1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

39

σφράγισον νόμον ἐν τοῖς διδάγμασί μου, ὁ δὲ Θεοδοτίων· δῆσον τὸ μαρτύριον, σφράγισον νόμον ἐν τοῖς διδακτοῖς μου, καὶ ὁ Ἀκύλας ὁμοίως· δῆσον τὸ μαρτύριον, σφράγισαι νόμον ἐν τοῖς διδακτοῖς μου. λέγει δὲ ταῦτα ὁ κύριος μετὰ τὰ προειρημένα «περὶ τῶν δύο οἴκων τοῦ Ἰσραὴλ καὶ περὶ τῶν κατοικούντων ἐν Ἰερουσαλήμ», ἐπειδὰν ἐκείνοις φησὶ τὰ προλεχθέντα συμβῇ. τότε δῆσον τὸ μαρτύριον, σφράγισον τὸν νόμον ἐν τοῖς διδακτοῖς μου· οὐκέτι γὰρ ἔσται χρεία τοῦ Μωσέως νόμου οὐδὲ τῶν παρ' αὐτῷ μαρτυρίων διὰ τὸ καινὴν λοιπὸν διδασκαλίαν διὰ τῆς καινῆς διαθήκης παραδιδόναι τοῖς διδακτοῖς αὐτοῦ, δηλαδὴ πᾶσι τοῖς ἐξ ἐθνῶν ἐπὶ τὴν αὐτοῦ διδαχὴν κεκλημένοις, οἵτινες φανεροὶ τότε ἔσονται σφραγίζοντες τὸν νόμον τοῦ μὴ μαθεῖν αὐτόν· οἱ γὰρ τὸ εὐαγγέλιον παραδεξάμενοι καὶ ζῆν δεδιδαγμένοι κατὰ τὴν καινὴν διαθήκην, ὥσπερ σφραγῖδας ἐπιθέντες τῷ νόμῳ, ἀποτίθενται αὐτὸν ἅτε οὐκέτ' ὄντα χρήσιμον διὰ τὴν τοῦ κρείττονος παράθεσιν· οἱ αὐτοὶ δὲ τὴν διὰ Ἰησοῦ Χριστοῦ περιμένοντες χάριν ἐροῦσι Περιμενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ. διὸ καὶ ἁγίασμα αὐτῶν γίγνεται, καθ' ἣν πεποίηται ἐπαγγελίαν φήσας· «κἂν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα». κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἐροῦσι Προσδοκήσω τὸν κύριον τὸν κρύβοντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ καὶ ἀναμενῶ αὐτόν· τίνες δὲ ταῦτα ἐροῦσι, διδάξει ἐπιφέρων· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός. τὰ μὲν οὖν Ἰουδαϊκὰ παιδία σωματικὰ ἦν ἐξ ἀνδρὸς καὶ γυναικός, τὰ δὲ αὐτοῦ τοῦ ταῦτα χρηματίζοντος κυρίου «οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν», τοῦ πατρὸς τοιαῦτα αὐτῷ δεδωρημένου τέκνα, ἃ μηκέτι τῷ διὰ Μωσέως προσέχοντα νόμῳ περιμένει τὸν κύριον καὶ εἰς αὐτὸν πέποιθεν. οὐ μόνον δὲ τὰ παιδία ταῦτά φησιν ἐκ θεοῦ μοι παραδόξως δέδοται, ἀλλὰ καὶ ἄλλα πλεῖστα σημεῖα καὶ τέρατα, ἃ γενήσεται ἐν τῷ οἴκῳ Ἰσραὴλ κατὰ τοὺς προφητευομένους χρόνους. κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία μου ἅ μοι δέδωκε κύριος εἰς σημεῖα καὶ εἰς τέρατα ἐν Ἰσραήλ· ταῦτα γάρ φησι τὰ παιδία, ἃ δέδωκέ μοι ὁ θεὸς εἰς τὸ δι' αὐτῶν ποιεῖν σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραήλ. ἐπληροῦτο δὲ καὶ ταῦτα ὅτε ὁ σωτὴρ τοῖς αὐτοῦ παιδίοις, μαθηταῖς δηλαδὴ καὶ ἀποστόλοις, «ἐδίδου ἐξουσίαν τοῦ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν», παρῄνει τε αὐτοῖς «πορεύεσθαι» «πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰακὼβ» μετὰ τοῦ ποιεῖν σημεῖα καὶ τέρατα. διὸ ἐπήγαγεν· «ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε». ταῦτα δὲ πάντα ἐγίγνετο παρὰ κυρίου σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. δεδήλωται δὲ διὰ τῶν ἔμπροσθεν, τίς ἦν οὗτος καὶ ὁποῖον τὸ κατοικητήριον αὐτοῦ τὸ ἐν τῷ ὄρει «τῷ ἐπουρανίῳ», περὶ οὗ φησιν ὁ Ἀπόστολος· «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ». 1.53 Προειπὼν ὁ λόγος τὰ περὶ τῶν παιδίων τοῦ Χριστοῦ, λέγω δὲ τῶν ἀποστόλων καὶ τῶν μαθητῶν αὐτοῦ, περί τε τῶν σημείων καὶ τῶν τεράτων τῶν ἐπιτελεσθέντων δι' αὐτῶν· δι' ὧν καὶ ἡ κλῆσις γεγένηται τῶν ἐθνῶν, ἀκολούθως τὸν νέον καὶ καινὸν λαὸν τὸν ἐξ ἐθνῶν διὰ Χριστοῦ συστάντα διδάσκει τὰ προκείμενα, ὡς πρὸς αὐτοὺς λέγων· ἀκούσατε ταῦτα οἱ ἐμοὶ διδακτοί, οἱ τῆς τῶν ἐθνῶν πολυθέου πλάνης μεταθέμενοι· εἴ τινες τῶν πάλαι γνωρίμων ὑμῖν καὶ συνήθων, ἢ πατέρες ἢ συγγενεῖς παρακαλοῖεν ὑμᾶς ἐπανιέναι ἐπὶ τὴν προτέραν πλάνην, θαυμάζειν τε τὰς ἀπὸ δαιμόνων παρ' αὐτοῖς ἐπιτελουμένας μαντείας καὶ χρησμοὺς καὶ τὰ τοιαῦτα· μὴ πείθεσθε τῇ τούτων συμβουλῇ μηδὲ θαυμάζετε δαίμονας ἀπὸ κοιλίας ἀνθρώπων φωνοῦντας τοὺς ὀνομαζομένους πύθωνας μηδὲ τοὺς ἀπὸ τῆς γῆς κατά τινας γοητικὰς τέχνας ἀνιέναι νομιζομένους, τὸν δὲ ἑαυτῶν κύριον μόνον περιέπετε· εἰ γὰρ ἕκαστον ἔθνος καίτοι πεπλανημένως ὅμως δ' οὖν τοῦ