1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

2

ἐμφερομένων διάνοιαν καὶ ταῖς πράξεσι ταῖς καθ' ἑκάστην βασιλείαν πεπραγμέναις τὴν προφητείαν ἐφαρμόζειν· ἐφ' ὅλοις γὰρ ἔτεσιν πεντήκοντα ὁ τῶν προκειμένων βασιλέων ἀπαρτίζεται χρόνος, καθ' ὃν εἴρηται τὰ δι' ὅλης τῆς βίβλου φερόμενα. 1.5 Πληρῶσαν τὸ θεῖον πνεῦμα τὴν τοῦ προφήτου ψυχὴν τῆς οἰκείας δυνάμεως ὡς δι' ὀργάνου τοῦ προφητικοῦ στόματος ἐξεφώνησεν τὰ προκείμενα προπαρασκευάζον ἀκροατὰς τῶν ὑπὸ τοῦ κυρίου λεγομένων λόγων, διό φησιν· ὅτι κύριος ἐλάλησεν. εἶθ' ἑξῆς καὶ τὸν λόγον αὐτὸν ἐμφαίνει, ὃν ἐλάλησε κύριος φῆσαν ἐκ προσώπου κυρίου τό· υἱοὺς ἐγέννησα καὶ ὕψωσα· ὁ μὲν οὖν κύριος ἐλάλησε τὸν λόγον, ἐπακοῦσαν δὲ τὸ πνεῦμα τὸ προφητικὸν τῆς τοῦ κυρίου φωνῆς ὡς δι' ὀργάνου τοῦ προφήτου ταῖς τῶν ἀνθρώπων ἀκοαῖς παρεδίδου τὸν λόγον, ὃν τοῦ κυρίου λέγοντος ἠκροάσατο, συνεκάλει δὲ πρὸς τὴν μάθησιν τὰ συνεκτικὰ μέρη, οὐρανὸν τοῦτον τὸν τὰς θείας δυνάμεις ἀπειληφότα καὶ γῆν τὸ τῶν θνητῶν οἰκητήριον. οὐρανῷ μὲν ἀκούειν, γῇ δὲ ἐνωτίζεσθαι παρακελεύεται ἢ ὡς ἐμψύχοις οὖσιν· διοικεῖν γὰρ καὶ τὸ οὐράνιον σῶμα ψυχὴν καὶ τὸ τῆς γῆς στοιχεῖον ὡσαύτως φασίν τινες, ἢ δι' αὐτῶν τὰς ἀφανεῖς δυνάμεις ἀνακαλούμενος ἢ ἔπειτα θεσπιζόμενα μακροῖς χρόνοις ἔμελλον ἀποβήσεσθαι τῆς θνητῆς φύσεως οὔσης ὀλιγοχρονίου πρὸς τὰ διαμένοντα ποιεῖται τὸν λόγον, ἢ ὡς μὴ ἀξίους ὄντας Ἰουδαίους τὸν οὐρανὸν προσκαλεῖται καὶ τὴν γῆν. καὶ τὸ μὲν ἀκούειν τῷ οὐρανῷ προσνέμει, ὅπερ ἐστὶν τὸ συνιέναι ὡς κρεῖττον, τῇ δὲ γῇ ἐνωτίζεσθαι, ὅπερ ἐστὶν τὸ δι' ὤτων ἀκούειν, ὅπερ ἐστὶ σωματικώτερον. 1.6 Υἱοὺς ἐγέννησα λέγει διὰ τὴν νοερὰν ψυχὴν τὸ «κατ' εἰκόνα αὐτοῦ» γενέσθαι, ἀλλὰ καὶ διὰ τὸ γέρους ἐξαιρέτου τετυχηκέναι τοὺς πρώτους. 