1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

63

μέλλοντα αὐτοῖς συμβήσεσθαι. πῶς γὰρ οἱ μὴ παρόντες, ἀλλ' ὅπως οἱ τὴν πρωτείαν ὑποδεχόμενοι προσδοκῶ ἐνταῦθα, ἀλλὰ καὶ τὴν τοῦ θεοῦ περὶ πάντας ἀνθρώπους ἐσομένην δικαιοκρισίαν εἰδέναι, ἔχοιέν τε παραμυθίαν τῶν αὐτοῖς συμβησομένων ὡς ἐκδικηθησόμενος, μέλλων δὲ ὁ λόγος μερικὴν ποιεῖσθαι ἀπειλὴν κατὰ τῆς Βαβυλῶνος προεκτίθεται προφητείαν περὶ τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως διδάσκων, ὁποῖα πείσονται ἐν τῷ τοῦ θεοῦ δικαιωτηρίῳ οἱ καθ' ὅλης τῆς οἰκουμένης ἀσεβῶς καὶ ὑπερηφανῶς ἄρξαντες. μετὰ δὲ τὴν καθολικὴν ταύτην διδασκαλίαν διαβαίνει ἐπὶ τὴν μερικὴν περὶ τῆς Βαβυλῶνος ἀπειλήν. Ἐπ' ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς, παρακαλεῖτε τῇ χειρί Ἀνοίξατε, οἱ ἄρχοντες. ἐγὼ συντάσσω, καὶ ἐγὼ ἄγω αὐτούς· γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες. ταῦτα δὲ τὸ ἐν τῷ προφήτῃ θεῖον πνεῦμα ἐκ προσώπου τοῦ θεοῦ λόγου προφέρεται. αὐτὸς τοίνυν ἐστὶν ὁ παρακελευόμενος τοῖς ἀμφ' αὐτὸν ἀγγέλοις ἀνοῖξαι θύρας κεκλεισμένας καὶ παρακελεύσασθαι τοῖς ἔνδον οὖσι προϊέναι, ἥκειν τε καὶ σπεύδειν ἐπὶ τὴν τῶν ἀσεβῶν τιμωρίαν. οἶμαι δὲ διὰ τούτων δηλοῦσθαι εἶναί τινα χώραν ἀφωρισμένην δυνάμεσιν ἀντικειμέναις, ἐν ᾗ ὥσπερ ἐν δεσμωτηρίῳ καθειργμέναι τυγχάνουσι. καὶ μήποτε αὕτη ἐστὶν ἡ καλουμένη «ἄβυσσος», ἣν πεπληρῶσθαι «δρακόντων» διδάσκει ὁ φάσκων λόγος· «δράκοντες καὶ πᾶσαι ἄβυσσοι»; ὅθεν καὶ τὸν σωτῆρα «παρεκάλουν» οἱ δαίμονες, μὴ πέμψαι αὐτοὺς «εἰς τὴν ἄβυσσον», ὁπηνίκα ἔλεγε τό· «ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς»· οὐ γὰρ ἠγνόουν καιρόν τινα ἔσεσθαι αὐτοῖς τῆς «εἰς τὴν ἄβυσσον» καθείρξεως. τὰς μὲν οὖν δυνάμεις τὰς ἀντικειμένας ἤτοι γιγάντων οὔσας ψυχὰς ἢ τῶν ἐξ οὐρανοῦ κατελθόντων «ἀγγέλων», ἐξ ὧν «οἱ γίγαντες ἐγεννήθησαν», ὧν καὶ ἡ Μωσέως μνημονεύει γραφὴ λέγουσα· «ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο». εἶθ' ἑξῆς «τοὺς γεννηθέντας» ἐξ αὐτῶν αὐτοὺς εἶναί φησι «τοὺς γίγαντας τοὺς ὀνομαστοὺς ἀπ' αἰῶνος», εἴτε οὖν τούτων τὰς ψυχάς, εἴτε τῶν τούτους γεγεννηκότων τὰ πνεύματα, εἴτε ἑτέρας τινὰς ἀποστατικὰς δυνάμεις ἐκριφείσας τῆς οὐρανίου λήξεως εἰκὸς σκότῳ καὶ «δεσμοῖς» παραδεδόσθαι μέχρι τοῦ «τῆς κρίσεως» καιροῦ. ἐπειδὰν δὲ τὸ τοῦ θεοῦ δικαιωτήριον ἐπιστῇ καὶ ἡ καθολικὴ κρίσις, ἐν ᾗ κρινεῖ ὁ Χριστὸς τοῦ θεοῦ πᾶν γένος ἀνθρώπων «καθίσας ἐπὶ θρόνου δόξης αὐτοῦ», ὅτε καθὼς ἐδίδαξεν· «ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ καὶ συνάξουσι πάντα τὰ ἔθνη μετὰ σάλπιγγος μεγάλης ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου αὐτοῦ». τὴν μὲν ἀνάστασιν τῶν νεκρῶν καὶ τὴν τῶν ἐθνῶν ἁπάντων τὴν ἐπὶ τὸ κριτήριον τοῦ θεοῦ παραγωγὴν διὰ τῶν ἀγγέλων αὐτοῦ ποιήσεται τῶν τὸν θρόνον αὐτοῦ περιπολούντων· «ἀποστελεῖ γάρ» φησι «τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ' ἄκρων οὐρανοῦ ἕως ἄκρων αὐτῶν», τὰς δὲ κολάσεις ὥσπερ διὰ δημίων ἐπάξει τοῖς κολασθησομένοις διὰ τῶν ἀντικειμένων δυνάμεων. παρακελεύεται τοίνυν διὰ τῶν προκειμένων τοῖς οἰκείοις ἀγγέλοις ἐπ' ὄρους πεδινοῦ σημεῖον αἴρειν, ὄρος πεδινὸν ἐνταῦθα ὀνομάζων τὸν περίγειον τόπον καὶ πᾶν τὸ τῶν ἀνθρώπων οἰκητήριον. ἔνθα τὸ σημεῖον παρασχεῖν τῆς μελλούσης ἐπιστήσεσθαι τοῦ θεοῦ κρίσεως παρακελεύεται, ἀλλὰ καὶ ὑψῶσαι τὴν φωνὴν συγκαλοῦντας ἐπὶ τὸ κριτήριον τοὺς κριθησομένους. εἶθ' ἑξῆς φησι· παρακαλεῖτε τῇ χειρί· ἀνοίξατε, οἱ ἄρχοντες, ἀνθ' οὗ ὁ Σύμμαχός φησι· κινήσατε χεῖρα καὶ ἐξελθέτωσαν θύρας· ἀπὸ γὰρ «τοῦ ἐξωτάτου σκότους», ἐν ᾧ ἦσαν ἀποκεκλεισμένοι προελθεῖν τὰς προλεχθείσας δυνάμεις προστάττει. διὸ ἐπιλέγει· ἀνοίξατε θύρας· οὐκ ἄν ποτε ἄλλως ἀνοιχθείσας ἢ ἐμοῦ τοῦ κριτοῦ προστάξαντος καὶ ὑμῶν τῶν ἐμῶν ἀγγέλων διακονουμένων. τῷ ἐμῷ νεύματι