1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

159

πιστεύομεν γὰρ ἡμεῖς καὶ πεπείσμεθα τὰ μεγάλα ἡμῖν συμβαλεῖσθαι πρὸς σωτηρίαν τὰς σὰς ὑπὲρ ἡμῶν ἱκετηρίας. ταῦτα ὁ βασιλεὺς τῷ προφήτῃ λέγειν διετάττετο. ὡς δὲ μόνον ἐπέστησαν αὐτοί, φθάσας τοὺς παρ' αὐτῶν λόγους ὁ Ἠσαΐας ἀπαγγέλλειν προσέταττε τὴν ἐπιφερομένην προφητείαν· δι' ἧς πνεῦμά φησιν ἐμβαλεῖν εἰς αὐτόν, ὑφ' οὗ πνεύματος ἀπατηθεὶς ἐπανήξει ἐπὶ τὴν ἑαυτοῦ γῆν, ἔνθα ξίφει τὴν ζωὴν καταστρέψει. καὶ ταύτην πρώτην ποιεῖται προφητείαν ὁ λόγος ἐπὶ τῆς προκειμένης ἱστορίας. 2.12 Θεσπίσαντος τοῦ προφήτου τὰ προλεχθέντα ὁ τὰ τοσαῦτα ἀπαυθαδιασάμενος Ῥαψάκης ἀθρόως ἄπρακτος ἀπεχώρει τῆς πολιορκίας, σπεύσας τε ἀπήντα πρὸς τὸν βασιλέα τῶν Ἀσσυρίων ἐκστήσαντος αὐτοῦ τὴν διάνοιαν τοῦ θεοῦ. ὁ δὲ τῶν Ἀσσυρίων βασιλεὺς ἑτέραν τῆς Ἰουδαίας πόλιν τὴν Λόμνα μετὰ τὴν Λαχεὶς πολιορκῶν ἀγγελίας αὐτὸν οὐκ ἀγαθῆς ἐκταραξάσης κατὰ τὸν τοῦ θεοῦ λόγον ἔσπευδεν ἐπ' Αἰθίοπας. οὐ μὴν ἠμέλει τῆς κατὰ τῶν Ἰουδαίων ἀπειλῆς, ἀποστείλας δὲ ἀγγέλους καὶ γραφὴν πρῶτα μὲν ἐκέλευσεν ἀπὸ στόματος λέγειν τῷ Ἑζεκίᾳ τὰ ἐμφερόμενα τῇ γραφῇ, εἶτα καὶ αὐτὴν ἀναδιδόναι τὴν ἐπιστολήν· τῶν τοσούτων οὖν πραγμάτων καὶ τούτοις τοῖς λόγοις καὶ ταῖς ἐπαγγελίαις ἐπάρας ἑαυτὸν τοιγαροῦν ἀπατῶν μὴ ἀγνόει. εἶτα καὶ πάλιν ὁ δυσσεβὴς δυσφήμους ἠφίει φωνὰς τοῦ θεοῦ καταλαζονευόμενος, κατηριθμεῖτό τε τὰ ὑπὸ χεῖρα αὐτῷ γενόμενα ἔθνη τῶν οἰκείων θεῶν οὐδὲν αὐτοῖς ἐπαμυνόντων. ταύτην δὲ τοῦ Ἀσσυρίου τὴν μεγαλαυχίαν ἐδήλου διὰ τῶν ἔμπροσθεν ὁ προφήτης «πρὶν ἢ γενέσθαι» τὸ μέλλον ἀναφωνῶν καὶ λέγων· «Οὐαὶ Ἀσσυρίοις· ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν» καὶ ἑξῆς. «αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται», ἀλλ' εἶπεν· «ὃν τρόπον ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω τῇ Ἰερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς». ἐφ' οἷς καὶ τὴν ἀπειλὴν ἑξῆς