1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

52

ὑπερασπίζοντος, φεύξεται ὁ Ἀσσύριος ἀσχημόνως διὰ τῆς ὑμετέρας χώρας καὶ διὰ τῶν ὑμετέρων πόλεων τόπον ἐκ τόπου διαδιδράσκων. ἀντὶ δὲ τοῦ· πληγὴν γὰρ ἐπάγει ἐπὶ σὲ τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου, ὁ Σύμμαχος· ἐν ῥάβδῳ φησὶ πλήξει σε καὶ τὴν βακτηρίαν αὐτοῦ ἐπαρεῖ ἐπὶ σὲ διὰ τὴν ὁδὸν Αἰγύπτου. ταῦτα γὰρ σοὶ ποιήσει ὁ Ἀσσύριος διὰ τὴν ὁδὸν Αἰγύπτου, ἣν ὥδευσας, πλὴν ἐπεγερεῖ αὐτῷ ὁ θεός φησι μάστιγα κατὰ τὴν πληγὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως. ἀνθ' οὗ ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· καὶ ἐξεγερεῖ ἐπ' αὐτὸν κύριος τῶν δυνάμεων μάστιγα κατὰ τὴν πληγὴν Μαδιὰμ τὴν ἐν Σοὺρ Ὠρήβ. κεῖται δὲ ἡ ἱστορία παρὰ Μωσεῖ ἐν τοῖς Ἀριθμοῖς, ὁπηνίκα «ἐλάλησε κύριος πρὸς Μωσῆν λέγων Ἐκδίκει τὴν ἐκδίκησιν τῶν υἱῶν Ἰσραὴλ ἐκ τῶν Μαδιανιτῶν», καὶ ἑξῆς εἶπε Μωσῆς τῷ λαῷ· «Ἐξοπλίσατε ἐξ ὑμῶν ἄνδρας καὶ παρατάξασθε ἔναντι κυρίου ἐπὶ Μαδιὰμ ἀποδοῦναι ἐκδίκησιν χιλίους ἐκ φυλῆς», ὅτε «καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν καὶ τοὺς βασιλεῖς Μαδιάμ», ἐν οἷς ἦν «καὶ Βαλαὰμ υἱὸς Βεώρ». ταῦτα δὲ ἐγίνετο ἐν Σοὺρ Ὠρήβ· ἡ μὲν γὰρ ἔρημος ἐκαλεῖτο Σούρ, ὡς ἡ γραφὴ διδάσκει λέγουσα· «ἐξῆρε Μωσῆς τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ ἦγεν αὐτοὺς εἰς τὴν ἔρημον Σούρ», τὸ δὲ ὄρος ἐκαλεῖτο Χωρήβ· γέγραπται γάρ· «καὶ εἶπε κύριος πρὸς Μωσῆν Προπορεύου τοῦ λαοῦ, λάβε ἐν τῇ χειρί σου τὴν ῥάβδον, ἐν ᾗ ἐπάταξας τὸν ποταμὸν καὶ πορεύσῃ. καὶ ἰδοὺ ἕστηκα πρὸ τοῦ σὲ ἐκεῖ ἐπὶ τῆς πέτρας ἐν Χωρήβ». ὥσπερ οὖν τότε τῇ Μαδιὰμ ἐπήγαγον τὴν πληγήν, οὕτως φησὶ καὶ τοῖς Ἀσσυρίοις ποιήσω, οἱ δὲ πληγέντες ἐν τῇ ἐμῇ μάστιγι ἀποστρέψουσιν ἐν τῇ ὁδῷ τῇ κατὰ θάλασσαν. καὶ ἀφαιρεθήσεται ὁ ζυγὸς τοῦ Ἀσσυρίου ἀπὸ τοῦ ὤμου σου καὶ ὁ φόβος αὐτοῦ ἀπὸ σοῦ. Καὶ σὺ μὲν ἔσῃ ἐλεύθερος καὶ παντὸς ἀπηλλαγμένος φόβου, ὁ δὲ φεύγων πρότερον μὲν ἥξει εἰς τὴν πόλιν Ἀγγαί, εἶθ' ἐκεῖθεν παρελεύσεται εἰς ἕτερον