1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

242

πνεῦμα καὶ ἣν ἐγὼ ἐποίησα πνοήν, δι' ἧς «ὁ ἄνθρωπος γέγονεν εἰς ψυχὴν ζῶσαν», οὐκ εἰς τὸν αἰῶνα ὀργισθήσομαι. Εἰ γὰρ καὶ πρὸς βραχύν τινα καιρὸν διά τινας ἐξ ἀνθρωπίνης ἀσθενείας ἐπιγενομένας ἁμαρτίας ἐλύπησα τοὺς ἡμαρτηκότας καὶ ἐπάταξα, οἷα «πατὴρ υἱοὺς παιδεύων»· «ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται». ἀλλ' ἐπειδήπερ συναίσθησιν λαβόντες τῆς ἐμῆς παιδείας, «ἐλυπήθητε» «τὴν κατὰ θεὸν λύπην» καὶ ἐπορεύθητε στυγνοὶ μεταμεληθέντες· τούτου χάριν τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν ὑμῶν θεασάμενος καὶ τὰς μετὰ ταῦτα πράξεις καὶ τοῦ βίου τὰς ὁδούς, ἰασάμην ὑμᾶς καὶ παρεκάλεσα δοὺς παράκλησιν ἀληθινήν· πάντα γὰρ παρ' ἐμοῦ εἰς τοὺς ἐμοὺς οἰκείους χορηγούμενα ἀληθινὰ τυγχάνει. διόπερ τοῖς ἐκ τῆς ἐμῆς παιδείας σωφρονισθεῖσι παράκλησιν ἀληθινὴν ἔδωκα καὶ εἰρήνην οὐχ ἁπλῆν τινα καὶ πρόσκαιρον, ἀλλὰ πολυπλασιαζομένην ὡς καὶ ἀπὸ τῶν ἐγγὺς ἔχειν αὐτὴν καὶ ἀπὸ τῶν πόρρω καὶ μακρὰν ἀπῳκισμένων. ταῦτ' ἐπαγγειλάμενος ὁ τεθεολογημένος κύριος ἐπιλέγει· Ἰάσομαι αὐτούς, τοῖς τὰς ψυχὰς κεκακωμένοις καὶ τὴν καρδίαν τὴν παρ' αὐτοῦ ἴασιν ὑπισχνούμενος. καὶ τοῦτο τέλος ἐπήγαγε τοῖς ἐκ τῆς τοῦ θεοῦ παιδείας ὠφελημένοις. Οἱ δὲ μὴ τοιοῦτοί φησιν, ἀπομείναντες δὲ ἄδικοι καὶ ἀσεβεῖς κλυδωνισθήσονται καὶ ἀναπαύσασθαι οὐ μὴ δύνωνται. εἶτ' ἐπειδὴ οὐκ ἔχει φύσιν τοὺς ἀπαλλοτριωθέντας τοῦ θεοῦ χαρᾶς μεταλαμβάνειν, ἐπενήνεκται τοῖς πᾶσι τό· οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει κύριος, κατὰ δὲ τὸν Σύμμαχον· οἱ δὲ ἀσεβεῖς ὡς θάλασσα ἐκβρασσομένη· ἡσυχάσαι γὰρ οὐ δυνήσονται, καὶ ἐκβρασθήσονται παρὰ τὰ ὕδατα αὐτῆς καὶ καταπάτημα καὶ πηλός. οὐκ ἔστιν εἰρήνη, εἶπεν ὁ θεός μου, τοῖς ἀσεβέσιν. ἔνθα πάλιν τηρητέον, ὅπως τὸ πλῆθος τῶν ἀσεβῶν θαλάσσῃ ἐκβρασσομένῃ παρείκασε καὶ «θαλάσσῃ κυμαινούσῃ» καὶ ταραττομένῃ. διό φησιν ὡς θάλασσα ἐκβρασσομένη· ἡσυχάσαι γὰρ οὐ δυνήσονται, ἀλλὰ καὶ τὰ ὕδατα τῆς τοσαύτης θαλάσσης πηλοῦ πατήματι ἐοικέναι φησί. καὶ ὁ Ἀκύλας ὁμοίως καὶ οἱ ἀσεβεῖς ὡς θάλασσα ἐκβράσσουσα, ὅτι ἡσυχάσαι οὐ δυνήσονται, καὶ ἐκβράσσει ὕδατα αὐτῆς ὡς πάτημα καὶ πηλὸν εἴρηκεν, ὥστε εἰ λέγοιτό ποτε ὡς περὶ θαλάσσης Αἰγύπτου ἢ περὶ ὑδάτων τινῶν μνημονευτέον τῶν προκειμένων χρησίμων ὄντων εἰς τὴν ἐκείνων ἑρμηνείαν. 2.47 Θεραπεύσας ὁ λόγος τοὺς ἐν τῷ πλήθει τοῦ λαοῦ «ταπεινοὺς καὶ συντετριμμένους τῇ καρδίᾳ» μεταβαίνει πάλιν ἐπὶ τὸ τάγμα τῶν ἐν αὐτοῖς ἀσεβῶν, καθ' ὧν ἐξενήνεκται τὴν προλεχθεῖσαν ἀπόφασιν δι' ἧς ἔφη· «οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν ὁ θεός»· ἐχρῆν γὰρ ἡμᾶς διδαχθῆναι, τίνες ποτ' ἦσαν οἱ ἀσεβεῖς οὗτοι καὶ τὰ αἴτια τῆς κατ' αὐτῶν ἀποφάσεως. ταῦτα δὴ οὖν ταῦτα προστάττει τῷ προφήτῃ σὺν πάσῃ παρρησίᾳ καὶ μετὰ φωνῆς ἰσχυρᾶς εἰς φανερὸν ἀγαγεῖν μηδὲν φόβῳ θανάτου ἤ τινος ἄλλης ἀνθρώπων ἀπειλῆς ὑποστείλασθαι καὶ ἀποκρύψαι τοῦ θεοῦ τὸ κήρυγμα. διὸ σάλπιγγος δίκην τῆς πάντων μουσικῶν ὀργάνων μεγαλοφωνοτάτης εἰς ἐξάκουστον αὐτῶν τῶν ἐλεγχομένων ἀναβοῆσαι προστάττει καὶ τοῦ θεοῦ τοὺς λόγους ἐξειπεῖν τοῖς μὲν οὖν εὐαγγελισταῖς τοῦ σωτηρίου λόγου διὰ τῶν ἔμπροσθεν ἐλέγετο· «ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Ἰερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε», ἐνταῦθα δὲ οὐκ «ἐπὶ ὄρος ὑψηλὸν ἀναβαίνειν» ὁ προφήτης κελεύεται· οὐδὲ γὰρ ἦσαν ἐν ὕψει, οἷς ταῦτα προσεφώνει· τὸ διαβοῆσαι μόνον ἐν ἰσχύι καὶ μὴ φείσασθαι, οἷα εἰς ὦτα κωφῶν λαλοῦντα προστάττεται καὶ δίκην σάλπιγγος ὑψῶσαι τὴν φωνήν. σάλπιγξ δὲ πολέμου σημεῖον. ὡς δὲ πρὸς πολέμιον τὸν ἀσεβῆ καὶ ἁμαρτωλὸν τῇ βοῇ χρήσασθαι κελεύει, ὡς ἂν καθάψοιτο τῆς τῶν ἀκουόντων διανοίας καὶ τρώσειεν αὐτὴν τῷ πληκτικωτάτῳ λόγῳ. φησὶ δὲ ἑξῆς· καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν, εἰς κατάκρισιν λαὸν αὐτοῦ ὀνομάζων τὸν ἁμαρτωλόν, ὃν ἐγὼ μέν φησιν