ἐπῆγε· λέλεκτο μὲν οὖν ταῦτα πάλαι πρότερον, νυνὶ δὲ κατὰ τοὺς παρόντας ἐπληροῦτο χρόνους. Ὁ δέ γε Ἑζεκίας ὥσπερ καὶ πρότερον ἔσπευδε καὶ νῦν «ἐπὶ τὸν οἶκον τοῦ θεοῦ» καὶ αὐτῷ μόνον τὴν ἐπιστολὴν ἐδείκνυ τῷ θεῷ. εἶτ' ἐπῆγεν ἱκετηρίαν διὰ προσευχῆς μόνον αὐτὸν εἶναι θεὸν λέγων καὶ οὐδένα ἄλλον. ἐπεὶ καὶ μόνος αὐτὸς οὐρανοῦ καὶ γῆς καὶ τοῦ σύμπαντος κόσμου γέγονε ποιητὴς οὐδενὸς ἀλλ' οὐ ταύτης αὐτῷ τῆς θεϊκῆς δυνάμεως ἐπικοινωνοῦντος, αὐτὸς εἴη ἂν ζῶν θεὸς τῶν ἄλλων ἀψύχων καὶ νεκρῶν ὄντων, αὐτοῦ δὲ μόνου ζῶντος τὴν ἄναρχον καὶ ἀγέννητον ζωὴν ἐπιγραφομένου τε ἁπάντων τῶν ζωῆς μετόχων τὴν αἰτίαν. ἤδη δὲ θαρσῶν ὡς ζῶντα καὶ τοῖς πᾶσι παρόντα καὶ τῶν αὐτοῦ φωνῶν ἀκροώμενον θεὸν ἠξίου ταῖς καθ' ὅλης τῆς οἰκουμένης βασιλείαις ἐνδείξασθαι μόνος αὐτὸς εἴη θεὸς ἐν τῷ διασώσασθαι τοὺς ἐπ' αὐτὸν ἠλπικότας. καὶ νῦν μὲν τοσαῦτα καὶ τοιαῦτα διὰ τῆς προσευχῆς ἐθεολόγει τοῦ καιροῦ συγχωρήσαντος ὁ βασιλεὺς μὴ εὐξάμενος, ὅτε τὸ πρῶτον «εἰς τὸν οἶκον» ἀνῄει «τοῦ θεοῦ» τῇ «τοῦ σάκκου» περιβολῇ κεχρημένος δι' ὑπερβολὴν εὐλαβείας· τότε γοῦν οὐδὲ διᾶραι στόμα ἐπὶ τοῦ θεοῦ ἐτόλμα. διὸ τὸν προφήτην ἀποστείλας ἠξίου πρεσβεῦσαι ὑπὲρ αὐτῶν ἐν ταῖς πρὸς τὸν θεὸν ἱκετηρίαις, νῦν δὲ ὅτε ἀποκρίσεως ἠξίωτο τοῦ θεοῦ καὶ ταῖς διὰ τοῦ προφήτου ὁσίαις ἐπαγγελίαις πιστεύσας ταῖς κατὰ τοῦ πολεμίου προρρήσεσι θαρσαλέως διὰ τῶν μετὰ χεῖρας τὴν προκειμένην ἀνέπεμψεν εὐχὴν εὐσεβῆ δόγματα θεολογίας περιέχουσαν. 2.13 Οἱ τοῦ θεοῦ προφῆται τὰ μακροῖς ὕστερον χρόνοις μέλλοντα γίνεσθαι θεσπίζοντες οὐκ ἐντεῦθεν εἶχον τὸ γνώρισμα παρὰ τοῖς πλήθεσι τοῦ προφήτας αὐτοὺς εἶναι· οὐ γὰρ ἀφ' ὧν τὰς ἐκβάσεις ἠγνόουν προφήτας αὐτοὺς ἡγοῦντο. ἀφ' ὧν δὲ τὴν πεῖραν ἐκ τῶν παραχρῆμα ἀποτελεσμάτων ἐλάμβανον, ἐκ τούτων ἐν ταῖς τῶν μελλόντων κατεπίστευον προρρήσεσιν. οὕτως οὖν ποτε καὶ «περὶ ὄνων» ὁ Σαμουὴλ προὔλεγε τῷ Σαοὺλ καὶ ἄλλος περὶ οὗ βασιλέως νοσηλευομένου καὶ πάλιν