1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

94

με τὸ ἀτάραχον τῆς εὐδοκίας μου, ἐποίησέ με εἰς ἔκστασιν. Ταῦτα μὲν οὖν οἶμαι λελέχθαι τῷ προφήτῃ προσωποποιοῦντι τὴν Βαβυλῶνα καὶ ὡς ἐξ αὐτῆς ἢ καὶ τοῦ ἐν αὐτῇ κατοικοῦντος ἔθνους τὰ εἰρημένα προενηνεγμένα. τὸ προφητικὸν πνεῦμα πρὸς τοὺς Μήδους καὶ τοὺς Ἐλαμίτας καὶ πρὸς τοὺς πρέσβεις τῶν Περσῶν ἀποτείνεται, διεγεῖρον καὶ παρορμῶν αὐτοὺς ἐπὶ τὸν κατὰ τῶν Βαβυλωνίων πόλεμον. διὸ ὡς πρὸς αὐτούς φησιν· ἑτοίμασον τὴν τράπεζαν· φάγετε, πίετε· ἀναστάντες οἱ ἄρχοντες ἑτοιμάσατε θυρεούς. ταῦτα δὲ λέγω φησὶν ἐγὼ ὁ προφήτης τῷ πνεύματι τῷ προφητικῷ κινούμενος, ἐπειδήπερ ὅτι οὕτως εἶπε κύριος πρός με Βαδίσας στῆσον σεαυτῷ σκοπὸν καὶ ὃ ἂν ἴδῃς ἀπάγγειλον, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ὃ ἂν ἴδῃ ἀπαγγειλάτω, δηλονότι ὁ σκοπός. Εἶτά φησιν ἐστάθη ὁ σκοπὸς κατὰ τὸ πρόσταγμα κυρίου καὶ εἶδεν ἀναβάτας ἱππεῖς δύο, ἢ κατὰ τὸν Σύμμαχον· καὶ εἶδεν ἅρμα ζεῦγος ἵππων. τοῦτο μὲν οὖν πρῶτον ἐθεάσατο, μετὰ δὲ τὴν τῶν ἵππων συνωρίδα ἄλλους δύο ἱππεῖς ὁρᾷ, τὸν μὲν ὄνῳ ὀχούμενον, τὸν δὲ καμήλῳ. σημεῖα δὲ καὶ σύμβολα ἦν ταῦτα τῆς τῶν πολεμίων παρατάξεως, ὧν οἱ μὲν ἐφ' ἁρμάτων ὀχούμενοι ἐπῄεσαν, οἱ δὲ ἐπὶ νωτοφόρων τὰ δέοντα πρὸς τὰς χρείας ἐπαγομένων. ταῦτα μὲν οὖν εἶδεν ὁ σκοπός, ὃν ἐκέλευσεν ὁ θεὸς τῷ προφήτῃ· ἀκρόασαί φησιν ἀκρόασιν πολλὴν καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιάν. προστάττει δὴ τὰ ὦτα ἑαυτοῦ παρασχεῖν εἰς τὸ ἀκοῦσαι τοῦ μέλλοντος ῥηθήσεσθαι λόγου καὶ καλέσαι Οὐρίαν εἰς τὴν σκοπιάν. ἀντὶ δὲ τοῦ Οὐρίαν ὁ μὲν Ἀκύλας λέοντα, ὁ δὲ Σύμμαχος λέαιναν, ὁ δὲ Θεοδοτίων Ἀριὴλ ἐξέδωκεν. οὐδεὶς δὲ τούτων Οὐρίαν ὠνόμασεν, ἐπεὶ μηδὲ ἡ Ἑβραϊκὴ φωνὴ ἐμνημόνευσε τοῦ Οὐρία. ὅτε μὲν γὰρ διὰ τῶν ἔμπροσθεν «Οὐρίου τοῦ ἱερέως» μνήμην ἐποιεῖτο, ἄλλοις στοιχείοις ἐσημειοῦτο τὸν ἄνδρα, νῦν δ' ἄλλῃ φωνῇ καὶ ἑτέροις στοιχείοις ἡ Ἑβραϊκὴ λέξις τὸν λέοντα σημαίνει ἢ τὴν λέαιναν