1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

65

οἱ ἀστέρες τοῖς κολάσει καὶ τιμωρίᾳ παραδοθησομένοις ἀσεβέσι τὸ ἑαυτῶν φῶς δώσουσι, μεταβαλόντες δὲ καὶ οἱ φωστῆρες ἀπὸ τῆς ἑαυτῶν ὑπηρεσίας ἐπὶ ἑτέραν ἥξουσι κρείττονα λῆξιν, ὥσπερ τινὸς παλιγγενεσίας τευξόμενοι καὶ μηκέτι μὲν τῇ τῶν σωμάτων δουλεύοντες ματαιότητι, «ἐλευθερούμενοι» δὲ «ἀπὸ τῆς δουλείας τῆς φθορᾶς» κατὰ τὸν ἀποστολικὸν λόγον. Ἵν' ὑπερουρανίου καὶ ὑπερκοσμίου τινὸς ἀναπαύσεως δόξης τε τῆς ἀνωτάτω τύχωσιν, ὑποχωρησάντων δὲ τῶν φωστήρων σκότῳ παραδοθέντες οἱ ἀσεβεῖς πείσονται τὰ προφητευόμενα, οἷς ἐπιλέγεται· καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν. ταῦτα μὲν οὖν πάντα καθολικῶς περὶ τῆς ἐπὶ συντελείᾳ τοῦ κόσμου κατὰ τῶν ἀσεβῶν γενησομένης κρίσεως εἴρηται, διὸ ἐν ὅλοις τούτοις τῆς οἰκουμένης μέμνηται ὁ λόγος, οὐ μὴν τῆς Βαβυλῶνος, ὥστ' εἶναι ἀκριβῆ τὴν ἡμετέραν ἐπιτήρησιν, καθ' ἣν διείλομεν τὴν διάνοιαν τῆς προφητείας εἴς τε γενικὸν λόγον τὸν περὶ τῆς καθολικῆς κρίσεως καὶ εἰς εἰδικὸν τὸν περὶ τῆς Βαβυλῶνος. διὸ τὰ προλεχθέντα τῆς οἰκουμένης μνήμην ἐποιεῖτο διαφόρως ἐν τῷ ποτὲ μὲν λέγειν· «κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην», ποτὲ δέ· «ἰδοὺ γὰρ ἡμέρα κυρίου ἔρχεται ἀνίατος θυμοῦ καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ἔρημον», καὶ αὖθις· καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακά, ἐν οἷς οὐδὲ ἅπαξ τῆς Βαβυλῶνος ἐμνημόνευσε ἡ προφητεία, καθολικὴν δὲ ποιεῖται διδασκαλίαν περὶ «τῆς τοῦ θεοῦ δικαιοκρισίας», περὶ ἧς καὶ τὰ ἑξῆς ἐπιφέρει λέγων· καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. τί δήποτε Βαβυλωνίων μόνων ὥσπερ ἀποσκληρωτικῶς μέμνηται, οὐχὶ δὲ καὶ ἑτέρων ἐθνῶν, οἷον Γαλατῶν ἡμιθέων ἢ Σπάνων; ὅτι φησὶν οὐδένες ἄλλοι κατ' ἐκεῖνο καιροῦ παρηνώχλουν τὸ Ἰουδαίων ἔθνος ἢ οἱ καταλεχθέντες συνεχῶς αὐτοῖς ἐπανιστάμενοι· καὶ ποτὲ μὲν τὴν Ἰερουσαλὴμ πορθοῦντες, ποτὲ δὲ τὴν χώραν αὐτῶν δῃοῦντες. διόπερ ὁ λόγος τοὺς πολιορκουμένους ἀναγκαίως ἐδίδασκε τὰ συμβησόμενα τοῖς αὐτὸν πολιορκοῦσιν. 1.66 Τὰ προλεχθέντα περὶ τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως διελθὼν ἔτι καὶ ταῦτα προστίθησιν ὁ λόγος τὰ συμβησόμενα τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἀσεβέσι διδάσκων καὶ τὰ ἐπελευσόμενα τοῖς τῶν ἐθνῶν ἀθέως καὶ τυραννικῶς ἄρξασιν. ἦσαν δὲ οὗτοι ὑπερήφανοι καὶ ἐπηρμένοι τινὲς οἱ κατὰ καιροὺς καὶ χρόνους τῶν ἐπὶ γῆς κρατήσαντες, περὶ ὧν φησι· καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. ἀντὶ δὲ τοῦ· καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι, ὁ Σύμμαχος· τιμιώσω ἄνδρα φησὶν ὑπὲρ τὸ χρυσίον καὶ ἄνθρωπον ὑπὲρ τὸν λίθον τὸν ἐκ Σουφείρ· σπάνιον γάρ φησιν ἔσεσθαι τὸν εὑρεθησόμενον ἐν αὐτοῖς, ἄξιον τῆς τοῦ ἀνδρὸς προσηγορίας. Ἀλλ' οὐδὲ ὁ σῴζων τὸν κατὰ φύσιν λογικὸν ἄνθρωπον παρ' αὐτοῖς εὑρεθήσεται· θηριώδεις γάρ τινες ἦσαν οὗτοι καὶ ἀπηγριωμένοι τοὺς τρόπους, ὡς καὶ τὸν οὐρανὸν κατ' αὐτῶν κινεῖσθαι, λέγω δὲ τὰς οὐρανίους δυνάμεις ἢ καὶ αὐτὴν τὴν κτίσιν τοῦ θεοῦ ὥσπερ συναγανακτοῦσαν τῷ θεῷ ἐπὶ τῇ ἀπονοίᾳ καὶ ἀλαζονείᾳ καὶ ἀθεότητι τῶν δηλουμένων. διὸ γέγραπται· ὁ γὰρ οὐρανὸς θυμωθήσεται καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς διὰ θυμὸν ὀργῆς κυρίου. τὴν συντέλειαν δὲ οἶμαι σημαίνειν διὰ τοῦ λέγειν σεισθήσεσθαι τὴν γῆν ἐκ τῶν θεμελίων αὐτῆς. Εἰ δέ τινες ἐν αὐτοῖς πειραθεῖέν φησι φυγῇ τὴν σωτηρίαν πορίσασθαι, καὶ οὗτοι εὐάλωτοι γενήσονται, οὐ δορκάσι τελείαις ἀποπηδῶσι κοῦφόν τε καὶ ταχὺ ποιουμέναις τὸν δρόμον ἐοικότες, ἀλλὰ δορκαδίῳ· διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς δορκάδιον ὠνόμασται. καὶ προβάτῳ δὲ πλανωμένῳ καὶ μηδὲ ζητουμένῳ μηδὲ συναγομένῳ πρός τινος ἔσονται ὅμοιοι· εὔξονται μὲν γὰρ οἱ φεύγοντες δεξιοῦ τινος τυχεῖν καὶ καταφυγὴν εὕρασθαι παρά τινι τῶν γνωρίμων οὐ μὴν εὑρήσουσιν· οὐκ ἔσται γὰρ ὁ συνάγων αὐτούς. διὸ οἱ μὲν αὐτῶν ἡττηθήσονται, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἐκκεντηθήσονται.