1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

166

φιλίαν ἐθελῆσαι σπείσασθαι πρὸς τὸν Ἑζεκίαν ὡς πρὸς ἄνδρα θεοφιλῆ. ταῦτα μὲν ὁ Ἑβραῖος. ἐγὼ δὲ συνιδὼν ὡς ὑφ' ἕνα καὶ τὸν αὐτὸν ἐνιαυτὸν ταῦτα πάντα συνέβη, λέγω δὲ ἡ ἔφοδος τοῦ Ἀσσυρίου ἡ κατὰ τῆς Ἰουδαίας καὶ ἡ δι' ἀγγέλου θεοῦ κατὰ τῶν Ἀσσυρίων πληγή, ἥ τε τοῦ Σεναχηρεὶμ φυγὴ καὶ ἡ τῶν αὐτοῦ παίδων ἐπανάστασις, ἥ τε τοῦ διαδεδεγμένου αὐτὸν υἱοῦ σεσιωπημένη ἀπώλεια. ταῦτα πάντα οἶμαι σώφρονα λογισμὸν ἐμβαλεῖν τῷ Μαρωδὰκ Βαλδὰν ἐξ ἑτέρου γένους ὁρμωμένῳ καὶ βασιλεύοντι Βαβυλῶνος καὶ τοῦ Χαλδαίων ἔθνους· εἰκὸς γὰρ αὐτὸν ἐκ τῆς τούτων γνώσεως ὠφελῆσθαι ὡς μηκέτ' ἐχθρίαν μηδὲ πόλεμον, φιλίαν δὲ ἀσπάσασθαι πρὸς τὸν οὕτω θεοφιλῆ βασιλέα παράδοξον αὐτῷ γενέσθαι τὴν ἐκ θεοῦ πρυτανευθεῖσαν ἐκ τῆς νόσου σωτηρίαν. ὅτι δὲ καθ' ἕνα καὶ τὸν αὐτὸν καιρὸν ταῦτα συνέβη πραχθῆναι, μάθοις ἂν ἐπιστήσας ὡς ἡ μὲν ἔφοδος τοῦ Ἀσσυρίου «ἔτους τεσσαρεσκαιδεκάτου» τῆς Ἑζεκίου βασιλείας γέγονεν· τελευτᾷ δὲ «βασιλεύσας» τὰ πάντα «ἐννέα καὶ εἴκοσιν ἔτη», ὧν «τὰ πέντε καὶ δέκα ἔτη», μετὰ τὴν νόσον αὐτῷ «προσετέθη». οὐκοῦν ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει νενοσήκει καὶ τὰ λοιπὰ πάντα πρὸ τῆς νόσου κατὰ τὸν αὐτὸν συνετελέσθη χρόνον. ὁμοῦ δὴ οὖν τούτων ἁπάντων ἡ ἀκοὴ τὸν τῶν Βαβυλωνίων βασιλέα ἐνῆγε πρὸς τὴν τοῦ Ἑζεκίου φιλίαν ὡς καὶ ἀποστεῖλαι αὐτῷ δῶρα καὶ πρέσβεις καὶ ἐπιστολάς. ἐφ' οἷς ἀνθρώπινόν τι παθὼν ὁ Ἑζεκίας χαίρει μὲν ἐπὶ τῇ τούτων δεξιώσει, φιλοτιμίᾳ δὲ περιττῇ ληφθεὶς τοῖς ἀπεσταλμένοις ἀνακαλύπτει τοὺς θησαυροὺς καὶ τὸν οἶκον τοῦ νεχωθά, ὅπερ ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος τὸν οἶκον τῶν ἀρωμάτων ἐκδεδώκασιν. ἀλλὰ καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἡδύσματα καὶ τὸ μύρον τὸ καλὸν καὶ πάσας τὰς ἀποθήκας τῶν σκευῶν αὐτοῦ δείκνυσιν· οὕτως γὰρ ὁ Σύμμαχος ἡρμήνευσεν. Εἶτ' ἐπεὶ μὴ ἐχρῆν ἀλλοφύλοις ἀνδράσιν ἀπειροκάλως καὶ ἀπερισκέπτως ἀνακαλύπτειν τὸν ἐκεῖ πλοῦτον ἐπιστὰς ὁ προφήτης αὐτῷ προηγόρευεν, ὡς ἔσται τις καιρός, καθ' ὃν αὐτοὶ Βαβυλώνιοι ἅπαντα λήψονται καὶ εἰς τὴν αὐτῶν ἀπάξουσι γῆν. προσετίθη δὲ ὡς καὶ ἀπὸ τῶν υἱῶν αὐτοῦ τῶν μηδέπω μὲν ὄντων, μελλόντων δὲ ἐξ αὐτοῦ γίγνεσθαι ἐκτεμόντες εὐνούχους, οἳ αὐτοὶ παραστῆναι αὐτοὺς ποιήσουσι τοῖς αὐτῶν βασιλεῦσιν. ἅπερ ἀκούσας ὁ Ἑζεκίας εὐλαβῶς ἅμα καὶ εὐσεβῶς πάντα λόγον ἀγαθὸν εἶναι, ὃν λαλήσειεν ὁ θεός, κἂν λυπηρὸς εἶναι νομίζοιτο ἀνθρώποις ἀπεκρίνατο. ἠξίου δὲ μὴ κατὰ τὸν τῆς ζωῆς αὐτοῦ χρόνον τὰ ἠπειλημένα γενέσθαι, εἰρήνην δὲ καὶ δικαιοσύνην, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς εἰρήνην καὶ ἀλήθειαν, ὑπάρξαι ἐν ταῖς ἡμέραις αὐτοῦ. Ἐφ' οἷς πάλιν ὁ Ἑβραῖος μὴ ἀποδέξασθαι τοῦ Ἑζεκίου τὴν προαίρεσιν τὸν θεὸν ἔλεγε· τὸ γὰρ ὑπὲρ μὲν ἑαυτοῦ ἠξιωκέναι, ὑπὲρ δὲ τοῦ λαοῦ μηδένα λόγον πεποιῆσθαι μεμπτὸν τῷ θεῷ φανῆναι· διὸ ἐπιλέγειν ἑξῆς τὸν προφήτην· Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ θεός· εἰ γὰρ καὶ οὗτός φησι φίλαυτος ὤν, ὑπὲρ μὲν ἑαυτοῦ φροντίσας ἐδεήθη, τοῦ δὲ λαοῦ μνήμην οὔ τινα ἐποιήσατο, ἀλλ' ὁ θεὸς τοῦ ἰδίου κηδόμενος λαοῦ παρακαλεῖν αὐτὸν τοῖς τοῦτο πράττειν οἵοις τε παρακελεύεται. 2.16 Τό· ἱερεῖς, παρακαλεῖν τὸν λαόν, οὔτε ἐν τῷ Ἑβραϊκῷ οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς εὕρομεν, διόπερ ὠβέλισται καὶ παρὰ τοῖς Ἑβδομήκοντα· κατὰ γοῦν τὸν Σύμμαχον παρηγορεῖτε παρηγορεῖτε τὸν λαόν μου, λέγει ὁ θεὸς ὑμῶν, παραμυθήσασθε τὴν καρδίαν Ἰερουσαλὴμ εἴρηται, καὶ παρὰ τοῖς λοιποῖς ἰσοδυναμοῦντα τούτῳ. τίνες δέ εἰσιν οἷς ὁ λόγος παρακαλεῖν τὸν λαὸν προστάττει, ἄξιον ἐπιστῆσαι, τίς δὲ καὶ ἡ καρδία Ἰερουσαλὴμ καὶ ποδαπὴν χρὴ νοεῖν τὴν Ἰερουσαλήμ, ὥσπερ τι ζῷον καρδίαν ἔχουσαν· ἔμψυχον γὰρ καὶ λογικὴν σαφῶς παρίστησιν αὐτὴν ὁ φήσας λόγος· λαλήσατε εἰς τὴν καρδίαν Ἰερουσαλήμ. καὶ ἦν μὲν εἰπεῖν Ἰερουσαλὴμ τὸν λαὸν εἶναι τὸν ἐν αὐτῇ κατοικοῦντα, ὡς πολλάκις τὴν πόλιν ἀντὶ τῶν οἰκητόρων