κατὰ τὸν Σύμμαχον. προστάττει τοίνυν ὁ κύριος τῷ προφήτῃ ἀκροάσασθαι ἀκρόασιν πολλὴν τὴν ῥηθήσεσθαι μέλλουσαν ἔπειτα ἢ τὴν λέαιναν ἢ τὸν Ἀριὴλ καλέσαι, ὅπως καὶ αὐτὸς ἐλθὼν ὑπὸ τοῦ σκοποῦ θεαθείη τοῦ προφήτου ἅμα τῷ σκοπῷ θεωμένου. ὃ δὴ σημαίνει λέγων ἑξῆς· Ἔστην διὰ παντὸς ἡμέρας καὶ ἐπὶ τῆς παρεμβολῆς ἐγὼ ἔστην ὅλην τὴν νύκτα· εἱστήκει τοίνυν καὶ ὁ προφήτης ἅμα τῷ σκοπῷ καραδοκῶν τὴν μέλλουσαν ὀφθήσεσθαι αὐτοῖς ὄψιν τοῦ λέοντος ἢ τῆς λεαίνης ἢ τοῦ Ἀριήλ. διακαρτερήσας δὲ τὸν πάντα τῆς ἡμέρας καὶ τὸν τῆς νυκτὸς χρόνον ἐπιλέγει· καὶ ἰδοὺ αὐτὸς ἔρχεται. τίς δὲ οὗτος ἢ ὁ Ἀριὴλ ἐπιβεβηκὼς συνωρίδι; διό φησι· καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἐπιβάτης συνωρίδος. τίς δὲ οὗτος ἄρα ἦν ἢ τιμωρός τις ἄγγελος, δι' οὗ τὰ τῆς πολιορκίας τῆς Βαβυλῶνος ἤμελλε πληροῦσθαι; τάχα που Ἀριὴλ ὀνομαζόμενος ἢ αὐτὸς ὢν ἐκεῖνος ὁ «ὡς λέων ὠρυόμενος καὶ περιπατῶν ζητεῖ τίνα καταπίῃ». καὶ δὴ θεασάμενος αὐτὸν ὁ προφήτης, συνεῖδεν ὡς τιμωρητικὸς ὢν ἄγγελος τὴν τῆς Βαβυλῶνος ἀπώλειαν ἐργάσεται. διὸ ἐπιβοᾷ λέγων· Πέπτωκε πέπτωκε Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβη εἰς τὴν γῆν· ὡς γὰρ ταῦτα πρᾶξαι κεκελευσμένου τοῦ Ἀριήλ, ταύτην ἠφίει τὴν φωνὴν ὁ προφήτης. δύο τοίνυν διὰ τούτων σκοποὶ παρίστανται καὶ δύο θεωρούμεναι ὄψεις· ὁ μὲν γὰρ πρῶτος σκοπὸς ἑώρα ἀναβάτας ἱππεῖς δύο καὶ ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου, ὁ δὲ δεύτερος αὐτὸς ὢν ὁ προφήτης οὐκέτι ἀναβάτας καμήλων οὐδὲ ὄνων, ἀλλ' ἐπιβάτην συνωρίδος ἑώρα, τὸν λέοντα ἢ τὸν Ἀριήλ, ἐφ' ᾧ τὴν πτῶσιν τῆς Βαβυλῶνος καὶ τὴν συντριβὴν τῶν νομιζομένων αὐτῆς θεῶν ἐδήλου. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Πέπτωκε πέπτωκε Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα τῶν θεῶν αὐτῆς συνετρίβη. ὁ μὲν οὖν πρῶτος σκοπὸς ὑποδεέστερος ὢν τοῦ προφήτου τὸ πλῆθος ἑώρα τῶν μελλόντων ἐπιέναι τῇ Βαβυλῶνι πολεμίων ἀνδρῶν, ὁ δὲ δεύτερος αὐτὸς ὢν ὁ προφήτης τὴν