1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

79

εἰς τὸν Χριστὸν ἀπιστίας τοῦ Ἰουδαίων ἔθνους θεσπίσας ὁ λόγος μεταβαίνει ἐπὶ τὰ πλήθη τῶν ἐθνῶν τῶν ἐν αὐτῇ τε τῇ ∆αμασκῷ καὶ ταῖς λοιπαῖς χώραις ἐν ἀπιστίᾳ ἀπομεινάντων καὶ τὴν ἐκκλησίαν τοῦ θεοῦ ἐλαύνειν καὶ πολιορκεῖν μελλόντων. σημαίνει τοίνυν ὡς δίκην θαλάσσης κυμαινούσης κλονηθήσονται οὗτοι καὶ ταραχθήσονται ξενιζόμενοι ἐπὶ τῷ κηρύγματι τῷ εὐαγγελικῷ καθαιρετικῷ ὄντι τῆς εἰδωλολάτρου πλάνης. διό φησιν· Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν· ὡς ὕδωρ ἠχήσει· ὡς γὰρ θαλάσσης τὰ νῶτα κυρτούμενα καὶ εἰς ὕψος αἰρόμενα ἐν τῷ χειμάζεσθαι καὶ ταράττεσθαι ὑπὸ ἀνέμων, ἦχον μέγιστον ἐμποιεῖ καὶ φόβον τοῖς ἐμπλέουσιν, οὕτως καὶ τὰ πλήθη τῶν ἐν αὐτῇ τε τῇ ∆αμασκῷ καὶ ταῖς λοιπαῖς χώραις ἐν ἀπιστίᾳ καὶ εἰδωλολατρίᾳ μεινάντων ἐθνῶν ὑπὸ τῶν ἀοράτων πνευμάτων εὐεργούμενα δίκην κυμάτων θαλάσσης ἠχήσει κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ ἐπανιστάμενα. διὸ λέλεκται· ὡς ὕδωρ ἠχήσει καὶ ὡς ὕδωρ πολὺ ἔθνη πολλά, ὡς ὕδατος πολλοῦ φερομένου. ὅρα δὲ ὅπως διὰ πολλῶν παραδειγμάτων τὴν τῶν εἰρημένων ἄθεον καὶ δυσσεβῆ γνώμην ἐμφαίνει, πρώτως μὲν θαλάσσῃ κυμαινούσῃ παραβάλλων αὐτῶν τοὺς θυμούς, ἔπειτα ἐξομοιῶν ὕδατι ἠχοῦντι τὰς κατὰ τῆς ἐκκλησίας σκέψεις αὐτῶν, καὶ τρίτον ὕδατι πολλῷ βίᾳ φερομένῳ, οὕτω τὸ ῥευστὸν καὶ ἀπολλύμενον αὐτῶν τοῦ βίου αἰνιξάμενος. λέγων δὲ ὡς ὕδατος πολλοῦ βίᾳ φερομένου παρίστησιν, ὡς ἄρα ὑφ' ἑτέρων ἐνεργούμενοι καὶ ἐλαυνόμενοι ταῦτα κατὰ τῆς ἐκκλησίας ἐπιχειροῦσι. πλὴν ὅμως τούτων τὸ τέλος ὑπογράφει λέγων ἑξῆς· καὶ ἀποσκορακιεῖ αὐτὸν καὶ πόρρω αὐτὸν διώξεται, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ ἐπιτιμήσει ἐν αὐτῷ καὶ φεύξεται μακρόθεν, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἐμβριμήσεται αὐτῷ καὶ φεύξεται πόρρω. τίνι δὲ αὐτῷ ἐμβριμήσεται ἢ ἐπιτιμήσει ἢ τῷ προλεχθέντι πλήθει τῶν ἀπίστων ἐθνῶν ἢ καὶ τῷ ἐν τούτοις ἐνεργοῦντι διαβόλῳ; τίς δὲ αὐτοῖς ἐπιτιμήσει ἀλλ' ἢ ἐκεῖνος, περὶ οὗ εἴρηται· «Ἐπιτιμήσαι κύριος ἐν σοί, ὁ ἐκλεξάμενος τὴν Ἰερουσαλήμ»; τοῦ δὲ κυρίου ἐπιτιμήσαντος αὐτῷ, τί ἔσται ἐπιλέγει· καὶ πόρρω αὐτὸν διώξεται ὡς χοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα, ἢ κατὰ τὸν Σύμμαχον· καὶ ὡς τροχὸν ἔμπροσθεν καταιγίδος. Εἶθ' ἑξῆς ἐπιλέγει· πρὸς ἑσπέραν ἔσται πένθος, πρὶν ἢ πρωῒ καὶ οὐκ ἔσται· τοῖς γὰρ δίκην θαλάσσης κυμαινούσης κατεπαρθεῖσι τῆς ἐκκλησίας πρὸς τῇ δύσει τοῦ βίου καὶ πρὸς αὐτῷ τῷ τέλει πένθος ἔσται, ὅτε οὐκέτι ὑπάρξουσι κατὰ τὸν μέλλοντα αἰῶνα νέου φωτὸς ἀνατολῆς καὶ πρωΐας τὸ τηνικαῦτα τοῖς δικαίοις ἐπιλάμψαντος. τοῦτό φησι· καὶ αὕτη ἡ μερὶς καὶ ὁλόκληρος τῶν προνομευσάντων ὑμᾶς. τίνας δὲ ὑμᾶς ἢ δηλονότι τοὺς πρόσφυγας τῆς ἐκκλησίας τοῦ θεοῦ; Ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων ἐπιδημήσαντός ποτε Παύλου ἐν Ῥώμῃ καὶ διαλεχθέντος τοῖς ἄρχουσι τῶν Ἰουδαίων περὶ τῆς εἰς τὸν Χριστὸν πίστεως ἀνεγράφησαν εἰρηκότες αὐτῷ· «ἡμεῖς οὐδὲ γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησεν περὶ σοῦ πονηρόν. ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστιν ὅτι πανταχοῦ ἀντιλέγεται». τοῦτο δὲ εἰρηκότες ἐνέφηναν, ὅτι πρὶν ἐπιδημῆσαι τὸν Παῦλον τῇ Ῥώμῃ παρηγγελμένοι ἦσαν μὴ παραδέξασθαι τὸ περὶ τοῦ Χριστοῦ κήρυγμα καὶ ὅτι μὴ μόνοι αὐτοὶ εἰλήφασι τὴν παραγγελίαν αὐτοῦ, ἀλλὰ καὶ οἱ πανταχοῦ γῆς Ἰουδαῖοι. διὸ ἔλεγον· «περὶ γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστιν ὅτι πανταχοῦ ἀντιλέγεται». πόθεν δὲ τοῖς «πανταχοῦ» Ἰουδαίοις τὸ συμφώνως τοὺς πάντας ὥσπερ ἐξ ἑνὸς συνθήματος «ἀντιλέγειν» τῷ περὶ Χριστοῦ λόγῳ, εὕρομεν ἐν τοῖς τῶν παλαιῶν συγγράμμασιν, ὡς οἱ τὴν Ἰερουσαλὴμ οἰκοῦντες τοῦ τῶν Ἰουδαίων ἔθνους ἱερεῖς καὶ γραμματεῖς καὶ πρεσβύτεροι γράμματα διαχαράξαντες εἰς πάντα διεπέμψαντο τὰ ἔθνη τοῖς ἁπανταχοῦ Ἰουδαίοις διαβάλλοντες τὴν