1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

143

ἀναπαύσεσθαι καὶ κατοικήσειν ἐπαγγέλλεται ἐν τῇ πάλαι ἐρήμῳ. διὸ καὶ τῆς ἀνωτέρω προφητείας ἐλέγετο· «ἔτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμέλ». καὶ ἑξῆς ἐπεφέρετο ἡ τῶν ἀπίστων ἐθνῶν εἰς τὸν θεὸν ἐπιστροφὴ διὰ τοῦ· «καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται» καὶ τὰ ἑξῆς. οὕτως οὖν καὶ ἐνταῦθα τὰ ὅμοια ἐκείνοις ἐπάγει φάσκων ἐν τῇ πάλαι ἐρήμῳ ἀναπαύσεσθαι κρίμα καὶ δικαιοσύνην, ἔσεσθαι ἐν αὐτῇ ἔργα δικαιοσύνης, ἀλλὰ καὶ ἔσονταί φησιν ἐν τῇ ἐρήμῳ ταύτῃ πεποιθότες ἕως τοῦ αἰῶνος· καὶ οἰκήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης. ἀντὶ γὰρ τῆς καθαιρεθείσης πόλεως τῆς μεγάλης ἐκείνης καὶ γαυριώσης ἑτέραν τῷ θεῷ συστήσεσθαι πόλιν, τὴν ἀπὸ περάτων ἕως περάτων καθολικὴν ἐκκλησίαν καὶ τὸ ἐν αὐτῇ θεοσεβὲς πολίτευμα θεσπίζει. κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἑδρασθήσεταί φησιν ὁ λαός μου ἐν οἰκίᾳ εἰρήνης, οὐκέτι τοῦ Ἰσραὴλ ἐνταῦθα οὐδὲ τοῦ Ἰακὼβ μνημονευομένου, ἀλλὰ τοῦ θεοῦ τοῦ κατοικήσαντος ἐν τῇ καινῇ πόλει τῆς εἰρήνης, ἐν ᾗ κατοικήσειν τὸν λαὸν αὐτοῦ φησι πεποιθὼς καὶ ἀναπαύεσθαι μετὰ πλούτου. τὸν δὲ τῆς ἐκκλησίας πλοῦτον σημαίνει λέγων ὁ Ἀπόστολος· «Εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει». Εἶτα ἐπειδὴ ἐν τοῖς ἀνωτέρω τὴν «ὀργὴν» τοῦ θεοῦ τοῖς ἀσεβέσιν ἐπελεύσεσθαι κατὰ τὸν τῆς κρίσεως καιρὸν ἐδήλου φάσκων· «μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς πυρὸς κατεσθιούσης κεραυνώσει βιαίως καὶ ὡς χάλαζα συγκαταφερομένη βίᾳ», εἰκότως ἐπὶ τοῦ παρόντος ἐπιφέρει περὶ τῶν μετὰ χεῖρας μακαριζομένων τό· ἡ δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐφ' ὑμᾶς ἥξει, ἀλλὰ καὶ οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς ἔσονταί φησι πεποιθότες ὡς ἐν τῇ πεδινῇ. ὁρᾷς ὅπως τοῖς ἀνημέροις καὶ ἀκάρποις φυτοῖς τοῦ δρυμοῦ ἐλπίδας ὑπογράφει ἀγαθὰς ὡς μηκέτι εἶναι τὰς τοιάσδε ψυχὰς ἐν δρυμοῖς, ἀλλ' ἐν πεδιάδι καὶ ὁμαλῇ καὶ γεωργουμένῃ χώρᾳ ὥστε θαρρεῖν καὶ πεποιθέναι ἐπὶ τῇ ἑαυτῶν καρποφορίᾳ. Ταῦτα θεσπίσας ὁ λόγος ἑξῆς καὶ ἀκολούθως μακαρίζει τοὺς τὴν ἐρημίαν ταύτην γεωργήσαντας. διὸ λέγει· μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. μακαρίζει δὲ διὰ τούτων τοὺς ἀποστόλους τοῦ σωτῆρος ἡμῶν καὶ τοὺς πρώτους κήρυκας τοῦ εὐαγγελίου τοὺς καὶ Ἰουδαίοις καὶ Ἕλλησι κηρύξαντας καὶ τὸν σπόρον αὐτῶν καταβαλλομένους ἐπὶ πάντα ἄνθρωπον «Ἰουδαῖόν τε πρῶτον καὶ Ἕλληνα». βοῦς μὲν γὰρ διὰ τοὺς πατέρας ὡσανεὶ καθαρὸν ζῷον ὁ ἐκ περιτομῆς λαὸς ὠνόμασται, ὄνος δὲ ὡσανεὶ ἀκάθαρτος ἐκ πατέρων ὁ εἰδωλολατρῶν λαός. ἐπεὶ τοίνυν «Ἰουδαίοις πρώτοις, ἔπειτα Ἕλλησιν» τὸν εὐαγγελικὸν κατεβάλλοντο σπόρον οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι, εἰκότως εἴρηται· μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. ὕδωρ δὲ ἐνταῦθα ᾐνίξατο τὴν θεόπνευστον γραφὴν ὑπὸ Ἰουδαίων καὶ τοῦ ἐξ ἐθνῶν λαοῦ πατουμένην. Ἀλλ' ἐγὼ μέν φησιν ὁ προφήτης μακαρίους ὑμᾶς ἡγοῦμαι, ὁρῶ δὲ ἑτέρους ταλανίζοντας ὑμᾶς καὶ ταλαιπώρους ἀποκαλοῦντας, λέγω δὲ τοὺς διώκτας ὑμῶν. διὸ περὶ αὐτῶν φημι· Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, καὶ οὐαὶ αὐτοῖς ἀληθῶς, ὅτι ὑμᾶς οὐδεὶς ποιεῖ ταλαιπώρους, καὶ ὁ ἀθετῶν ὑμᾶς νομίζει μὲν ἀνθρώπους ἀθετεῖν, ἀλλ' «ὑμᾶς οὐκ ἀθετεῖ», ἀλλὰ «τὸν ἀποστείλαντα» ὑμᾶς. τούτοις δὲ ἀδελφὰ τυγχάνει τὰ δι' ὧν ὁ σωτὴρ τοῖς ἑαυτοῦ μαθηταῖς ἔλεγεν· «ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ, καὶ ὁ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με». δύο γὰρ ὄντων ταγμάτων, ὡς ἂν εἴποι τις κατὰ τοὺς καιροὺς τῶν διωγμῶν, τῶν μὲν δρώντων, τῶν δὲ πασχόντων, μακάριος ἂν εἴη ὁ πάσχων, ἀλλὰ μὴ δρῶν· ἄθλιος δὲ ὁ δρῶν, ἀλλὰ μὴ πάσχων. οὐαὶ δὲ τοῖς αὐτοῖς ἔσται καὶ ἄλλως, ἐπειδὴ ἁλώσονται οἱ ἀθετοῦντες καὶ παραδοθήσονται τῷ παραλαμβάνοντι τοὺς ἀποβλήτους τοῦ θεοῦ γινομένους, ὃς παραλαβὼν τὰς ψυχὰς αὐτῶν οὕτως διαφθείρῃ ὡς ἑξῆς ἐπιλέγεσθαι τό· καὶ ὡς σὴς