1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

109

διασωθέντες ἐξ αὐτῶν ἐκείνων εὐλογήσουσί σε, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· δοξάσουσί σε. εἰσὶ δ' οὗτοι λαὸς ὁ διὰ σὲ πτωχεύσας κατὰ τὸν πρότερον αἰῶνα καὶ πόλεις τῶν πάλαι ἀδικουμένων ἀνθρώπων, οὓς ἠδίκουν οἱ διῶκται τῆς θεοσεβείας. οὗτοι εὐλογήσουσί σε ἐν τῇ ἐκκλησίᾳ σου ἐν διαφόροις πολιτεύμασιν ἐξετασθέντες καὶ δικαίως εὐλογήσουσιν, ἐπειδήπερ ἐγένου πάσῃ πόλει ταπεινῇ βοηθὸς καὶ τοῖς ἀθυμήσασι δι' ἔνδειαν σκέπη. καὶ ὅτε γὰρ ἦσαν ταπεινοὶ καὶ ἐν ἀθυμίᾳ καὶ ἐνδείᾳ πάσης τρυφῆς μεταξὺ τῶν φαύλων ἀναστρεφόμενοι, σὺ αὐτῶν ἦσθα βοηθὸς καὶ σκέπη, ἀλλὰ καὶ διψώντων κατ' ἐκεῖνο καιροῦ, ὡς λέγειν· «ἐδίψησέ σοι ἡ ψυχή μου», καί· «ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα». σὺ πάλιν ἦσθα πηγὴ δροσίζων αὐτοὺς καὶ ποτίζων τῇ τοῦ ἁγίου πνεύματος ἐπιρροῇ καὶ σὺ τῆς ὀλιγοψυχίας αὐτοὺς ἀνεκτῷ ἐνισχύων αὐτοὺς τῇ δυνάμει τοῦ μονογενοῦς σου λόγου. Ἵνα δὲ μὴ περὶ αὐτῶν ταῦτα λέγεσθαι ὑπολάβωσιν Ἰουδαίων παῖδες ἀναγκαίως τὴν εἰς πάντα τὰ ἔθνη χυθεῖσαν τοῦ Χριστοῦ χάριν, ἐπιφέρει λέγων· καὶ ποιήσει κύριος σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο. τί δὲ ποιήσει, κατὰ μὲν τοὺς λοιποὺς ἑρμηνευτὰς ποτὸν ἑξῆς εἴρηται, κατὰ δὲ τοὺς Ἑβδομήκοντα· πίονταί φησιν εὐφροσύνην, πίονται οἶνον· συμπόσιον τοίνυν οὐ τῷ Ἰσραὴλ οὐδὲ τῷ Ἰουδαίων λαῷ, πᾶσι δὲ τοῖς ἔθνεσι παρασκευάσειν τὸν κύριον ἐν τούτοις θεσπίζει. οὐκ ἐν κοιλώμασι γῆς οὐδ' ἐν φάραγξιν οὐδ' ἐν πεδιάσιν, ἀλλ' οὐδ' ἐν πολλοῖς ὄρεσιν οὐδ' ὡς ἔτυχεν ἐπί τινος ἑνὸς ὄρους, ἀλλ' ἐν ἐκείνῳ, ὅπερ δεικνὺς ἔλεγεν· ἐπὶ τὸ ὄρος τοῦτο. ποῖον δὲ ἦν τοῦτο ἢ περὶ οὗ μικρῷ πρόσθεν ἔλεγεν· «ὅτι βασιλεύσει κύριος ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἰερουσαλὴμ καὶ ἐνώπιον τῶν πρεσβυτέρων αὐτοῦ δοξασθήσεται»· ἐν γὰρ τῷ ὄρει τῆς αὐτοῦ βασιλείας, ἐν ᾧ καὶ τὴν δόξαν ἑαυτοῦ τοῖς αὐτοῦ «πρεσβυτέροις» παρέξει, ἐκεῖ τὸ συμπόσιον καὶ τοῖς ἔθνεσι παρασκευάσας τὸ τῆς ἀθανασίας αὐτοῖς ποτὸν δωρήσεται. διὸ λέλεκται· ἐπὶ τὸ ὄρος τοῦτο πίονται εὐφροσύνην, πίονται οἶνον, χρίσονται μύρον. παρίστησι δὲ τὸ ὄρος ὁ Ἀπόστολος εἰπών· «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς». ἐνταῦθα τοίνυν γενόμενοι οὐχ ὁ Ἰσραήλ, ἀλλ' οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν καταξιούμενοι τῶν ἐπαγγελιῶν πίονται εὐφροσύνην καὶ πίονται τὸν ἐκ «τῆς ἀληθινῆς ἀμπέλου» οἶνον, περὶ οὗ ὁ σωτὴρ ἔλεγεν· «οὐ μὴ πίω αὐτὸ ἕως ἂν πίω αὐτὸ καινὸν μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν». καὶ χρίσονται μύρον οὐκέτι «τὸν ἀρραβῶνα τοῦ ἁγίου πνεύματος» ληψόμενοι, ἀλλ' αὐτοῦ «τοῦ πληρώματος τῆς θεότητος» τοῦ υἱοῦ τοῦ θεοῦ μεθέξοντες, καὶ οὐκέτι «ἐκ μέρους γινώσκοντες καὶ ἐκ μέρους προφητεύοντες», ἀλλ' ἐκ τοῦ τελείου «μέτοχοι τοῦ Χριστοῦ γενησόμενοι», ὡς καὶ αὐτοὺς ἀποφανθῆναι «χρηστοὺς» καὶ «θεοῦ υἱοὺς καὶ κληρονόμους θεοῦ καὶ συγκληρονόμους Χριστοῦ». τούτων δ' εἰκόνας ἡμῖν καὶ σύμβολα ἐν τοῖς μυστηρίοις τῆς καινῆς διαθήκης διὰ τοῦ μυστικοῦ χρίσματος καὶ τοῦ σωτηρίου αἵματος ὁ εὐαγγελικὸς παρέδωκε λόγος, ἵν' ἐν τούτοις δοκιμασθέντες καὶ τῶν κρειττόνων μεταλάβοιμεν. ταῦτα αὐτὰ τὰ εἰρημένα παράδος φησὶ τοῖς ἔθνεσιν· ὁ γὰρ Ἰσραὴλ οὐκ ἄξιος τούτων. ὥσπερ δέ τις παραθήκην ἐν μυστηρίῳ παραδίδωσιν, οὕτω φησὶ τὸν περὶ τῶν λεχθέντων μυστικὸν λόγον· παράδος πᾶσι τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. διόπερ εἰκότως ἐδόξαζεν ὁ προφήτης ἐκπληττόμενος τὴν τοῦ θεοῦ χάριν, ἐν οἷς ἔφασκεν· «ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν». τούτοις ἑξῆς, ὅπως τὰ ἔθνη τὰ ἐξ αἰῶνος ἄθεα καὶ ἀνέλπιστα διὰ τὸ εἰδώλοις καὶ δαίμοσι προσανέχειν τεύξεται τούτων, διασαφεῖ λέγων· κατέπιεν ὁ θάνατος ἰσχύσας. ἀλλ' ὅμως ὁ φιλάνθρωπος τῶν ὅλων σωτὴρ ῥυσάμενος τοῦ θανάτου τὰς τῶν ἀνθρώπων ψυχάς, τῆς τε πολυθέου καὶ δαιμονικῆς πλάνης