1.7 Αἰνίττεται διὰ τοῦ λέγειν ἔγνω βοῦς τὸν κτησάμενον, ὅτι τὰ μὲν πρὶν 1.7 κτηνῶν ἀλόγων κατ' οὐδὲν διαφέροντα ἔθνη συνήσουσιν, Ἰσραὴλ δὲ οὐ συνήσει· τὸ γὰρ οὐ συνῆκεν ἀντ' οὐ συνήσει. καὶ βοῦς μὲν καὶ ὄνος φυσικῇ φαντασίᾳ τοὺς τρέφοντας ἐπιγινώσκουσιν, οἱ δὲ τοσαύτης ἀξιωθέντες παρὰ τῷ θεῷ προνοίας, ὡς μὴ μόνον λογικοὺς καταστῆναι, ἀλλὰ καὶ λαὸν θεοῦ χρηματίσαι καταξιωθῆναι, υἱῶν τε προσηγορίᾳ τιμηθῆναι, οὐδ' ὁμοίως τοῖς ἀλόγοις θρέμμασιν τὸν γεννήσαντα καὶ ἀναθρέψαντα, τιμήσαντά τε καὶ ὑψώσαντα αὐτοὺς κύριον ἔγνωσαν. οἶμαι δὲ διὰ τούτων προφητικῶς αἰνίττεσθαι πρὸς τὸν Χριστὸν τοῦ θεοῦ αὐτὸν ὄντα τὸν κύριον μόνοις αὐτοῖς ἐξ ἁπάντων τῶν ἐθνῶν ἐπιδημήσαντα κατὰ τὴν ἐνανθρώπησιν οὐ παραδέξονται οὐδὲ ἐπιγνώσονται αὐτὸν οὐδὲ νοήσουσιν, ἀλλ' οὐδὲ συνήσουσιν. 1.8 Τὰ μὲν οὖν πρῶτα τὸν υἱὸν αὐτοπροσώπως εἰρηκέναι τὸ προφητικὸν ἐμαρτύρησε πνεῦμα, διὰ δὲ τῶν ἑξῆς ἐπιφερομένων οὐκέθ' ὁ κύριος, ἀλλ' αὐτὸ τὸ πνεῦμα ἐπιμέμφεται ὡς ἐνταῦθα ὑπὸ τοῦ κυρίου κατηγορηθεῖσιν φάσκον· οὐαὶ ἔθνος ἁμαρτωλόν. διὰ ταῦτα γοῦν ἀπελέγχει τὸ Ἰουδαίων ἔθνος καὶ ταλανίζει αὐτοὺς τὸ ἅγιον πνεῦμα ὡς πάντων τῶν ἐθνῶν χείρους καὶ ὡς τὸ μηδὲν ὠφεληθέντας μήτε ἐκ τῆς υἱοθεσίας μήτε ἐξ ἧς παρὰ τοῦ θεοῦ τιμῆς ἠξιώθησαν· ὑψωθέντες καὶ πλείστων ὅσων ἐξαιρέτων παρ' αὐτοῦ τετυχηκότες, ἀλλ' οὐδὲ ἐξ ὧν πολλάκις ἐπλήγησαν δι' ὑπερβολὴν ἀγάπης θεοῦ τυπτόμενοι καὶ κολαζόμενοι τῶν ἀσεβημάτων αὐτῶν ἕνεκα· «ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται». 1.9 Τηρητέον ὡς τὸν λαὸν τὸν χρηματίζοντα Ἰσραὴλ καὶ διὰ τὸ «ἐξ Ἀβραὰμ τὸ γένος» κατάγειν καὶ διὰ τὸ «ἐκ σπέρματος» θεοφιλῶν ἀνδρῶν «κατὰ σάρκα γεγονέναι» μέγα φρονοῦντας τὸ πνεῦμα τὸ ἅγιον ἁμαρτωλὸν ἔθνος καὶ λαὸν πλήρη ἁμαρτιῶν καὶ σπέρμα πονηρὸν καὶ υἱοὺς ἀνόμους ἀποκαλεῖ, διδάσκων μάτην τυφοῦσθαι τοὺς ἐπὶ γένει καὶ «προπάτορσι» σεμνυνομένους. 1.10 Κύριον τὸν υἱὸν λέγει ἐνταῦθα, καὶ πρέποι δ' ἂν τῷ υἱῷ τοῦ θεοῦ λόγῳ ὄντι περὶ ἀνθρώπου φύσεως καὶ τῶν ἐν ἀνθρώποις λογικῶν ψυχῶν φάσκειν τό· υἱοὺς ἐγέννησα καὶ ὕψωσα. καὶ ἐπιλέγει·