τόπον καὶ ἀποκαμὼν ἐνταῦθα τὰ σκεύη αὐτοῦ ἀποθήσεται. ἔπειτα διαβήσεται ἐντεῦθεν ἀλλαχοῦ, κἀκεῖθεν εἰς τὴν καλουμένην πόλιν Σαούλ, εἶτα εἰς ἕτερον τόπον, καὶ οὕτως ἀσχημόνως ἀφανὴς ἔσται. Ὑμεῖς δὲ παρακληθήσεσθε καὶ παραμυθίας τεύξεσθε μηκέτι ὑποκείμενοι τῷ ζυγῷ Ἀσσυρίῳ· διὸ προστάττονται οἱ δυνάμενοι παρακαλεῖν καὶ παρακαλεῖσθαι ὑμᾶς ἐντεῦθεν ἤδη τοῦτο ποιεῖν. παρακαλεῖτε γάρ φησι σήμερον ἐν ὁδῷ τοῦ μεῖναι, παρακαλεῖτε τῇ χειρί, τὸ ὄρος, τὴν θυγατέρα Σιών, καὶ οἱ βουνοὶ οἱ ἐν Ἰερουσαλήμ. ὑπὲρ γὰρ τοῦ μὴ φεύγειν ἀλλὰ μένειν καὶ καρτερεῖν τὴν πρὸς ὀλίγον ἐπελευσομένην παιδείαν παρακαλεῖτέ φησι τὴν θυγατέρα Σιών, δηλαδὴ τοὺς ἐνοικοῦντας τὴν Ἰερουσαλήμ. ἐπιτήρει δέ, ὅπως πρόσκειται τὸ σήμερον· τὰ μὲν γὰρ πρὸ τούτων λεχθέντα περὶ τοῦ ἄρχοντος τῶν Ἀσσυρίων εἰς μακροὺς ἀνεπέμπετο χρόνους τοὺς ἐπὶ Ναβουχοδονόσορ, τὰ δὲ παρόντα πρὸς τοὺς σήμερον ὄντας κατ' αὐτὸν τὸν προφήτην Ἠσαΐαν ἐλέγετο. διό φησι· παρακαλεῖτε σήμερον ἐν ὁδῷ τοῦ μεῖναι· πρὸς γὰρ τὸ μὴ φεύγειν τὸν λαὸν τὴν νῦν καὶ σήμερον ἐπὶ Ἑζεκίου τοῦ βασιλέως γιγνομένην ἔφοδον τοῦ Ἀσσυρίου παρακαλεῖτε, ὥστε μένειν αὐτὸν καὶ μὴ φεύγειν μαθόντα, ὁποῖα πείσεται ὁ νῦν ἐφεστὼς Ἀσσύριος. τίνας δὲ παρακαλεῖν προστάττει, ἐπιλέγει ἑξῆς· οἱ βουνοὶ οἱ ἐν Ἰερουσαλήμ· τοῖς γὰρ ἐπαναβεβηκόσι καὶ τῇ ψυχῇ καὶ τῷ φρονήματι κατὰ θεὸν ἐπηρμένοις τὸν λαὸν παρακαλεῖν ἐγκελεύεται· εἰκὸς γὰρ τῆς ἐκ θεοῦ πληγῆς ἁψαμένης τῶν Ἀσσυρίων ὡς πεσεῖν αὐτῶν «ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας» ἐν μιᾷ νυκτί, τοὺς περιλειφθέντας σὺν αὐτῷ βασιλεῖ φυγῇ κεχρῆσθαι διὰ τῶν κατωνομασμένων ἐν τῇ προφητείᾳ πόλεών τε καὶ κωμῶν καὶ τόπων. ὅπως δὲ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν εἰς τὴν ὁδὸν τὴν κατ' Αἴγυπτον ὁ Ἀσσύριος διῄει φεύγων, ἡ ἱστορία παρέστησε τοὺς Αἰθίοπας ἐπαναστῆναι αὐτῷ διδάξασα. μέχρι τούτου περιγράφεται ἡ προφητεία ἡ περὶ τοῦ Ἀσσυρίου λεχθεῖσα, τὰ δ' ἑξῆς ἀπὸ ἑτέρας ἀρχῆς περὶ τοῦ θεοῦ θεσπίζεται. 1.62 Τῶν Ἀσσυρίων πολλάκις