1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

215

διασωθήσεται. τίς οὖν ἐστιν ὁ ταῦτα πράξων, εὐθὺς παρίστησι λέγων· ἐγὼ δὲ τὴν κρίσιν μου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς μου ῥύσομαι, ἑαυτὸν σαφῶς διδάξας εἶναι τὸν μόνον δυνατὸν ἀφελέσθαι τοῦ δηλωθέντος τὰ σκῦλα. εἶθ' ἑξῆς διερμηνεύει, τίνες τὰ σκῦλα τοὺς υἱοὺς αὐτοῦ εἶναι λέγων· διὸ ἐπιφέρει· τοὺς υἱούς μου ῥύσομαι, ὧν ῥυσθέντων οἱ ἀφῃρημένοι αὐτῶν ἐξ ἐπηρείας, αὐτοὶ τὰς ἑαυτῶν σάρκας φάγονται καὶ τὸ αἷμα αὐτῶν ὡς οἶνον πίονται· οὐκέτι γὰρ ἑτέρων σάρκας ἐσθίειν δυνάμενοι τὰς ἑαυτῶν φάγονται οὐδὲ ἐκπίνειν ἔτι τὸ αἷμα τῶν ἀνθρωπείων ψυχῶν δυνάμενοι τὸ ἑαυτῶν αἷμα πίονται ὡς καὶ μεθυσθῆναι αὐτοὺς ἐξ αὐτοῦ. τούτων δὲ οὕτως πραχθέντων αἴσθησις ἔσται πάσῃ τῇ σαρκί, τοῦτ' ἔστι πᾶσιν ἀνθρώποις καὶ τοῖς ἔτι σαρκίνοις οὖσιν, ὅτι ἐγὼ κύριος ὁ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος. τίνα δὲ σὲ ἢ τὴν ἐμαυτοῦ πόλιν καὶ τὴν ἀποδοθεῖσαν Σιών, πρὸς ἣν πάντα ταῦτ' ἐλέγετο. τοῦτο οὖν γνώσονταί φησι καὶ ὁμολογήσουσιν ἁπαξαπλῶς πάντες ὡς οὐκ ἦν θνητῆς φύσεως τὸ κατόρθωμα τῆς τοσαύτης τῶν ἐθνῶν σωτηρίας, ἀλλὰ θεοῦ δύναμις, ἣν ἡ τοὺς ἰδίους υἱοὺς ῥυσαμένη ἀπὸ τοῦ προλεχθέντος γίγαντος καὶ τῶν σὺν αὐτῷ. καθ' ἑτέραν δὲ διάνοιαν δύναται ταῦτα ἐπὶ τοὺς κατὰ καιρὸν διώκοντας τὴν τοῦ θεοῦ ἐκκλησίαν ἀναφέρεσθαι τοῦ λόγου τὸ τέλος αὐτῶν καὶ τὴν καταστροφὴν διαγράφοντος καὶ ὡς τὰς ἑαυτῶν σάρκας φάγονται καὶ τὸ αἷμα ἑαυτῶν πίονται. ὅτε καὶ γνώσονται πάντες καὶ ὁμολογήσουσιν, ὅτι μὴ θνητὴ δύναμις ἦν ἡ τὴν ἐκκλησίαν τοῦ θεοῦ ῥυσαμένη, ἀλλ' ἦν ὁ ἀντιλαμβανόμενος αὐτῆς θεὸς Ἰακώβ. ἀντὶ δὲ τοῦ· θεὸς Ἰακώβ, ἰσχυρὸς Ἰακὼβ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν. εὐκαίρως δὲ τοῦ θεοῦ Ἰακὼβ ἢ τοῦ ἰσχυροῦ Ἰακὼβ ἐμνημόνευσεν ὁ λόγος ἀναπέμπων ἡμᾶς ἐπὶ τὸν ἐν ἀνθρώπου σχήματι τῷ πατριάρχῃ Ἰακὼβ ὀφθέντα θεόν, ὃν οὐδὲ ἕτερον ὑποληπτέον εἶναι τοῦ υἱοῦ τοῦ θεοῦ. ἀσώματον τὸ θεῖον, ἄϋλον, ἀναφὲς καὶ ἁπλοῦν· καὶ οὐκ ἄν τις ἐπ' αὐτῷ τὰ εἰκότα δρῶν φαντασίαν τινὰ λάβοι σωματικήν. πλὴν τὸ γράμμα τὸ ἱερὸν ἀνθρωπίνως ἡμῖν τὸ περὶ αὐτοῦ διαλέγεται. οὐ γὰρ ἦν ἑτέρως δυνηθῆναι νοεῖν τοὺς ἐν αὐτοῖς καὶ παχέσιν ὄντας σώμασιν, εἰ μὴ καθάπερ ἐν τάξει παραδειγμάτων παρεκομίσθη τὰ καθ' ἡμᾶς, ἵν' ἐκ τῶν ἐν αἰσθήσει καὶ ὁρατῶν πραγμάτων κἂν τὸ ἐκ μέρους νοεῖν ἰσχύσωμεν τὰ περὶ τῆς θείας οὐσίας. 2.37 ∆ιελθὼν ὁ λόγος τὸ κήρυγμα τὸ εὐαγγελικὸν καὶ τὴν δι' αὐτοῦ γενομένην τῶν ἐθνῶν κλῆσιν, τοῦ τε θεοσεβοῦς πολιτεύματος τὴν σύστασιν καὶ τὴν τοῦ δηλωθέντος γίγαντος καθαίρεσιν μεταβαίνει πάλιν ἐπὶ τὸν ἐκ περιτομῆς λαὸν ὡσπερεὶ πείθων καὶ ἀπολογούμενος, δι' ἣν αἰτίαν ἐπισκοπήσας πάντα τὰ ἔθνη αὐτοὺς ἐκδότους ἐποιήσατο. φησὶν οὖν εἰς αὐτῶν πρόσωπον· Μή μοί τις ὑμῶν καταμεμφέσθω ὡς ἐπιλελησμένῳ, ἧς ἔσῳζον πάλαι πρότερον περὶ ὑμᾶς σπουδῆς μηδέ τις καταιτιάσθω ὡς ἐμοῦ βιβλίον ἀποστασίου δεδωκότος τῇ πάλαι χώραν γαμετῆς ἐπεχούσῃ παρ' ἐμοὶ μητρὶ ὑμῶν, ἀλλὰ μηδ' ἐκβιασθέντα με ὑπόχρεως τῶν τινων πεπρακέναι ὑμᾶς νομιζέτω εἰς ἀπόδοσιν τοῦ χρέους· τούτων γὰρ οὐδὲν ἐξ ἐμοῦ γεγένηται. εἰ δὲ χρὴ τἀληθῆ λέγειν· Ὑμεῖς ἑαυτοὺς πεπράκατε ταῖς ὑμετέραις ἁμαρτίαις, ὅτι δὲ ταῦθ' οὕτως ἔχει, ὁμολογήσετε ἂν καὶ αὐτοί, ὡς ἐγὼ μὲν οὐκ ὤκνησα θεὸς ὢν καὶ κύριος τῶν ὅλων ὑποκαταβῆναι τοῦ οἰκείου μεγέθους καὶ μέχρις ὑμῶν αὐτῶν ποιῆσαι τὴν ἐμαυτοῦ παρουσίαν. Ὅθεν καὶ ἦλθον καὶ μέσος ὑμῶν γέγονα καὶ σὺν ὑμῖν ἀνθρώπου δίκην ἐπολιτευσάμην, ἐκάλεσα δὲ πάντας ὑμᾶς πρὸς ἐμαυτὸν καὶ ταῦτα πάντα ἔπραξα δι' ὑπερβάλλουσαν φιλανθρωπίαν. ἀλλ' οὐδεὶς ἦν ὁ ἀπαντῶν πρός με οὐδὲ ὑπακούων βοῶντος καὶ τοὺς πάντας ὑμᾶς πρὸς ἐμαυτὸν ἀνακαλουμένου, ἀλλ' ἔτι καὶ τοιαῦτα τετολμήκατε, ὁποῖα οὐκ ἂν ὑπομένοι ἂν ἀκοῇ. ἃ δὴ καὶ αὐτὰ ἀνεξικάκως ἤνεγκα δυνάμενος μηδὲν μηδ' ὅλως παθεῖν μηδὲ ἐπιτρέψαι τοιαῦτα τολμᾶν ἢ οὐ μέμνησθε ὑμεῖς αὐτοί, ὡς καιρῷ τινι «τὴν ἐρυθρὰν