1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

223

ἡ Ἰερουσαλὴμ ὅλη δι' ὅλου χαμαὶ πεσοῦσα καὶ εἰς ἔδαφος ἁπλωθεῖσα ὡς καταπατεῖσθαι ὑπὸ τῶν ταπεινωσάντων αὐτὴν προστάττεται διαναστῆναι, καὶ δεύτερον δὲ αὐτῇ προσφωνεῖ ὁ λόγος φάσκων· Ἐξεγείρου ἐξεγείρου, Σιών, ἔνδυσαι τὴν ἰσχύν σου, Σιών· ἔχει γάρ τινα μεγίστην δύναμιν καὶ ἰσχὺν ἡ λογικὴ ψυχὴ καὶ δόξαν ἔχει μεγάλην, ἅτε «κατ' εἰκόνα θεοῦ πεποιημένη» ἦν, ἐπαναλαβεῖν αὐτὴν βούλεται καὶ γενέσθαι πόλιν ἁγίαν ὡς μηκέτι διαβαίνειν δι' αὐτῆς ἀπερίτμητον μηδὲ ἀκάθαρτον· διὰ μὲν οὖν τοῦ ἀπεριτμήτου τὸν ἀλλογενῆ καὶ ἀλλόφυλον σημαίνει, διὰ δὲ τοῦ ἀκαθάρτου τὸν εἰδωλολάτρην. εἰ τοίνυν ὑπακούσειας τῷ προστάγματι καὶ διαναστᾶσα γένοιο ἁγία πόλις τοῦ θεοῦ, ἐπαγγέλλεταί σοί φησιν ὁ λόγος μήτε εἰδωλολάτρην μήτε ἀλλογενῆ διαβήσεσθαι διὰ σοῦ. Καὶ ἕτερον δὲ αὐτῇ παρακελεύεται πρᾶξαι λέγων· ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι, Ἰερουσαλήμ· ἐπ' αὐτῇ γὰρ ἦν τὸ ἀποτρίψασθαι τὸν περιπλασθέντα αὐτῇ χοῦν καὶ τὸ διαναστῆναι τῆς ἐπισυμβάσης αὐτῇ πτώσεως καὶ τὸ ἐκλῦσαι τὸν ἐπιτεθέντα αὐτῇ δεσμὸν τοῦ τραχήλου, ᾧ τὴν ψυχὴν ὥσπερ βρόχῳ κατέδησαν «σειραῖς ἁμαρτιῶν» αἱ ἀντικείμεναι δυνάμεις. καὶ ὅτι ταῦτα οὐ πρὸς τὰ οἰκοδομήματα οὐδὲ πρὸς τὴν αἰσθητὴν πόλιν λέλεκται, ἀλλὰ πρὸς τὸν ἄπιστον λαὸν διασαφεῖ, δι' ὧν ἐπιφέρει ἑξῆς λέγων· ἔκλυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἡ αἰχμάλωτος θυγάτηρ Σιών. σαφῶς γὰρ αἰχμάλωτον εἰπὼν οὐδὲν ἕτερον ἢ τὸν λαὸν ἐδήλωσεν ὅλον δι' ὅλου ληφθέντα αἰχμάλωτον ὑπὸ τῆς διαβολικῆς δυνάμεως. διὸ καὶ σαφέστερον προσφωνῶν τῷ αὐτῷ λαῷ φησι· ∆ωρεὰν ἐπράθητε, καὶ ἀνωτέρω δὲ πρὸς τὸν αὐτὸν ἐλέγετο· «ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν. διότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων», ἄντικρυς τοῦ λόγου διὰ τούτων τὴν εἰς ἀνθρώπους πάροδον τοῦ κυρίου δηλοῦντος, μεθ' ἣν «ἐπράθησαν ταῖς ἁμαρτίαις αὐτῶν» δωρεὰν μηδὲν ἀντικαταλλαξάμενοι τῆς ἑαυτῶν ἀπωλείας. πλὴν καὶ μετὰ τοσαῦτα εἰς σωτηρίαν ὁ λόγος αὐτοὺς ἀνακαλούμενος ἐπαγγέλλεται λυτρώσασθαι αὐτούς, εἰ βουληθεῖεν προσδραμεῖν αὐτῷ καὶ καταδέξασθαι τὴν τοῦ Χριστοῦ χάριν, λυτρώσεσθαι δὲ οὐ μετὰ ἀργυρίου· οὐ γὰρ ἦν σωματικὴ αὐτῶν ἡ αἰχμαλωσία, ἵνα διὰ λύτρων σωματικῶν τύχωσι τῆς ἐλευθερίας, ἐπειδὴ τὰς ψυχὰς ἦσαν πεπραμένοι. διὰ τοῦτο οὐκ ἐν ἀργυρίῳ λυτροῦσθαι ἔμελλον, «ἀλλὰ» δηλονότι «τῷ τιμίῳ τοῦ Χριστοῦ αἵματι». Τούτοις ἑξῆς κατηγορεῖ τοῦ Ἰουδαίων λαοῦ εἰς Αἴγυπτον πάλαι καταβεβηκότος οἰκείᾳ προαιρέσει καὶ μετὰ ταῦτα ἀπαχθέντος εἰς Ἀσσυρίους βίᾳ καὶ ἀνάγκῃ. ἀντὶ δὲ τοῦ· βίᾳ ἤχθησαν, ὁ Σύμμαχος· καὶ Ἀσσούρ φησιν ἕνεκεν οὐδενὸς ἐδημαγώγησεν αὐτόν. ἀλλὰ πάλαι μέν φησιν ὑποχείριος γέγονεν Αἰγυπτίοις ἔπειτα Ἀσσυρίοις, νῦν δὲ ἐπὶ τῆς ἐμῆς παρουσίας ἄλλῳ λόγῳ δωρεὰν ἐπράθησαν. διὸ ἐπιλέγεται· καὶ νῦν τί ὧδε ἔσται; ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· καὶ νῦν τί ἐστί μοι ὧδε; οὐδὲν γάρ φησιν ὧδε παρ' αὐτοῖς εὑρίσκω, ὃ δὴ καὶ ἀνωτέρω ἐδηλοῦτο λέγων· «διότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων». ἀλλὰ πάλαι μὲν βίᾳ καὶ ἀνάγκῃ καταδεδουλωμένοι πρότερον μὲν τοῖς Αἰγυπτίοις ἔπειτα δὲ τοῖς Ἀσσυρίοις διὰ τὰς αὐτῶν παρεδόθησαν ἁμαρτίας, νῦν δὲ δωρεὰν ἐλήφθησαν «ὡς ὄρυξ ἐν ἀμφιβλήστρῳ» ὑπὸ τοῦ τῶν ψυχῶν θηρευτοῦ τοῖς τῆς κακίας «ἀμφιβλήστροις» περιβληθέντες. διὸ ἐπιλέγει· ὅτι ἐλήφθη ὁ λαός μου δωρεάν, θαυμάζετε καὶ ὀλολύζετε. ὁ μὲν Σύμμαχος· οἱ ἐξουσιάζοντες αὐτοῦ φησιν ὀλολύζουσιν, ὁ δὲ Ἀκύλας· οἱ ἐξουσιάζοντες αὐτοῦ δακρύουσιν, ὁ δὲ Θεοδοτίων· οἱ ἄρχοντες αὐτοῦ ὀλολύζουσιν. οὐκοῦν οἱ ἄρχοντες καὶ οἱ προεστῶτες τοῦ λαοῦ ὡς αἴτιοι τῆς ἀπωλείας αὐτοῦ γενόμενοι κολάσει παραδοθέντες ὀλολύζουσιν· αὐτοὶ γὰρ ἦσαν οἱ καὶ «ἀνασείσαντες τὰ πλήθη» ταῖς κατὰ τοῦ σωτῆρος ἡμῶν ἀθέοις