνησαν γλώττας κατὰ τοῦ κυρίου, ὁπηνίκα τὰς ἀσεβεῖς ἠφίεσαν φωνὰς λέγοντες· «αἶρε αἶρε αὐτόν», «τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν»· τότε γὰρ ἀληθῶς ἡ γλῶσσα αὐτῶν καὶ τὰ ἐπιτηδεύματα κατὰ τοῦ κυρίου γέγονεν εἰς τὸ παραπικράναι αὐτόν. διὸ ἑξῆς διασαφῶν τὴν διάνοιαν ἐπιλέγει· τὴν δὲ ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν εἰπόντες ∆ήσομεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. καὶ τοῦτ' ἦν ἄρα τὸ αἴτιον τοῦ περιαιρεῖσθαι τὰ πάλαι διαλάμποντα τοῦ θεοῦ χαρίσματα. τίς δὲ ὁρῶν τοὺς παρὰ Ἰουδαίοις ὀνομαζομένους πατριάρχας, νεανίσκους ἀληθῶς, οὐ τὴν τοῦ σώματος ἡλικίαν μόνον, ἀλλὰ καὶ τὰς ψυχὰς ἀτελεῖς καὶ ἐνδεεῖς φρενῶν, τούς τε λοιποὺς αὐτῶν διδασκάλους οὐκ ἂν εἴποι ἐμπαίκτας εἶναι, καὶ οὓς ἡ προφητεία ἐδήλου; ἀλλὰ καὶ ὁ λαὸς συμπέπτωκεν, ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ· προσκόψει δὲ τὸ παιδίον πρὸς τὸν πρεσβύτερον καὶ ὁ ἄτιμος πρὸς τὸν ἔντιμον. μηδεμιᾶς τάξεως οὔσης μηδὲ λόγου θεοῦ ἐν αὐτοῖς πολιτευομένου εἰς τοσαύτην δὲ πενίαν καὶ φρενῶν ἔνδειαν ἐλάσειν αὐτούς φησιν, ὡς μηδὲ ἱματίου μηδὲ ἄρτου εὐπορεῖν· ἱματίου μὲν εὐσχήμονος καὶ κοσμίου λόγου τοῦ καλύπτοντος αὐτῶν τῆς ψυχῆς τὴν ἀσχημοσύνην, ἄρτου δὲ τοῦ τῆς διανοίας θρεπτικοῦ λόγου. διό φησιν· ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ ἢ τοῦ οἰκείου τοῦ πατρὸς λέγων Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. καὶ ἀποκριθεὶς ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Οὐκ ἔσομαί σου ἀρχηγός· οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος οὐδὲ ἱμάτιον. εἶτα τὴν ἐρημίαν τῆς χώρας καὶ τὴν παντελῆ τῆς Ἰερουσαλὴμ ἀπόπτωσιν σημαίνει ἐπιφέρων ἑξῆς· ἀνεῖται Ἰερουσαλήμ, καὶ ἡ Ἰουδαία συμπέπτωκεν. ἡ δ' αἰτία προλέλεκται· διὰ γὰρ τὰς γλώσσας αὐτῶν, δι' ὧν